- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:209.24-211.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐明了亚里士多德为何将守法正义界定为“并非无条件的完全德性”,借助向他人的运用这一维度区分了完全德性的三种形式(单个德性、诸德总和、运用于他人的总和),并注疏了文学引文(欧里庇得斯、忒俄格尼斯等)。随后,他阐述了与个人私事不同,在政治共同体中实践德性除了普遍知识外还必须具备实际事务的经验。
" Αὕτη μὲν οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία ἀλλ’ οὐχ ἁπλῶς." Ἡ δικαιοσύνη, φησί, τελεία ἀρετή, ἀλλ’ οὐχ ἁπλῶς· λέγεται μὲν γὰρ καὶ ἡ ἀντιδιαστελλομένη πρὸς τὴν φυσικήν τε καὶ κατ’ εὐφυΐαν λεγομένην ἀνδρείαν, ἀλλ’ ἀτελὴς αὕτη. ἀτελὴς μὲν ἡ ἐν τῷ Ἀχιλλεῖ, τελεία δὲ ἡ μετὰ φρονήσεώς τε καὶ ὀρθοῦ λόγου ὑπομενητικὴ τῶν μεγίστων κινδύνων· αἱ οὖν τέλειαι ἀντακολουθοῦσιν ἀλλήλαις· ὁ γὰρ τούτων ἔχων μίαν πάσας ἔχειν λέγεται. τελεία δὲ ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα, ἧς καὶ νῦν μνημονεύει λέγων ἀρετὴ μέν ἐστι τελεία, ἀλλ’ οὐχ ἁπλῶς. ἡ γὰρ ἁπλῶς τελεία ἀρετή ἐστιν, ἣν προειρήκαμεν, τελεία οὖσα κατά γε τὸ τέλειον ἔχειν ἤδη καὶ τὸ πᾶσαν ἔχειν ὡς ἑκάστην αὐτῶν.1 τρίτη δέ ἐστιν, ἣν νῦν προτίθησιν, ἡ κατὰ τὴν νομιμότητα, ἥτις ἐστὶν ἄθροισμα μὲν ἁπασῶν τῶν ἀρετῶν, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ ἐφ’ ἑαυτὸν καὶ πρὸς ἑαυτοὺς λαμβανομένη ἀλλ’ ἐν τῇ πρὸς ἕτερον χρήσει. ἡ γὰρ κατὰ πάσας τὰς ἀρετὰς ἐνέργεια ἐπὶ σωτηρίαν γινομένη τῆς πολιτικῆς κοινωνίας ἐστὶν ἡ νῦν λεγομένη τελεία ἀρετὴ καὶ ὡς νομιμότης δικαιοσύνη. ταύτην γάρ φησι τελείαν ἀρετὴν καὶ ἐκ πασῶν συγκεῖσθαι, τὴν ὅταν μὴ ἁπλῶς ἀλλ’ ὅταν πρὸς τὴν πολιτικὴν κοινωνίαν τὴν χρῆσιν ἀναφερομένην ἔχῃ.2 τῇ προσθήκῃ γὰρ ταύτῃ τῆς τελείας ἀρετῆς ἡ τοιαύτη δικαιοσύνη διαφέρει, καθὸ κἀκείνῳ δοκεῖ τελειότερον. τελειότερον γάρ ἐστιν ἕξις καὶ ἀρετή, ἣν ὁ ἔχων αὐτῇ καὶ πρὸς ἄλλον χρῆσθαι δύναται, ἀλλ’ οὐχὶ μόνον καθ’ ἑαυτόν· τοιαύτη δὲ ἡ κατὰ τὴν νομιμότητα δικαιοσύνη. καὶ διὰ τοῦτο, διὰ τὸ πρὸς ἕτερον δίκαιον. καὶ οὔθ’ ἕσπερος. τοῦτο ἐξ Εὐριπίδου Σοφῆς Μελανίππης· λέγει γὰρ ἐν αὐτῇ “δικαιοσύνας τὸ χρύσεον πρόσωπον”. καὶ παροιμιαζόμενοί φαμεν. τοῦτο Θεόγνιδος· εἴρηται δὲ οὕτως· βούλεο δ’ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος· ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσα ἀρετή· χώραν μέντοι παροιμίας ἐπέχει καὶ μέμνηται αὐτῆς ὡς παροιμίας Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ ἠθῶν, ἐν δὲ τῷ πρώτῳ τῶν Ἠθικῶν ὡς Φωκυλίδης αὐτῷ ἐχρήσατο, ἢ καὶ ὁμοίως ἀμφότεροι χρῶνται Φωκυλίδης καὶ Θέογνις τούτῳ.
