- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:211.4-212.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提俄斯阐明了作为全体德性的正义何以在“对另一人的运用”中达到最高程度的完全性,并以上坡路与下坡路的类比解释了全体德性与普遍正义的本质区别;随后,他通过区分贪多(多取)与其他具体恶行,论证了应接下来探讨的“部分正义”的存在。
" Κάκιστος μὲν οὖν καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους χρώμενος τῇ μοχθηρίᾳ." Ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ κάκιστος ὁ πρὸς τοὺς κοινωνοὺς καὶ φίλους χρώμενος τῇ πονηρίᾳ, οὕτω δὴ καὶ ἄριστος ὁ πρὸς ἑαυτὸν καὶ τοὺς κοινωνούς τε καὶ φίλους τῇ ἀρετῇ χρώμενος. τρόπον γάρ τινα καὶ τότε πρὸς αὑτὸν χρῆται τῇ ἀρετῇ, χρώμενος αὐτῇ πρὸς τοὺς φίλους. ἀλλ’ ἔστιν ἄριστος ὁ καὶ πρὸς ἑτέρους μὴ μόνον πρὸς αὑτὸν καὶ τὰ αὑτοῦ. αὑτοῦ γὰρ οἵ τε φίλοι καὶ τὰ τῶν φίλων· καὶ ἔοικε τοῦτο μᾶλλον λέγειν· καὶ τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ μάλιστα τὴν τοιαύτην δικαιοσύνην τελείαν ἀρετὴν εἶναι, εἴ γε ἄριστος ὁ τῇ ἀρετῇ πρὸς ἄλλους χρώμενος, ὃ ἴδιον τῆς δικαιοσύνης. αὕτη μὲν οὖν ἡ δικαιοσύνη, ὡς ἡ ἀνδρεία φέρε καὶ ἡ σωφροσύνη· τοῦτο γὰρ βούλεται λέγειν, ὅτι ἡ δικαιοσύνη ὅλη καὶ πᾶσα ἀρετή ἐστιν, ἀλλ’ οὐ μία τις καὶ μέρος. τί δὲ διαφέρει ἡ δικαιοσύνη αὕτη καὶ ἡ ἀρετή, δῆλον ἐκ τῶν εἰρημένων. τί δὲ διαφέρει ὅλη ἡ ἀρετὴ καὶ ἡ τοιαύτη δικαιοσύνη δῆλον ἐκ τῶν προειρημένων εἶναι. ἔστι μὲν γὰρ κατὰ τὸ ὑποκείμενον ἡ αὐτή (ἀμφότεροι γάρ εἰσιν ἡ ὅλη ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα),1 κατὰ δὲ τὸν λόγον καὶ τὸ εἶναι διαφέρει ἀλλήλων, καθόσον ἡ ὅλη ἀρετή ἐστιν ἕξις ψυχῆς λογικῆς ἀρίστη, ἡ δὲ δικαιοσύνη χρῆσίς ἐστι τῆς τοιαύτης ἕξεως πρὸς ἕτερον. ὡς γὰρ ἀνάβασις καὶ κατάβασις ταὐτὸν ὄντα κατὰ τὸ ὑποκείμενον τὸ εἶναι οὐ ταὐτὸν ἔχουσιν,2 οὕτω καὶ ἡ ὅλη ἀρετὴ καὶ ἡ τοιαύτη δικαιοσύνη. ἐπεὶ τοίνυν ἡ μὲν τοιαύτη δικαιοσύνη ἐστὶν ὅλη ἀρετή, ἡμεῖς δὲ ζητοῦμεν τὴν ἐν μέρει λεγομένην (οὕτω γὰρ καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἑκάστης καθ’ ἑαυτὴν εἰρήκαμεν), δῆλον ὡς περὶ ἄλλης ἡμῖν δικαιοσύνης ὁ λόγος λεκτέος ἐστίν, ἀλλ’ οὐ περὶ ταύτης. ὁμοίως δὲ καὶ περὶ ἀδικίας. καὶ πρῶτον μὲν δείκνυσιν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη παρὰ τὴν προειρημένην, εἶτα τίς ἐστιν ἐρεῖ.
