← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§206.13-207.23

从相反状态认识品质与正义的多义性

厄斯特拉齐奥斯注解了亚里士多德《尼各马可伦理学》第5卷第1章(1129a17–31),探讨了通过相反品质与从属活动认识品质的途径、相反者之间多重含义的对应及其例外、普遍正义与特殊正义之间相近的同名异义性,以及“不正之人”的诸种含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2

" Πολλάκις μὲν οὖν γνωρίζεται." Ἀποδοὺς λόγον τῆς δικαιοσύνης ἕξιν ἀφ’ ἧς δικαιοπραγοῦσι καὶ βούλονται τὰ δίκαια καὶ ἐνδειξάμενος τὴν οὐσίαν αὐτῆς ἀπὸ τῶν ἔργων τε καὶ τῶν ἐνεργειῶν τῶν ἀπ’ αὐτῆς οἷον τῶν δικαίων, περὶ ἃ ἡ ἐνέργεια αὐτῆς, ὅτι μὴ ἄτοπος ἡ τοιαύτη ἀπόδοσις, δείκνυσι νῦν δι’ ὧν λέγει.1 ἅμα δὲ δι’ ὃ λέγει χρῆσθαι ταῦτα πρῶτον δείκνυσι. πολλάκις γὰρ γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, οἷον ὁ εἰδὼς τί ποτέ ἐστιν ἡ εὐεξία, οἶδεν, ὡς καὶ αὐτὸς ἐπάγει, τί ἐστιν ἡ καχεξία. ὁμοίως καὶ ἡ ἕξις ἀπὸ τῶν ὑπ’ αὐτὴν δείκνυται.

“因此常常可以认识。” 在将正义的说明界定为人们由之行公正之事并意愿公正之事的品质,并从其功用以及从其产生的活动——比如其活动所关涉的公正之事——指明其本质之后,他现在通过所说的话表明,这样的界定并非荒谬。同时,他也指明了为何他说首先要使用这些事物。因为相反的品质常常可以由其相反者得以认识;例如,知晓何为良好体质的人,正如他自己接着指出的那样,也知晓何为恶劣体质。同样,品质也可以由从属于它的事物得到阐明。

§5.3

"Ἀκολουθεῖ δ’ ὡς ἐπὶ τὸ πολύ, ἐὰν θάτερον πλεοναχῶς λέγηται." Πάνυ ἀκριβῶς προσέθηκε τὸ ὡς ἐπὶ τὸ πολύ· ἔστι γὰρ ἐφ’ ὧν οὐχ οὕτως ἔχει. τοῦ γοῦν φιλεῖν, ὡς καὶ αὐτός φησι, πολλαχῶς λεγομένου τὸ μισεῖν ἐναντίον αὐτῷ ὂν οὐκ ἔστι πολλαχῶς. ἀλλὰ καὶ τοῦ ἀκουσίου πολλαχῶς λεγομένου ὅτι ἔστι τὸ ἀκούσιον τὸ βίᾳ καὶ τὸ δι’ ἄγνοιαν γινόμενον, τὸ ἑκούσιον ἐναντίον αὐτῷ ὂν οὐ λέγεται πολλαχῶς. ἀλλ’ ἐπί γε τῶν πλείστων συνδιαιρεῖται τὸ ἕτερον τῷ ἑτέρῳ· τοῦ γὰρ ὀξέος πολλαχῶς λεγομένου ἰσαχῶς καὶ τὸ βαρὺ λέγεται, καὶ τοῦ λευκοῦ δὲ τὸ μέλαν ἰσαχῶς λέγεται τῷ λευκῷ. ὁμοίως, φησί, καὶ εἰ τὸ ἄδικον καὶ ἡ ἀδικία, σύστοιχα δὲ ταῦτα, ἔκειτο δὲ καὶ ἐπὶ τούτων τὸν ἕν τι αὐτῶν εἰδότα καὶ τὰ λοιπὰ εἰδέναι.

“而且在多数情况下,如果其中一者有多重含义……” 他极为精确地加上了“在多数情况下”;因为有些情况并非如此。无论如何,正如他自己所言,“爱”虽有多重含义,而作为其相反者的“恨”却没有多重含义。此外,尽管“非自愿”有多重含义,即非自愿包括出于强力和出于无知而产生的,但作为其相反者的“自愿”却没有多重含义。不过在绝大多数情况下,一者是与另一者相应划分的;因为当“高锐”有多重含义时,“低沉”也同样有多重含义,而“黑”与“白”相比也是以同等方式言说的。他说,同样地,如果不正之物〔有多重含义〕,非义也〔有多重含义〕;而这些属于同列事物,并且在它们上面也曾设定,知道其中之一的人也会知道其余者。