“因此,这种正义虽是完全的德性,但并非无条件的。” 他说,正义是完全的德性,但并非无条件的;因为那与自然的以及依天赋禀赋所言的勇敢相区别的[勇敢]虽也被称为完全的,但后者是不完全的。阿喀琉斯身上的勇敢是不完全的,而伴随着明智与正确理性、能经受极大危险的勇敢则是完全的;因此,诸完全的德性相互伴随;因为拥有其中之一者便被说成拥有全部。而诸德性的总和也是完全的德性,他现在所提及的也正是这种,他说“虽是完全的德性,但并非无条件的”。因为无条件完全的德性乃是我们先前所说的那种,它至少在已经具备完全者,并且作为它们各自而具备全部德性这一方面是完全的。而第三种乃是他现在提出的、依照守法性的德性,它是一切德性的总和,但并非无条件地、也非就自身或相互之间而言被看待,而是在对另一人的运用中被看待。因为依照一切德性所行、旨在保全政治共同体的活动,正是现在所说的完全德性以及作为守法性的正义。因为他说,完全的德性以及由一切德性构成的德性,乃是当它的运用不是无条件的、而是与政治共同体相联系时的德性。因为通过这一附加项,此类正义便与完全的德性有所不同,且就此而言在他看来也是更为完全的。因为一种能够使拥有者不仅就自身、而且对他人也能运用的品质与德性,乃是更为完全的;而依照守法性的正义正是如此。“正因如此”,即因对另一人的正义之故。“夕星也不”。这出自欧里庇得斯的《智者墨拉尼珀》;因为他在其中说“正义之金色容颜”。“正如我们在谚语中所言”。这出自忒俄格尼斯;其诗句如下:“宁愿虔敬地与微薄财富同住,莫要不义地聚敛资财以致富足;在正义中概括了一切德性”。然而它占有谚语的地位,泰奥弗拉斯托斯在《品格论》第一卷中将它作为谚语提及,而在《伦理学》第一卷中则提及福库利得斯曾使用过它,或者福库利得斯与忒俄格尼斯两者同样使用了它。
"Πολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις τῇ ἀρετῇ δύνανται χρῆσθαι." Οὐ γὰρ ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ἐν γνώσει τὸ τέλος ἐχούσαις ὁμοία ἡ γνῶσις αὐτῷ τε [καὶ] ἐφ’ ἑαυτοῦ καὶ ἐπ’ ἄλλων, οὕτω καὶ ἐπὶ τῶν πρακτικῶν ἀρετῶν ἔχει καὶ ὅλως τῆς πολιτικῆς· οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα πρακτέα ἢ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἂν πραχθείη εἰδέναι 〈χρή3〉. ἡ γνῶσις περιγίνεται δι’ ἐμπειρίας· διὸ δεῖ πολλοῖς καὶ παντοδαποῖς ἐντετυχηκέναι πράγμασι τὸν μέλλοντα πολιτικὸν ἔσεσθαι, ὡς καὶ κυβερνήτην καὶ ἰατρόν. οὐ γὰρ αὐτάρκεις τούτοις οἱ καθόλου λόγοι ἀλλὰ καὶ ἐμπειρίας αὐτοῖς δεῖ. διὰ τοῦτο οὖν τῷ πολιτικῷ δεῖ κοινωνοῦ. ἐν δὲ τοῖς πρὸς ἕτερον ἀδυνατοῦσιν, ἐν κοινωνίᾳ, διὰ τὸ μὴ ἐμπειρίαν ἔχειν τῶν πραγμάτων. δεῖται οὖν ὁ πολιτικὸς καὶ πρακτικὸς καὶ τῆς τῶν πραγμάτων ἐμπειρίας ὡς καὶ ἰατρὸς καὶ κυβερνήτης πείρας καὶ τῆς ἀπὸ τῆς τῶν πραγμάτων τριβῆς ἐμπειρίας. ὅτι ἀρχὴ τὸν ἄνδρα δείξει· εἷς οὗτος ὁ Βίας τῶν ἑπτὰ σοφῶν, εἰς ὃν ἀναφέρεται τὸ εἰρημένον, ὡς ἐπὶ Πιττακὸν μὲν τὸν Μιτυληναῖον τὸ ‘χαλεπὸν ἐσθλὸν ἔμμεναι’, εἰς Χίλωνα δὲ τὸν Λάκωνα τὸ ‘τὴν κατὰ σαυτὸν ἔλα’. πρὸς ἕτερον δέ φησι τὸν ἄρχοντα Ἀριστοτέλης· ὁ γὰρ ἄρχων ἤδη πρὸς ἕτερον· τινῶν γὰρ ὁ ἄρχων καὶ ἐν κοινωνίᾳ, ἐν ᾗ χαλεπώτεραι αἱ ἐνέργειαι.
