- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:207.24-208.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将不正之人界定为“贪得”与“不平等”,本段探讨了外在善物的本质以及对它们的祈求与选择方式,并阐明了“不平等”作为界定比“贪得”更为根本和宽泛。
" Ἐπεὶ δὲ καὶ πλεονέκτης ὁ ἄδικος." Εἰ ὁ ἄδικος πλεονέκτης, οὗτος δὲ ἄνισος, ὡς δείξει, συμπέραινε· καὶ γὰρ τὸ πλέον καὶ ἔλαττον ἄνισά ἐστι· διὸ καὶ ὁ ἄδικος ἄνισος, ἐπεὶ καὶ πλεονέκτης. ἃ αἰεὶ ἔστι μὲν ἁπλῶς ἀγαθά,1 τῇ μὲν αὐτῶν φύσει ἀγαθά, ἁπλῶς τε καὶ αἰεὶ τῇ αὐτῶν φύσει ἀγαθὰ ὄντα, ἀπὸ τοῦ ὠφέλιμά τε εἶναι τοῖς ἀγαθοῖς τε καὶ κατὰ φύσιν ἔχουσι καὶ τὴν χρηστικὴν αὐτῶν ἔχουσι δύναμιν καὶ προσέτι αἱρετὰ τοῖς αὐτοῖς· τὸ γὰρ τούτοις ἀγαθὸν καὶ ἁπλῶς αἱρετόν, τὸ δ’ ἁπλῶς αἱρετὸν τῇ αὑτοῦ φύσει τοιοῦτον· οὐκ αἰεὶ δ’ ἐστὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἀγαθά, ὅτι τοῖς μὴ εἰδόσιν αὐτοῖς χρῆσθαι πρὸς ἃ πεφύκασι πολλάκις πρὸς κακοῦ γίνεται, ὥσπερ καὶ τὰ τῶν τεχνιτῶν ὄργανα τοῖς οὐκ ἔχουσι τὰς τέχνας τοιαῦτα βλαβερά, τοιαῦτα δὲ ἀγαθά ἐστιν, ὑγεία ἰσχὺς κάλλος εὐεξία πλοῦτος δόξα δύναμις πολιτική. προστίθησι δή τινα τῷ περὶ τῶν τοιούτων ἀγαθῶν λόγῳ, ἅμα μὲν δεικνὺς αὐτὰ καὶ διὰ τῆς προσθήκης ταύτης τίνα ἐστὶν ἀγαθά, ἅμα δὲ καὶ διδάσκων ἡμᾶς πῶς ἔχειν περὶ ταῦτα δεῖ. διὰ γὰρ τούτων τίνα τέ ἐστι πάλιν τὰ τυχηρὰ ἀγαθὰ ἐδήλωσε· περὶ γὰρ ὧν εὐχόμεθα τοῖς θεοῖς· οὐ γὰρ περὶ ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν εὔχεταί τις ἐνεργειῶν, ἀλλὰ μὴν [ἐστὶν εὐχὴ καὶ] ἔστιν ἡ εὐχὴ αἴτησις ἀγαθῶν παρὰ τῶν θεῶν· ταῦτ’ ἄρα ἐστὶ περὶ ὧν ἡ εὐχὴ ἀγαθά. σπουδάζομεν οὖν ταῦτα αἱρεῖσθαι καὶ εὔχεσθαι μὴ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς· καὶ γὰρ τοῖς νοσοῦσιν οὐ τὰ ἁπλῶς ὑγιεινὰ ἀγαθὰ καὶ αἱρετὰ ἀλλ’ ὅσα τοῖς οὕτως ἔχουσιν ὑγιεινά· ἔστι γὰρ οἷς μᾶλλον ἀσθένεια ὑγείας καὶ νόσος ἰσχύος ὠφελιμωτέρα, τοῖς δηλονότι μὴ μέλλουσιν ἐκείνοις χρῆσθαι καλῶς, καὶ πενία πλούτου καὶ δυνάμεως καὶ δόξης τἀναντία· πολλάκις γὰρ ὑπὸ τῶν τοιούτων ἐκωλύθησάν τινες ποιῆσαί τε καὶ παθεῖν μείζω κακά. εἰπὼν δὲ ταῦτα ἐπάνεισιν ἐπὶ τὸ δεικνύναι πῶς ὁ ἄδικος ἄνισός ἐστι· καὶ ὅτι γε κυριώτερος ὁ ἄνισος ἢ ὁ πλεονέκτης2 ἐνδείκνυται. αἱρούμενος γὰρ ὁ ἄδικος τῶν μὲν ἀγαθῶν τὸ πλέον, τῶν δὲ κακῶν τὸ ἔλαττον, εἴη ἂν ἄνισος. καλεῖται δὲ μόνον πλεονέκτης οὐκέτι δὲ καὶ μειονέκτης, ὅτι δοκεῖ καὶ τὸ ἐν τοῖς κακοῖς ἔλαττον πλεονεξία τις ἀγαθῶν εἶναι, ὡς εἴρηται. ἡ δὲ πλεονεξία τοῦ ἀγαθοῦ λέγεται. διὰ μὲν τοῦτο καλεῖται πλεονέκτης ὁ ἄδικος, ὡσανεὶ πλεῖον ἀγαθὸν νέμων ἑαυτῷ· ἔστι μέντοι ταῖς ἀληθείαις ἄνισος. τοῦτο γὰρ περιέχει τήν τε ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν καὶ κοινόν ἐστι καὶ γενικὸν αὐτό. οἱ δ’ ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσι, τουτέστιν αἱ ἀρεταὶ ἐπ’ αὐτοῖς εἰσιν οὐχὶ τοῖς θεοῖς δοῦναι μόνοις. ἀλλὰ καὶ ἔλαττον ἐπὶ τῶν ἁπλῶς κακῶν.
