← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§20.18-21.14

诸善的动摇性与勇敢致害的两种阐释

针对《尼各马可伦理学》第一卷第三章(1094b16)中亚里士多德所论诸善(如财富与勇敢)亦因可能致害而具有动摇性,欧斯特拉提奥斯提出了两种阐释路径:或将此处之“勇敢”解作与灵魂德性相类比的肉体强力,或解作严格意义上的心灵德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Τοιαύτην δέ τινα πλάνην ἔχει καὶ τὰ ἀγαθὰ ἕως τοῦ ἕτεροι δὲ δι’ ἀνδρείαν." Ὁ μὲν τοῦ πρώτου τούτου βιβλίου σκοπὸς περὶ ἀνθρωπίνου ἀγαθοῦ, ἐνταῦθα δ’ ὁ Ἀριστοτέλης ὁποῖοι ἔσονται οἱ λόγοι εἰπεῖν προθέμενος καὶ ἀνενεχθεὶς ἐπὶ τὸ κοινότερον ὡς πάντα περιλαβεῖν τὰ καλὰ καὶ δίκαια περὶ ὧν ἡ πολιτικὴ ζητεῖ, κατηνέχθη πάλιν ἐπὶ τὸ ζητούμενον ἀνθρώπινον ἀγαθόν, καί φησιν ὅτι ὡς ἁπλῶς ἐπὶ τῶν καλῶν καὶ δικαίων περὶ ἃ ἡ πολιτικὴ ἔχει, πολλὴ τοῖς ἀνθρώποις διαφορά, οὕτω καὶ ἐπὶ τῶν παρ’ αὐτοῖς ἀγαθῶν. διὰ τί; διότι συμβαίνει πολλοὺς ἐκ τῶν δοκούντων αὐτοῖς ἀγαθῶν βλάπτεσθαι· πλοῦτος γὰρ καὶ ὑγεία καὶ ἀνδρεία καὶ τοιαῦτα ἕτερα ἀγαθὰ δοκοῦντα τοῖς ἀνθρώποις ἀπώλεσάν τινας. οὐκ ὀλίγοι γὰρ ἀνῃρέθησαν διὰ πλοῦτον, ἄλλοι δὲ δι’ ἀνδρείαν. ἀνδρείαν δὲ ἐνταῦθα οὐ τὴν ψυχικὴν φησιν ἀρετὴν ἐν συμμέτρῳ θεωρουμένην τῆς τοῦ θυμικοῦ ὁρμῆς καὶ ὀρέξεως,1 ἀλλὰ τὴν κατὰ τὸ σῶμα λαμβανομένην, ἣ καὶ ἰσχὺς κυρίως ὠνόμασται, πρὸς τὴν ἐν τῇ ψυχῇ ἀνδρείαν ἀναλογοῦσα. ὡς γὰρ ἐν τῇ ψυχῇ τέσσαρες αἱ γενικαὶ ἀρεταί, φρόνησις ἀνδρεία σωφροσύνη δικαιοσύνη, οὕτως ἐν τῷ σώματι ταῦτα τέτταρα, εὐαισθησία ἰσχὺς κάλλος ὑγεία, ἡ μὲν φρονήσει ἀναλογοῦσα, ὡς γνῶσίς τις οὖσα ἐν ζῴου θεωρουμένη σώματι, ἡ δὲ τῇ ἀνδρείᾳ, ὡς καρτερικὸν τὸ σῶμα ποιοῦσα καὶ φερέπονον, τὸ δὲ τῇ σωφροσύνῃ, ὡς τὸ σύμμετρον παριστῶν ἐν μεγέθει καὶ συνθέσει πρὸς ἄλληλα τῶν μορίων τοῦ σώματος, ἡ δὲ τῇ δικαιοσύνῃ, ὡς ἐν τῇ κράσει τῶν χυμῶν τὴν κατὰ φύσιν ἀναλογίαν φυλάττουσα. εἰ μὲν οὖν οὕτως ἐνταῦθα τὸ σημαινόμενον τῆς ἀνδρείας ἐκλήψῃ, ἔσται συντεταγμένη προσφυῶς τῷ πλούτῳ ὡς ὀργανικὸν καὶ αὐτὸ ἀγαθὸν κατὰ τὸν τρόπον τῆς χρήσεως ἢ ὠφελοῦσα ἢ βλάπτουσα, εἰ μήπου τις ἔξωθεν δι’ ἐπίθεσιν βλάβης τοῖς ἔχουσι γίνοιτο πρόφασις, εἰ δὲ τὴν κυρίως ἀνδρείαν ἐρεῖς ὅτι ἓν πρὸς ἓν ἀντέθηκε, πρός τι τῶν θυραίων καὶ ἔξωθεν ἓν τῶν ἐντὸς καὶ κατὰ ψυχήν, δεικνὺς2 ὅτι καὶ ἐν τοῖς κυρίως παρ’ ἡμῖν ἀγαθοῖς εἰσάγεται τὸ ἀμφίβολον διὰ τὸ ἐκ τούτων τινὰς βλάπτεσθαι ἢ διὰ φθόνον ἐπιβουλευομένους ἢ μαχομένους ἢ εὐλόγως ἢ καὶ παραλόγως ἐνίοτε, ὡς καὶ δημώδη λόγον κρατεῖν τὸ ἀκίνδυνον τοῖς δειλοῖς ἐφαρμόζοντα καὶ μὴ κλαίειν λέγοντα τὰς μητέρας αὐτῶν.