“因此,对自己和对朋友都施加恶劣品质的人是最恶劣的。” 他的意思如下:并非像对同伴与朋友施加邪恶者是最恶劣的那样,对自己以及同伴与朋友施加德性者也就是最优异的。因为在某种意义上,当一个人对朋友施加德性时,他那时也是对自己施加德性。相反,最优异者乃是不仅对自己和属于自己的事物,而且对他人也施加德性的人。因为朋友与朋友的事务皆属于自己;而他似乎更是这个意思。这一点也支持了这样的论证:如果对他人施加德性者是最优异的,且这是正义所特有的,那么此类正义最是完全的德性。“因此,这种正义”,例如勇敢和节制[便非如此];因为他想表达的是,正义是全体且全部的德性,而不是单一的某一种德性或部分。“这种正义与[全体的]德性有何区别,从已谈到的内容中便很清楚了。”全体德性与此类正义有何区别,从前文所言已很清楚。因为就底层而言它是相同的(因为两者都是全体德性以及由一切构成的总和),但在定义和本质上它们彼此不同,因为全体德性乃是合乎理性的灵魂的最优品质,而正义乃是此类品质对另一人的运用。因为正如上坡路与下坡路在底层上是同一的,其本质却不同,全体德性与此类正义也是如此。既然此类正义是全体德性,而我们所寻求的是按部分而说的正义(因为关于其他各门德性,我们也是就其自身逐一论述的),显而易见,我们要讨论的言论乃是关于另一种正义,而非关于这一种。关于不正亦是如此。首先他指明除前述的正义之外另有某种正义存在,随后他将说明它是什么。
"Κατὰ μὲν γὰρ τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δὲ οὐδέν." Θέλων δεῖξαι ἄλλην τινὰ δικαιοσύνην οὖσαν παρὰ ταύτην τὴν κοινήν τε καὶ προειρημένην ἀπὸ τοῦ ἀδίκου πάλιν δείκνυσι τοῦτο. δείξας γὰρ ἄδικόν τινα ὄντα παρὰ τὸν παράνομον ἄλλον, δείξει καὶ τὸν τούτῳ ἀντικείμενον δίκαιον ἄλλον τοῦ ὡς νομίμου δικαίου λεγομένου. ὅτι μὲν οὖν ἔστιν ὑπὸ τὴν κοινὴν ἀδικίαν, ἥτις ἐστὶ παρανομία, ἀδικία τις ἡ κατὰ τὴν πλεονεξίαν ἄλλη οὖσα ἐκείνης καὶ ὑπ’ ἐκείνην, διὸ καὶ ὁμώνυμος αὐτῇ, πρῶτον μὲν οὕτω δείκνυσιν. εἰ μήτε οἱ κατὰ τὰς ἄλλας μοχθηρίας πλεονεκτοῦσιν ἐνεργοῦντες καίτοι ἀδικοῦντες καὶ παρανομοῦντες3 (οὔτε γὰρ ὁ ῥίψας τὴν ἀσπίδα πλεονεκτεῖ, καίτοι διὰ δειλίαν τοῦτο ποιῶν καὶ κατὰ τοῦτο ἀδικῶν, οὔτε ὁ κακῶς εἰπών τινα, καίτοι δι’ ὕβριν τοῦτο ποιῶν, οὔτε ὁ μὴ ἐπικουρήσας ἀξίῳ τινὶ εἰς χρήματα, καίτοι δι’ ἀνελευθερίαν ποιήσας τοῦτο, ἀλλὰ μηδὲ οἱ πλεονεκτοῦντες κατά τινα τῶν προειρημένων κακιῶν μίαν τοῦτο ποιοῦσιν ἀλλὰ μηδὲ κατὰ πάσας ἅμα τὰς κακίας, κατὰ κακίαν μέντοι τινὰ τοῦτο ποιοῦσι καὶ κατὰ πονηρίαν· ψέγομεν γὰρ αὐτοὺς καὶ λέγομεν ἀδίκους τε καὶ κατ’ ἀδικίαν τοῦτο ποιεῖν), εἴη ἂν ἄλλη τις αὕτη ἀδικία, καθ’ ἣν ἡ πλεονεξία τῆς κοινῆς ἐκείνης κοινωνεῖ * * * κακίᾳ ἐνεργοῦντες ἅμα καὶ τῷ ἄδικοι εἶναι καὶ πλεονέκται κατά τι. ἐν μέρει οὖν τοῦ κοινοῦ ἀδίκου τοῦ περὶ τὸν νόμον ταῖς ἄλλαις κακίαις ἀνάλογον ἔχουσα πρὸς τὴν κακίαν (ἡ γὰρ δειλία, ἡ θρασύτης, ἡ ἀκολασία κακία τῷ καθόλου ὀνόματι κέκληται) ὁμώνυμός ἐστιν αὐτῇ, οὐ δοκεῖ δὲ ὁμώνυμος αὐτῇ εἶναι διὰ τὸ καθόλου εἶναι ὡς μέρος καὶ ὑποτετάχθαι αὐτῇ ὡς εἶδος γένει. εἶτα ἐπάγει ἀλλὰ μὴν οὐδὲ κατὰ πάσας· οὕτω γὰρ αὐτὴν χωρίσει καὶ τῆς ἄλλης ἀδικίας, οὐ μόνον τῶν ἄλλων ἀδικιῶν ἁπασῶν. εἰ ἄλλη ἐστίν, εἴη ἄν τις ἀδικία παρὰ πάσας τὰς ἄλλας κακίας, τήν τε κοινὴν καὶ τὰς ἄλλας τὰς ὑπὸ τὴν κοινήν. ὅτι οὖν μὴ κατὰ πάσας, δῆλον ἐκ τούτου· εἰ κατὰ πάσας καὶ κατὰ τὴν κοινὴν ἰδίως· τούτῳ γὰρ εἰ τὸ κατὰ πάσας, κατηγοροῖτ’ ἂν καὶ κατὰ τῶν ἄλλων πασῶν ἡ πλεονεξία· καὶ ἕκαστος τῶν κατὰ τὰς ἄλλας κακίας ἁμαρτανόντων ὡς ἄδικος, οὕτω καὶ πλεονέκτης ἐλέγετο. ὅταν δὲ πλεονεκτῇ, πολλάκις κατ’ οὐδεμίαν τούτων· πρόσκειται τοῦτο· οὐ γὰρ ἅπαξ ἤδη καὶ πλεονέκτης· ἔθει γὰρ ἡ ἕξις ἐγγίνεται· τὸ δὲ ἅπαξ οὐ δυνατὸν ποιεῖν τὸ ἔθος.
