← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§213.35-215.11

不正种类的区分与公民教育

注疏亚里士多德《尼各马可伦理学》1130b10–b20,解释通过过多与不均等的从属关系来阐明整体不正与局部不正的区别,进而探讨产生全德的面向共同体的立法与教育,以及在《政治学》中处理的纯粹善好之人与善好公民的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13

" Ἐπεὶ δὲ τὸ ἄνισον καὶ τὸ πλέον οὐ ταὐτὸν ἀλλ’ ἕτερον." Τὴν διαφορὰν δείκνυσι τῆς κατὰ τὸ παράνομον ἀδικίας ἥτις ἐστὶν ὅλη τε καὶ καθόλου, καὶ τῆς ἐν μέρει ἥτις ἐστὶ κατὰ τὸ ἄνισον· καὶ δείκνυσι τοῦτο ἐπὶ εἰκόνος· διὰ γὰρ τοῦ δεῖξαι τὴν διαφορὰν τοῦ ἀνίσου τε καὶ τοῦ πλεονέκτου πῶς ἔχει, διὰ τούτου φανερὰν ποιεῖ καὶ τὴν τῶν ἀδίκων διαφοράν. ὡς γὰρ ἐπὶ τούτων ὁ μὲν πλεονέκτης πᾶς ἄνισος, οὐ μὴν εἴ τις ἄνισος ἤδη καὶ πλεονέκτης (καὶ γὰρ ὁ μειονεκτῶν τινος ἄνισος μέν, οὐ μὴν καὶ πλεονέκτης, τὸ γὰρ ἄνισον κατὰ ἀμφότερα κατηγορεῖται, καὶ ἔστι τὸ μὲν ἄνισον κοινὸν καὶ καθολικώτερον, τὸ δὲ πλέον ὑπ’ ἐκεῖνο καὶ μερικώτερον), οὕτως οὖν καὶ τὰς ἀδικίας ἔχειν φησίν.1 οὐ γὰρ εἴ τι παράνομον τοῦτο καὶ ἄνισον. παράνομον γὰρ ἡ δειλία, οὐκ ἄνισον δέ. ὁμοίως δὲ καὶ ἡ δικαιοσύνη τῆς δικαιοσύνης. ἡ γὰρ κατὰ τὸ ἴσον δικαιοσύνη μέρος τῆς ὡς νομιμότητος δικαιοσύνης, καθὼς προείρηται. ὥστε περὶ τῆς ἐν μέρει δικαιοσύνης. δείξας ὅτι τις ἐν μέρει δικαιοσύνη ἀρετὴ καὶ ἐν μέρει ἀδικία κακία, περὶ τούτων, φησί, τὰ νῦν δεικτέον τῶν τε ἕξεων καὶ τῶν κατὰ τὰς ἕξεις λεγομένων, τοῦ μὲν δικαίου τοῦ δὲ ἀδίκου ἰδίως.

“然而,既然不均等与过多并非同一事物,而是彼此有别。” 他指明了依照违法的不正(它是全体的且普遍的)与依照不均等的部分不正之间的区别;并且他是通过一个比喻来指明这一点的。因为通过指明不均等与贪多之间的区别处于何种状态,他由此亦使诸不义之事的区别变得明晰。因为正如在这些事物中,贪多者固然全是不均等的,但若有人是不均等的,却未必便已是贪多者(因为在某物上所得过少者虽然是不均等的,但绝非贪多者,盖因不均等述及二者,且不均等是共通且更普遍的,而过多则从属于前者且更为局部),他说,诸不正的情况亦是如此。因为并非只要某事是违法的,它便也是不均等的;因为怯懦固然违法,却非不均等。正义之于正义亦同样如此。因为正如前文所述,依照均等的正义乃是作为合法性的正义的一部分。“因此关于部分的正义[必须加以论述]。”在指明某种部分的正义是一种德性而部分的不正是一种恶行之后,他说,如今必须就这些品质以及依这些品质特有地被述及的事物(即公正与不义)予以阐明。

