← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§212.27-213.34

获利动机与局部不正的固有性

厄斯特拉齐奥斯注解了亚里士多德通过通奸的不同动机(获利与放荡)以及将不义行为归属于特有恶行来论证存在有别于普遍不正的“基于贪多的局部不正”的论述(1130a24–1130a28),并阐释了二者如何在共享“对另一人的关系”这一共同属的同时,在所关涉的对象上呈现出同名异义的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11

" Ἔτι εἰ ὁ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει." Ἡ δευτέρα ἐπιχείρησις τοιαύτη ἐστίν· εἰ ἡ αὐτὴ πρᾶξις οἷον μοιχεία διὰ μὲν κέρδος καὶ πλεονεξίαν γινομένη δι’ ἀδικίαν γίνεται, διὰ δ’ ἐπιθυμίαν, δι’ ἀκολασίαν καὶ οὐχὶ δι’ ἐπιθυμίαν ἄδικον, τὴν δὲ πλεονεξίαν δι’ οὐδὲν ἢ διὰ κέρδος, ἄλλη δηλονότι ἐστὶν ἀκολασία καὶ ἄλλη ἀδικία ἡ διὰ κέρδος. ἀμφότεραί τε τῆς κοινῆς ἀδικίας διαφέρουσιν, ὅτι ἐκείνη μὲν κατ’ ἀμφοτέρων λέγεται, τούτων δὲ οὐδετέρα κατὰ τῆς ἑτέρας. τὸ δὲ δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν ἴσον ἐστὶ τῷ ὡς εἰ ἔλεγε,1 δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν ὁ ἄδικος ἄδικος ἀλλ’ οὐ διὰ ἀκολασίαν· ἄλλως ἄρα τὸ κερδαίνειν ἄδικον καὶ ἄλλως τὸ ἀκολασταίνειν· ἀλλ’ εἰ τῶν κατὰ διαφόρους αἰτίας ἀδικούντων ὁ ἕτερος ἐν οἰκείᾳ κακίᾳ ἐστὶ παρὰ τὴν κοινὴν κακίαν, δῆλον ὡς καὶ ὁ ἕτερος.

“再者,如果一人为了获利而通奸[另一人出于欲望而通奸]。” 第二条论证如下:如果同一行为(如通奸),当为了利益和贪多而产生时是出于不正,而当出于欲望[产生时]则是出于放荡而非出于不正的欲望,且贪多除为了获利之外不为任何其他目的,那么放荡显而易见是一回事,为了获利的不正则是另一回事。且二者皆不同于共同的不正,因为后者述及二者,而这二者皆不述及对方。“因此显而易见这是为了获利”这句短语等同于他说:“因此显而易见,不义者是为了获利而是不义的,而非出于放荡”;因此,获利以一种方式是不义的,行放荡则以另一种方式是不义的。但是,如果出于不同原因而行不义的人中,其中一人处于除共同恶行之外的特有恶行中,显而易见另一人也是如此。

§5.12

"Ἔτι παρὰ μὲν τἄλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπαναφορά." Ὁ νοῦς τῆς τρίτης ἐπιχειρήσεως τοιοῦτος· εἰ δὲ αἱ μοχθηρίαι τε καὶ κακίαι πᾶσαι πρὸς τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγονται καὶ ἡ πλεονεξία ὁμοίως (ὑπάγεται δὲ καὶ κατὰ τὸ προσεχὲς ἴδιον τῇ ἀδικίᾳ), ἔστιν ἄρα τις παρὰ τὴν κοινὴν ἀδικίαν ἄλλη ἀδικία ἐν μέρει οὖσα ἐκείνης ἀναλογίαν ἔχουσα πρὸς αὐτὴν ὡς καὶ ἀκολασία δειλία τῶν ἄλλων ἑκάστη κακιῶν ἑκάστῃ συνώνυμος. ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει. τὴν ἐν μέρει κακίαν τῇ καθόλου ἀδικίᾳ οὖσαν ὁμώνυμον· ἐπὶ τοσοῦτόν φησιν αὐτὴν ὁμώνυμον εἶναι καὶ λόγου πως τοῦ αὐτοῦ κοινωνεῖν, καθόσον ἑκατέρα αὐτῶν ἐν τῷ αὐτῷ γένει ἐστί. πῶς δὲ ἐν τῷ αὐτῷ γένει καὶ ἐν τίνι, αὐτὸς ἐδήλωσεν εἰπὼν ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον, καὶ εἰ κατὰ πλεονεξίαν, ἐν τῷ πρὸς ἄλλους ἁμαρτάνειν τὸ εἶναι αἱ κακίαι ἔχουσιν. εἰπὼν δὲ κοινὸν γένος αὐτῶν καθ’ ὃ δοκοῦσι συνώνυμοι, ἐφεξῆς πάλιν διαφορὰν αὐτῶν λέγει καθ’ ἣν ὁμώνυμα γίνεται. ἡ μὲν γὰρ ἐν μέρει ἀδικία, ἡ κατὰ πλεονεξίαν, περὶ τιμήν, φησίν, ἔστιν ἢ χρήματα (εἴη δ’ ἂν λέγων τὰ τυχηρὰ τῶν ἀγαθῶν ἐν οἷς δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ταῦτα γίνεται), ἡ δὲ ἑτέρα περὶ ἃ ὁ σπουδαῖος πρακτικός· καὶ τοῦτό ἐστι τὸ ἔμπροσθεν εἰρημένον, ἀλλ’ ὅσα τῷ σύνεγγυς αὐτῶν εἶναι δι’ ὁμωνυμίαν λανθάνειν δύναται καὶ κατὰ τὸ μὴ ἐν τῷ αὐτῷ γένει εἶναι λέγεσθαι· οὕτω γὰρ ἂν συνώνυμα ἔσται καὶ τὰ ἐναντία, ἀλλὰ καθόσον ἀμφοτέροις ὁ αὐτός πως λόγος κοινός. ἕξεις γὰρ πρακτικαὶ ἄμφω, διαφέρουσι δὲ ὅτι αἱ μὲν τῶν αἰσχρῶν πρακτικαί, αἱ δὲ τῶν περὶ ἃ ὁ σπουδαῖος. ὅτι μὲν οὖν εἰσὶ δικαιοσύναι πλείους ἀπὸ τοῦ ἐναντίου τοῦτο ἔδειξεν· ἀπὸ γὰρ τῆς ἀδικίας· ὡς γὰρ ἐκείνη διχῶς, οὕτω καὶ αὕτη λέγεται· καὶ ὡς ἐκείνη διαφέρει ἑτέρα τῆς ἑτέρας, οὕτω καὶ αἱ δικαιοσύναι. διώρισται δὲ τὸ ἄδικον, ὅτι ἡ κατὰ τὴν πλεονεξίαν ἀδικία ὑπὸ τὴν ἀνισότητα ἦν· ἡ μὲν γὰρ ἡ αὐτὴ οὖσα περὶ τὰ ἀγαθὰ πλεονεξία ἐν τοῖς κακοῖς, πάλιν ἐν τοῖς ἀντικειμένοις ἐκείνοις τοῖς ἀγαθοῖς μειονεξία.2 τοῦτο δὴ πρῶτον ἔδειξε. διὸ διττὸν τὸ ἄδικον, τὸ παράνομον καὶ τὸ ἄνισον, καὶ κατὰ μὲν τὸ παράνομον ἡ πρότερον ῥηθεῖσα ἀδικία περιεκτικὴ πασῶν, κατὰ δὲ τὸ ἄνισον ἡ δευτέρα καὶ ὑπ’ ἐκείνην.