“因为依照其他恶劣品质行动的人固然行不义,却绝无贪多。” 为了指明除了这种共同且前述的正义之外另有某种正义存在,他再次从不正的角度来指明这一点。因为在指出除了违法者之外另有某种行不义者之后,他也将指出与此人对立的正义者不同于被称为守法者的正义者。因此,在作为违法的共同不正之下,存在着某种依照贪多的不正,它有别于前者且归属于前者之下,从而与前者同名异义;他首先以如下方式指明这一点。如果依其他恶劣品质行动的人并不贪多,尽管他们行不义且违法(因为抛弃盾牌者并不贪多,尽管这是出于怯懦所为且依照怯懦行不义;恶言伤人者也不贪多,尽管这是出于狂妄所为;在金钱上未资助应得资助者的人亦不贪多,尽管这是出于吝啬所为;但贪多者也不是依照前述恶劣品质中的任何一种来行此事,亦非同时依照一切恶劣品质来行此事,然而他们确实依照某种恶行与邪恶来行此事;因为我们谴责他们,称他们是不义者,且依不正而行此事),那么这种不正便会是另一种不正,依照它,贪多便分有了那共同的不正[……]在恶劣品质中活动,同时通过在某一方面是不义且贪多的[……]。因此,它作为关于法律的共同不正的一部分,与其他诸恶行相对于恶劣品质具有类比关系(因为怯懦、鲁莽、放荡皆以普遍名称被称为恶劣品质),从而与它[共同的不正]同名异义,但由于它是作为部分而处于普遍者之下,且像种从属于属那样从属于它,它并不显得与它同名异义。随后他补充道“但绝非依照一切[恶劣品质]”;因为通过这种方式,他不仅将它与所有其他不正区分开,而且将它与另一种[共同的]不正区分开。如果它是另一种,那么除了所有其他恶行,〔即〕普遍的恶行以及处于普遍者之下的其他恶行之外,便会有某种不正存在。因此,它并非依照一切[恶行],从下述便可清楚得知:如果它是依照一切恶行,它也将特异地依照普遍的恶行;因为如果依照一切恶行属于它,贪多也将被述及所有其他恶行,并且依照其他恶行犯罪的每个人正如被称为不义者一样,也将被称为贪多者。“但当他贪多时,往往不依照这些之中的任何一种。”此处加上了这句话;因为人并非一旦行此一次便已经是贪多者;因为品质是由习惯产生的,而单单一次的行为不可能形成习惯。
- 5.9ἀμφότεροι γάρ εἰσιν ἡ ὅλη ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα
阳性复数主格 ἀμφότεροι 用作代词性主语,指代前文刚提及的两个阴性名词概念 ἡ ὅλη ἀρετή 与 ἡ τοιαύτη δικαιοσύνη(“两者”)。此处出现了语法性的不一致(依义构句/synesis),将两者作为概括性的两个对象来指称。
- 5.9ὡς γὰρ ἀνάβασις καὶ κατάβασις ταὐτὸν ὄντα κατὰ τὸ ὑποκείμενον τὸ εἶναι οὐ ταὐτὸν ἔχουσιν
在此句中,并列主语 ἀνάβασις καὶ κατάβασις 为阴性,而分词 ταὐτὸν ὄντα 则取中性(在概念上将上坡与下坡的路视为同一个底层事物),定冠词不定词 τὸ εἶναι(“其本质/存在”)作为主动词 ἔχουσιν 的直接宾语。整个结构对比了“在底层上同一(κατὰ τὸ ὑποκείμενον)”与“在本质上不同(τὸ εἶναι οὐ ταὐτὸν ἔχουσιν)”。
- 5.10εἰ μήτε οἱ κατὰ τὰς ἄλλας μοχθηρίας πλεονεκτοῦσιν ἐνεργοῦντες καίτοι ἀδικοῦντες καὶ παρανομοῦντες
这是一个长篇条件句的前件起始部分:εἰ 引导的条件从句以 μήτε οἱ κατὰ τὰς ἄλλας μοχθηρίας...(“如果依其他恶行行动者并不贪多……”)开始,在列举了插叙性的具体例证(丢弃盾牌、恶语伤人、不给金钱)之后,延续至 ἀλλὰ μηδὲ οἱ πλεονεκτοῦντες...(“更不是贪多者依照……”),最终落实到后件主句 εἴη ἂν ἄλλη τις αὕτη ἀδικία(“这种不正便会是另一种不正”)。