“既然不正之人也是贪得的。” 如果不正之人是贪得的,而此人又是不平等的,正如他将证明的那样,那么请得出结论:因为更多和更少乃是不平等的;因此不正之人也是不平等的,既然他也是贪得的。这些事物始终是无条件之善,因其本性即为善,并且因其对于善良的人、处于自然状态的人以及拥有其使用能力的人是有益的,且对这些人来说更是值得选择的,所以无条件且始终因其本性为善;因为对这些人而言为善的事物也是无条件值得选择的,而无条件值得选择的事物因其自身的本性即是如此的。然而这类善物对于[任何人]并非始终为善,因为对于那些不懂得将它们用于其天然合宜之目的的人而言,它们往往转变为坏事,正如工匠的工具对于不掌握技艺的人是有害的一样;这类善物包括健康、力量、美貌、良好体质、财富、声誉、政治权力。他在关于此类善物的论述中加上了一些话,既通过这一补充表明它们是何种善物,同时也教导我们应当如何对待这些事物。因为通过这些话,他又阐明了何为机遇的善物:即我们向神明祈求的事物;因为没有人会为德性以及依德性的活动而祈求,而祈祷乃是向神明求取善物;因此,这些善物便是祈祷所关涉的。于是我们努力去选择这些,并不祈求一切无条件的善物,而是祈求于自身为善的事物;因为对于生病的人来说,并非无条件健康之物是善的且值得选择的,而是对处于如此状态的人而言健康之物才是如此;因为对于有些人来说,虚弱比健康、疾病比力量更为有益——显然是对于那些不能很好使用它们的人而言——贫穷比财富、权力与名声的相反面〔比权力与名声〕也更为有益;因为某些人往往由于这些境况而被阻止去做出或遭受更大的恶事。在说了这些之后,他回到了论证不正之人如何是不平等的;并且他指出,“不平等”比“贪得”更为根本而宽泛。因为不正之人通过在善物中选择更多、在恶物中选择更少,将是不平等的。但他仅被称为贪得者,而不再被称为“求少者”,因为正如所说的那样,在恶物中求少也似乎是对善物的一种贪得。而贪得乃是就善而言的。因此不正之人被称为贪得者,仿佛是分配给自己更多的善物;然而在真理上他是不平等的。因为这一概念既包含了在善物中的贪多,也包含了在恶物中的求少,并且它本身是普遍而属类的。“然而人们祈求这些并追求它们”,这就是说,德性取决于他们自己,而不是单由神明赐予。“而且在无条件的恶物中也取其少”。
- 5.6ἃ αἰεὶ ἔστι μὲν ἁπλῶς ἀγαθά
关系代名词 ἃ 在紧接的引文中没有先行词,而是回指亚里士多德被注原段(1129b1–3)中出现的机遇性外在善物(财富、名誉、健康等)。该关系从句开启了对这些事物在何种意义上本性为善、在何种情况下转为害处的深入分析。
- 5.6κυριώτερος ὁ ἄνισος ἢ ὁ πλεονέκτης
比较级形容词 κυριώτερος 并非指政治或权威意义上的“更具主导性”,而是在逻辑和定义的意义上表示“更根本”、“更具包容性”(相当于属概念)。紧随其后的句子解释了“不平等”如何兼括对善物的多取(贪得)和对恶物的少取,印证了此处的含义。