§5.14

"Ἡ δὲ τῆς κακίας ἀφείσθω." Ἀπὸ κοινοῦ τὸ ‘τῆς ὅλης οὖσα χρῆσις’· σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων. εἰπὼν ὅτι τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά ἐστι· καθ’ ἑκάστην γὰρ ἀρετὴν προστάττει ζῆν καὶ καθ’ ἑκάστην μοχθηρίαν κωλύει ὁ νόμος, τούτοις δεικτικοῖς οὖσι τοῦ τὴν ὡς νομιμότητα λεγομένην δικαιοσύνην πασῶν τῶν ἀρετῶν χρῆσιν εἶναι πρὸς ἄλλον2 καὶ διὰ τοῦτο τελείαν ἀρετήν, προστίθησι τὰ ἑξῆς τοῦ σχεδὸν ὄντα ἐξηγητικά, λέγων τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν. ἔστι γάρ τινα τῶν νομίμων ἃ οὐ περὶ τοῦ πῶς δεῖ ζῆν ἀλλὰ περὶ τοῦ πῶς ἐν ἀρετῇ γίνοιντ’ ἂν οἱ πολῖται εἰσηγεῖται. ὁ γὰρ ἔμφρων νομοθέτης οὐ μόνον περὶ τούτων νομοθετεῖ, καθ’ ἃ δεῖ ζῆν τοὺς ἄνδρας ἤδη καὶ τῆς πολιτείας μετέχοντας, ἀλλὰ πολὺ πρότερον περὶ τῆς παιδείας τῶν ἐσομένων ἀγαθῶν τε καὶ νομίμων πολιτῶν προαγορεύει, ἃ δηλονότι ποιητικὰ τῆς ὅλης τε καὶ κοινῆς καὶ τελείας ἀρετῆς. ἕκαστον δὲ τούτων παιδεύει τοὺς πολίτας κατὰ τὴν πρὸς τὸ κοινὸν ἀναφοράν. διότι γὰρ τῷ κοινῷ ταῦτα συμφέρει, ταῦτα δηλονότι ὁ νομοθέτης ἀξιοῖ παιδεύεσθαι τοὺς ἐσομένους καλούς τε καὶ ἀγαθοὺς πολίτας, ποιητικὰ τῆς ὅλης καὶ τελείας ἀρετῆς· ἃ καὶ τῆς τοιαύτης δικαιοσύνης εἴη ἄν. εἰπὼν δὲ τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς, ὅτι ἔστι τῶν νομίμων ἃ νενομοθέτηται περὶ παιδείας τῆς πρὸς τοὺς πολίτας, προστίθησι πάλιν. περὶ δὲ τῆς τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστιν ἐρεῖν ἐπαγγέλλεται·3 καὶ τοῦτο ποιήσει ἐν τοῖς Πολιτικοῖς. οὐ γὰρ ὁ ἀγαθὸς ἀνὴρ ἤδη καὶ πολίτης ἀγαθός· ἐν μὲν γὰρ ταῖς ἀγαθαῖς καὶ καλῶς ἐχούσαις πολιτείαις ὁ αὐτός ἐστιν, ἐν δὲ ταῖς μὴ οὕτως ἐχούσαις οὐκέτι. ἀγαθῶς γὰρ καὶ καλῶς ἐχούσης πολιτείας καὶ ὁ πολίτης ἀγαθὸς τοῖς τῆς σωτηρίας τῆς πολιτείας ἐχομένοις συντελῶν καὶ ἔστιν ἀνήρ τε καὶ πολίτης ἀγαθὸς ὁ αὐτός· μοχθηρᾶς δὲ πολιτείας ὁ τὴν σωτηρίαν σπουδάζων πολίτης μὲν ἀγαθός, ἀνὴρ δ’ ἀγαθὸς οὔ, ὥσπερ καὶ ἀνὴρ ὢν ἀγαθὸς οὐκ ἔσται πολίτης ἀγαθός, περιφρονῶν φαύλην πολιτείαν καὶ μὴ κατ’ αὐτὴν πολιτευόμενος. ὥστε εἰ τοῦτο, οὐδὲ εἷς ἀεὶ καὶ ὁ αὐτὸς ἔσται νομοθέτης τοῦ τε ἄνδρα ἀγαθὸν καὶ πολίτην ἀγαθὸν εἶναι.