“诸善亦具有某种如此的动摇”直至“而其他人则因勇敢[而灭亡]”。 这第一卷的旨趣是关于属人的善;而亚里士多德在此处意图阐明诸言论将是何种性质,并且为了涵盖政治学所探求的一切高尚与正义之事而将论述提升至更具共相的事物之后,又再次落回到所探求的属人的善上,并指出:正如在政治学所涉及的高尚与正义之事上普遍存在着人与人之间的巨大差异,在他们所拥有的诸善上也是如此。为什么呢?因为许多人往往会受到在他们看来是善之物的损害;因为财富、健康、勇敢以及对人们而言看似是善的其他此类事物,曾使某些人丧生。确实有为数不少的人因财富而被杀,另有一些人则因勇敢[而被杀]。然而,他在此处所说的“勇敢”,指的并非是在激怒部分的冲动与欲望的适度中被考察的心灵德性,而是在肉体方面被理解的勇敢,它严格说来也被称为强力,对应于心灵中的勇敢。因为正如在心灵中有四种属的德性——明智、勇敢、节制、正义,在肉体中同样也有这四种:感官的敏锐、强力、美、健康;其一对应于明智,作为在动物肉体中所考察的一种认知;其二对应于勇敢,因为它使肉体坚韧耐劳;其三对应于节制,因为它在肉体各部分相互间的大小与组合中展现出匀称;其四对应于正义,因为它在体液的调和中保持符合本性的比例。因此,如果你在此处按这种方式理解勇敢的含义,它将与财富恰切地并列,作为其自身亦是工具性的善,依其使用方式或有裨益或生损害,除非在外部因遭受侵袭而给拥有者带来损害的由头。但如果你说他指的是严格意义上的勇敢,将外在及门外之物的一者与内在及依心灵之物的一者一一相对照,那么他就是在表明:即使在严格属于我们自身的诸善之中,也引入了不确定性,因为有人因这些善而受害,他们或因遭受嫉妒而被图谋,或去作战——有时出于合情合理,有时甚至违背理性——以致流行着一句民谚,将不冒危险归于懦夫,并说他们的母亲不会哭泣。

语法注2 条
  1. 1.19ἐν συμμέτρῳ θεωρουμένην τῆς τοῦ θυμικοῦ ὁρμῆς καὶ ὀρέξεως

    用作名词的中性形容词 ἐν συμμέτρῳ(在适度中)统辖属格 τῆς τοῦ θυμικοῦ ὁρμῆς καὶ ὀρέξεως,作规定性属格,表示该中道所关涉的气怒部分的冲动与欲望。

  2. 1.19εἰ δὲ τὴν κυρίως ἀνδρείαν ἐρεῖς ὅτι ἓν πρὸς ἓν ἀντέθηκε ... δεικνύς

    在与前文 εἰ μὲν οὖν ... ἔσται 相对比的后半句中出现了破格(anacoluthon)。条件从句 εἰ δὲ ... ἐρεῖς(但如果你说……)在归结从句中省略了限定动词,而是直接顺承到分词 δεικνύς([他便是在]表明),并在意义上以亚里士多德为主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:20.18-21.14