“因为许多人能在自己的事情上运用德性。” 因为并不像在以认知为目的的理论科学中,认知在自身中与在他人身上是相同的,在实践的诸德性以及整个政治学中并非如此;因为仅仅普遍地知道何事当行、何事不当行是不够的,[还必须]知道通过何种途径以及如何能够行之。认知乃是通过经验获得的;因此,将要成为政治家的人必须经历过许多且形形色色的事务,就如舵手与医者一样。因为普遍的道理对于这些人而言并非自足的,他们还需要经验。正因如此,政治家需要共同参与者。“但在对待他人的事情上他们却无能为力”,即在共同体中无能为力,因为对诸事务缺乏经验。因此,政治与实践之人也需要事务的经验,正如医者与舵手需要尝试以及从事务操练中所获得的经验。“即职位将显明其人”。这是七贤之一的毕阿斯,此话归于他名下,正如“成为高尚之人是艰难的”归于米提利尼的庇塔科斯,而“驾驭适合你自身的车马”归于拉克尼亚的喀隆一样。亚里士多德说统治者是相对于另一人的;因为统治者已经是指向另一人的;因为统治者是统领某些人并在共同体之中的,而在共同体中诸活动更为艰难。
- 5.7τελεία οὖσα κατά γε τὸ τέλειον ἔχειν ἤδη καὶ τὸ πᾶσαν ἔχειν ὡς ἑκάστην αὐτῶν
介词 κατά 支配两个并列的带冠词不定式宾格(τὸ ... ἔχειν 与 τὸ ... ἔχειν),表示限制或基准(“至少在……方面”)。前者指已经具备完全的状态,后者指具备作为各项独立德性的全部德性,以此说明无条件完全德性的规定根据。
- 5.7ταύτην γάρ φησι τελείαν ἀρετὴν καὶ ἐκ πασῶν συγκεῖσθαι, τὴν ὅταν μὴ ἁπλῶς ἀλλ’ ὅταν πρὸς τὴν πολιτικὴν κοινωνίαν τὴν χρῆσιν ἀναφερομένην ἔχῃ
定冠词 τὴν 起名词化作用,与前面的 ταύτην(此种德性)同位并作进一步限定,吸收了后面的 ὅταν 从句作为其实质内容。句法上构成紧缩结构([ταύτην]... τὴν [ἀρετήν], ὅταν ... ἔχῃ),指代“在其运用指向……时的那种德性”。
- 5.8οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα πρακτέα ἢ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἂν πραχθείη εἰδέναι 〈χρή〉
校勘者补入的 〈χρή〉(或省略的无人称动词 δεῖ)与后半句的不定式 εἰδέναι 构成表示义务/必要的结构。相对于前半句的主动词 ἐξαρκεῖ(……是足够的),ἀλλὰ καί 引导的分句并非单纯延续否定,而是转向一种积极的必要性要求(“还必须知道……”)。