“再者,对于所有其他不义行为,皆归属[于某种特有恶行]。” 第三条论证的大意如下:如果诸恶行和全部邪恶除了不正这一共同名称之外,还从属于恶行的某种特有之种,且贪多亦同样从属(而且它是按照不正最邻近的特有之种从属的),那么除了共同的不正之外,便存在着某种作为前者的部分、且对前者具有类比关系的其他不正,正如同放荡和怯懦与其余各种恶行是同义的那样。因为定义处于同一属中。局部的恶行与普遍的不正是同名异义的;他说它与普遍的不正是同名异义的且在某种程度上分有相同的定义,仅仅在于它们各自皆处于同一属中。至于如何处于同一属中以及处于何属之中,他自己通过说道“因为二者皆处于对另一人的关系中”阐明了;而如果依照贪多,诸恶行便是在对他人犯罪中具有其本质。在说明了它们似乎是同义的共同属之后,他接着又阐明了使它们成为同名异义的种差。因为他指出,依照贪多的局部不正乃是关涉荣誉或金钱(他所指的当是运气的善物,在这些善物中,由于来自获利的快乐而产生了这些事情),而另一不正则是关涉优异者在实践中所涉及的事物。这就是前文所说的内容;相反,不应采纳那些由于彼此邻近而能够因同名异义潜伏未察的事物,亦不应采纳由于不处于同一属中而被述及的事物;因为若如此,甚至相反者也将是同义的,而只能就相同的定义在某种程度上为两者所共有而言。因为二者皆是实践的品质,但二者的区别在于:前者是丑恶事物的实践品质,后者则是优异者所关涉事物的实践品质。因此,存在多种正义,他是从相反者、即从不正出发指明这一点的;因为正如不正有两重含义,正义也是如此被述及的;且正如不正彼此有别,诸正义亦是如此。不义之事已被区分开来,因为依照贪多的不正从属于不均等;因为在善物上表现为贪多的同一事物,在恶事上、即在与那些善物对立的事物上,则相反地表现为索取过少。这正是他首先指明的事情。因此不义之事是双重的,即违法之事与不均等之事,依照违法之事的是前述包含一切的不正,依照不均等之事的则是第二种且从属于前者的不正。

语法注2 条
  1. 5.11τὸ δὲ δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν ἴσον ἐστὶ τῷ ὡς εἰ ἔλεγε

    中性定冠词 τό 将引自亚里士多德原文的短语 δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν 实词化作为主语,而 ἴσον ἐστί(“等同于……”)所要求的与格补足成分则引出了假设比较从句 ὡς εἰ ἔλεγε...(“仿佛他在说……”)。

  2. 5.12ἡ μὲν γὰρ ἡ αὐτὴ οὖσα περὶ τὰ ἀγαθὰ πλεονεξία ἐν τοῖς κακοῖς, πάλιν ἐν τοῖς ἀντικειμένοις ἐκείνοις τοῖς ἀγαθοῖς μειονεξία

    省略了系动词 ἐστί 的对仗句结构。在善物上表现为索取过多(πλεονεξία)的同一事物,在与那些善物对立的恶事上,则相反地成为索取过少(μειονεξία)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:212.27-213.34