- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:208.27-209.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯解释了不正之人取恶之少语境中“无条件之恶”的涵义,进而阐明了守法之人与通称正义的概念,以及立法规制德性以指向幸福与政体存续的目的。
τίνων ἔλαττον ἐπάγει, τῶν κακῶν ἁπλῶς· κακὰ εἶπεν ἁπλῶς ἀντιδιαστέλλων αὐτὰ τοῖς μὲν ἁπλῶς ἀγαθοῖς, οὐ πᾶσι δὲ τούτοις οἷς ἔστιν ἐναντίον· καὶ γὰρ ταῦτα ἁπλῶς μὲν καὶ τῇ αὐτῶν φύσει ἐστὶ κακά, ἔστι δὲ οἷς πρὸς ἀγαθοῦ τισι γίνεται· οἷς γὰρ τὰ ἐναντία αὐτοῖς ὄντα ἁπλῶς ἀγαθὰ κακά ἐστι, τούτοις τὰ τοιαῦτα κακὰ ὄντα ἁπλῶς κακὰ ἀγαθὰ ποιεῖ.1 τοῦτο γὰρ περιέχει καὶ κοινόν, δηλονότι τὸ ἄνισον. περιέχει γὰρ τὴν ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν. ὁ δὲ νόμιμος δίκαιος. δείξας τὸν ἄδικον ἄνισον, πιστούμενος ὅτι καὶ ὁ δίκαιος ἴσος, ἐπὶ τὸ τὴν διαφορὰν δεικνύναι τοῦ δικαίου τοῦ τε ὡς νομίμου καὶ τοῦ ὡς ἴσου πρόεισι· καὶ τίς ἐστιν ὁ νόμιμος λέγει. τὸ μὲν οὖν ὅτι νόμιμός ἐστι λαμβάνει πάλιν ἐκ τοῦ τὸν ἄδικον παράνομον εἶναι. εἰ δὲ ὁ νόμιμος δίκαιος, δῆλον ὡς καὶ τὰ νόμιμα πάντα δίκαια ἂν εἴη. προσέθηκε δὲ τὸ πῶς δίκαια, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια ἀλλὰ κατὰ τὴν κοινῶς2 καὶ διότι καθ’ ὅσον πειθόμενός τις τοῖς νόμοις αὐτὰ ποιεῖ, κατὰ τοῦτο λέγεται δίκαιος. αὐτὰ μέντοι καθ’ αὑτὰ ἢ ἀνδρεῖά ἐστιν ἢ σωφρονικὰ ἢ ἐξ οἵας ιγ ἂν καὶ ἀρετῆς εἴη. ἀλλὰ μὴν περὶ πάντων οἱ νόμοι ὁρίζουσι τῶν κατὰ τὰς ἀρετὰς καὶ προαγορεύουσι τὴν ἀναφορὰν αὐτῶν ποιούμενοι † ἐπεὶ ἔστι τῆς καθεστώσης πολιτείας εὐδαιμονία τε καὶ σωτηρία,3 ἡ μὲν δημοκράτεια, καθά φησιν αὐτός, τοῦ κοινῇ πᾶσι συμφέροντος στοχαζομένη· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν. τῷ γὰρ σκοπῷ τῆς ἠθικῆς ἡ πολιτική τε καὶ νομοθετικὴ διαφέρει· ἀμφοτέραις μὲν γὰρ περὶ ἀρετῶν ἡ πραγματεία, ἀλλὰ τῇ μὲν ἠθικῇ ἑνὸς ἑκάστου ἡ διὰ τῶν ἀρετῶν εὐστάθειά τε καὶ εὐταξία σκοπός, τῇ δὲ πολιτικῇ ἡ τῆς πόλεως, ἣν οὐχ οἷόν τε διοικεῖσθαι καλῶς χωρὶς ἀρετῶν καὶ τῆς κατ’ αὐτὰς ἐνεργείας. ὁ δὲ τούτοις πειθόμενος νόμιμός τε καὶ δίκαιος· καὶ τὰ νόμιμα ἄρα δίκαια. ἀλλὰ μὴν τὰ κατὰ τὰς ἀρετὰς πάντα ποιητικά τέ ἐστιν εὐδαιμονίας καὶ φυλακτικὰ τῶν μορίων αὐτῆς (μόρια γὰρ αὐτῆς αἱ κατ’ ἀρετὴν ἐνέργειαι), καὶ τὸ δίκαιον ἄρα ποιητικόν τε καὶ φυλακτικὸν εὐδαιμονίας ἐστὶ καὶ τῶν μορίων αὐτῆς. μόρια δὲ τῆς εὐδαιμονίας ἐστὶ τὰ κατὰ πάσας τὰς ἀρετάς, ψυχικάς φημι καὶ σωματικὰς καὶ τὰς ἐκτός, ἃ τὴν εὐδαιμονίαν αὐτῷ βούλεται συγκροτεῖν. πρόσκειται δὲ τῇ πολιτικῇ κοινωνίᾳ, ὅτι οἱ νόμοι περὶ τῶν κατὰ τὰς ἀρετὰς διαγορεύουσιν οὐχ ἁπλῶς ἀλλὰ στοχαζόμενοι τοῦ ἐν τῇ κοινωνίᾳ συμφέροντος καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι, ἀλλ’ οὐ κατὰ τὰ καθ’ αὑτὰ ἐξετάζοντες αὐτά, οἷον τίς φύσις αὐτῆς. χεῖρον δὲ ὁ ἀπεσχεδιασμένος, ὁ μὴ μετ’ ἐπιστάσεως καὶ ἐξετάσεως.