“然而恶行的[不正]姑且置之不论。” “作为全体之运用”这句短语是共通补足的。“因为合法之事的几乎大多数[皆是出于全德所规定的]。”在说明了合法之事的大多数皆是出于全德所规定的之后(因为法律命令依每种德性生活,并禁止每种邪恶),在这些指明了被称作合法性的正义乃是一切德性对另一人的运用、并因此是完满的德性的事项之上,他补充了后续解释“几乎”的内容,指出合法之事中产生全德的事物,乃是那些针对面向共同体的教育而立法的规定。因为有些合法之事所引入的,不是关于人应当如何生活,而是关于公民如何能在德性中成长。因为明智的立法者不仅就那些业已参与政制的人应当依之生活的规范立法,而且远在之前便针对将成为优良且守法的公民的教育发出宣示,而这些显然是产生总体、共通且完满之德性的事物。并且这每一项皆是依照对共同体的关联来教育公民。因为既然这些事对共同体有利,立法者显然认为那些将要成为优秀善好的公民应当在这些产生总体且完满德性的事物上受教育;而这些事物亦当属于此类正义。在说明了产生全德的事物乃是针对向着公民的教育而立法的合法规定之后,他又补充道。并且他预告将论述关于具体之人的[教育]——人依此乃是单纯地善好的;而他将在《政治学》中讨论此事。因为善好的人未必便已是善好的公民;因为在优良且良好的政制中二者是同一的,而在非如此的政制中则不再如此。因为当政制处于善好且良好的状态时,公民亦通过促进关乎政制保全的事项而成为善好的,且善好的人与善好的公民是同一的;但在败坏的政制中,热心于其保全的人固然是善好的公民,却不是善好的人,正如身为善好的人也不会是善好的公民,因为他鄙视卑劣的政制且不依照它来行使公民生活。因此若是如此,使人成为善好与使公民成为善好的立法者,亦绝非始终是一而且相同的。

语法注3 条
  1. 5.13οὕτως οὖν καὶ τὰς ἀδικίας ἔχειν φησίν

    由主动词 φησίν 统辖的宾格带不定式结构,其中 τὰς ἀδικίας 为逻辑主语,ἔχειν 为不定式,与副词 οὕτως 连用表示“诸不正亦处于这种状态”。

  2. 5.14τούτοις δεικτικοῖς οὖσι τοῦ τὴν ὡς νομιμότητα λεγομένην δικαιοσύνην πασῶν τῶν ἀρετῶν χρῆσιν εἶναι πρὸς ἄλλον

    受后续主动词 προστίθησι 支配的与格短语(τούτοις δεικτικοῖς οὖσι),其中 τούτοις 指代前述法律关于德性的命令与禁止。形容词 δεικτικός 统辖由冠词属格 τοῦ 引导的宾格不定式从句(逻辑主语为 τὴν ... δικαιοσύνην,动词为 εἶναι,表语为 χρῆσιν)。

  3. 5.14περὶ δὲ τῆς τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστιν ἐρεῖν ἐπαγγέλλεται

    主动词 ἐπαγγέλλεται(允诺、预告)支配将来时不定式 ἐρεῖν(论述),后者由介词短语 περὶ δὲ τῆς τῶν καθ’ ἕκαστα 充当补足语。在阴性冠词 τῆς 之后,语境中省去了名词 παιδείας(教育)或 ἀρετῆς(德性),关系代词 καθ’ ἣν 即以此省略词为先行词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:213.35-215.11