他引入了[在何种事物中]取其少:即在“无条件之恶”中。他说无条件之恶,是将它们同无条件之善区别开来,但并非同一切具有相反者的善物区别开来;因为这些恶物也是无条件且因其自身本性为恶的,然而对某些人来说却转变为善事;因为对于那些其相反者(即无条件之善)反而是恶的人而言,此类恶物尽管是无条件之恶,却给他们带来善。因为这正是具有包容性且普遍的,显然即是不平等。因为它既包容了在善物中的贪多,也包容了在恶物中的求少。“而守法之人是正义的”。在表明了不正之人是不平等的,并证实了正义之人也是平等的之后,他进而去展示作为守法的正义与作为平等的正义之间的区别;并且说明何为守法之人。因此,〔正义之人〕是守法的这一结论,他又从不正之人是违法者之中得出。如果守法之人是正义的,显然一切合法律之事也都会是正义的。但他补充说明了它们如何是正义的:因为并非所有合法律之事都是按照特称的正义而言为正义的,而是按照通称的正义,且因为一个人只要顺从法律去行这些事,在这方面他便被称为正义的。然而就其本身而言,它们或是勇敢之行,或是节制之行,或是出自任何一种德性之行。然而实际上,法律对一切依照诸德性的事项做出规定,并以现存政体的幸福与保全为它们的指归而下达命令——如他所言,民主政体以全体公同之利益为目标,在其他政体中亦是如此。因为在目的上,政治学与立法学有别于伦理学;因为两者的论述虽皆关乎德性,但伦理学的目的是通过诸德性使每个人获得安定与秩序,而政治学的目的则是城邦的安定与秩序,若无德性及依德性的活动,城邦便不可能治理良好。而顺从这些的人既是守法的,又是正义的;因此合法律之事也是正义的。然而实际上,一切依照德性的事物既能产生幸福,又能维护其各个部分(因为依德性的活动乃是幸福的诸部分),因此正义之事也是幸福及其诸部分的产生者与维护者。幸福的各个部分乃是依照一切德性——我是指心灵的、身体的与外在的德性——的事物,他意图使这些构成幸福。附加上“在政治共同体中”,乃是因为法律对于依照德性的事物所作的规定并非无条件的,而是着眼于共同体中的利益并将之作为指归,而不是就其自身去考察它们,例如其本性究竟是什么。“而草率制定的[法律]则以较为低劣的方式〔规定〕”,即不带留心与审视的法律。
- 5.6οἷς γὰρ τὰ ἐναντία αὐτοῖς ὄντα ἁπλῶς ἀγαθὰ κακά ἐστι, τούτοις τὰ τοιαῦτα κακὰ ὄντα ἁπλῶς κακὰ ἀγαθὰ ποιεῖ.
οἷς... τούτοις 的相关句式。关系从句中,οἷς 为与格(对于……而言),主语是 τὰ ἐναντία αὐτοῖς ὄντα ἁπλῶς ἀγαθά(“与其相反且为无条件之善的事物”),表语为 κακά。主句中 τούτοις 为间接宾语,主语为 τὰ τοιαῦτα κακά(“此类恶物”),ὄντα ἁπλῶς κακά 为让步/说明性分词(“虽为无条件之恶”),ἀγαθά 为 ποιεῖ 的直接宾语(“产生善”)。
- 5.6προσέθηκε δὲ τὸ πῶς δίκαια, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια ἀλλὰ κατὰ τὴν κοινῶς
τὸ πῶς δίκαια 是冠词加上间接疑问句的名词化,作 προσέθηκε 的直接宾语(“它们如何是正义的”)。随后的 ὅτι 从句为解释性的名词从句,说明具体内容。后半句 κατὰ τὴν κοινῶς 之后承前省略了 λεγομένην δικαιοσύνην(“通称的正义”)。
- 5.6προαγορεύουσι τὴν ἀναφορὰν αὐτῶν ποιούμενοι † ἐπεὶ ἔστι τῆς καθεστώσης πολιτείας εὐδαιμονία τε καὶ σωτηρία
对带有残损记号(†)文本的句法理解。分词 ποιούμενοι 修饰主要动词 προαγορεύουσι(“命令/宣告”)。尽管 † ἐπεὶ ἔστι 处文本有讹误,其句义结构显为“以现存政体的幸福与保全为指归(ἀναφορά)”,随后的分词短语 ἡ μὲν δημοκράτεια... στοχαζομένη 则作为同格说明举例展开。