§5.4

"Ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν λανθάνει." Τὴν αἰτίαν λέγει τοῦ 〈τὴν〉 κατὰ τὴν δικαιοσύνην ὁμωνυμίαν μὴ εἶναι γνώριμον· διὰ γὰρ τὸ σύνεγγυς εἶναι ἀλλήλων καὶ ὁμοιότητα ἔχειν τὰς δικαιοσύνας λανθάνει ἡ κατ’ αὐτὰς ὁμωνυμία. τῶν γὰρ ὁμωνύμων ὅσα μὲν ἀλλήλων πολὺ ἀφέστηκε γνώριμα ταῦτα ὄντα ὁμώνυμα· πολὺ δὲ πόρρω ἀλλήλων τὰ κατὰ τύχην ὁμώνυμα, ὡς ἔχει ἡ κλείς, ἣν παρέθετο· ὅσα δὲ σύνεγγύς ἐστιν ἀλλήλων ταῦτα οὐκέτι δοκεῖ μόνον ὄνομα κοινὸν ἔχειν, ὡς τὰ ὄντα, ὡς αἱ κινήσεις, ὡς τὰ ἀγαθά. οὕτως καὶ αἱ δικαιοσύναι δειχθήσονται πρὸς ἀλλήλας ἔχουσαι· ἡ μὲν γάρ τίς ἐστιν ὥσπερ γένος δικαιοσύνη, κατὰ πάσης ἀρετῆς κατηγορεῖσθαι δυναμένη, ἡ δὲ ταύτης εἶδος. καθ’ ὅσον μὲν οὖν γένος καὶ εἶδος, συνώνυμά εἰσι, καθ’ ὅσον δὲ καὶ ἡ ὡς εἶδος λαμβανομένη ταὐτὸν ὄνομα τὸ δίκαιον ἔχον τῇ δικαιοσύνῃ, κατὰ τοῦτο δὲ ἔσονται ὁμώνυμοι·2 ἄλλο γὰρ ἀφ’ ἑκατέρας αὐτῶν ὑπὸ τοῦ ὀνόματος τῆς δικαιοσύνης σημαίνεται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ ἀδικίας. γνωριμώτερον δέ ἐστι τὸ λεγόμενον προϊόντος τοῦ λόγου.

“但由于它们的同名异义性相近,所以未被察觉。” 他说明了正义中的同名异义性不易被认识的原因;因为诸种正义彼此相近且具有相似性,它们之中的同名异义性才未被察觉。因为在同名异义的事物中,那些彼此相距甚远的,其作为同名异义是显而易见的;而偶合的同名异义物彼此相距极远,正如他所列举的“钥匙”一样。但那些彼此相近的事物,则不再被认为仅仅拥有共同的名称,正如存在者、运动和善物那样。诸种正义也将被证明彼此处于这种关系之中;因为一种正义好比属,能够述说一切德性,而另一种正义则是其种。因此,就属和种而言,它们是同义的;但就作为种被把握的那种正义也拥有与正义相同的“公正”之名而言,在这方面它们将是同名异义的;因为由正义这一名称从它们各自中所意指的事物是不同的。同样的道理也适用于非义。随着论述的展开,所说的内容将会变得更加明白。

§5.5

"Εἰλήφθω δὴ ὁ ἄδικος ποσαχῶς λέγεται." Ὡς γνώριμον καὶ ἐναργὲς πρῶτον τὸ ἄδικον λαμβάνει ὁσαχῶς λέγεται, εἶτα τὸ δίκαιον. δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι. διὰ τούτων δείκνυσιν ὅτι μέσον ὁ δίκαιος καὶ ἡ δικαιοσύνη, ὅ ἐστιν ἀρετῆς γνώρισμα. εἰ γὰρ ὁ ἄδικος παράνομος καὶ πλεονέκτης, ἕπεται δὲ τῷ πλεονέκτῃ πρὸς τῷ παρανόμῳ καὶ ἀνίσῳ εἶναι, ὁ δίκαιος ἄρα μέσος τούτων ὑπάρχων καὶ ἴσος ἂν εἴη ἐν ἰσότητι τῇ δικαιοσύνῃ.

“那么,且让我们把握不正之人有几种含义。” 作为一个显明而清楚的起点,他首先把握不正之物有几种含义,然后把握公正之物。违背法律的人似乎也是不正的。通过这些,他表明公正的人和正义是一种中道,而这正是德性的标志。因为如果不正之人是违法的和贪得的,而贪得者除了违法之外还必然是不平等的,那么公正之人作为这些事物的中道,在平等〔即〕正义之中,也当是平等的。

语法注2 条
  1. 5.2Ἀποδοὺς λόγον τῆς δικαιοσύνης ἕξιν ἀφ’ ἧς δικαιοπραγοῦσι καὶ βούλονται τὰ δίκαια καὶ ἐνδειξάμενος τὴν οὐσίαν αὐτῆς ἀπὸ τῶν ἔργων τε καὶ τῶν ἐνεργειῶν τῶν ἀπ’ αὐτῆς οἷον τῶν δικαίων, περὶ ἃ ἡ ἐνέργεια αὐτῆς, ὅτι μὴ ἄτοπος ἡ τοιαύτη ἀπόδοσις, δείκνυσι νῦν δι’ ὧν λέγει.

    全句的基本框架是主句动词 δείκνυσι(“他表明”)支配介词短语 δι’ ὧν λέγει(“通过他所说的话”)以及宾语从句 ὅτι μὴ ἄτοπος ἡ τοιαύτη ἀπόδοσις(“这样的界定并非荒谬”)。位于主动词之前的两个分词短语 Ἀποδοὺς λόγον...(“在界定了……之后”)和 καὶ ἐνδειξάμενος...(“在指明了……之后”)修饰主语,构成宾语从句 ὅτι 置于主语动词之前的长距离倒置(hyperbaton)。

  2. 5.4καθ’ ὅσον μὲν οὖν γένος καὶ εἶδος, συνώνυμά εἰσι, καθ’ ὅσον δὲ καὶ ἡ ὡς εἶδος λαμβανομένη ταὐτὸν ὄνομα τὸ δίκαιον ἔχον τῇ δικαιοσύνῃ, κατὰ τοῦτο δὲ ἔσονται ὁμώνυμοι

    在对比结构 καθ’ ὅσον μὲν... καθ’ ὅσον δὲ... 中,后一分句内的阴性主格短语 ἡ ὡς εἶδος λαμβανομένη 与中性分词 ἔχον 之间存在语法上的不一致(破格句 anacoluthon)。但在逻辑结构上,它作为条件性限定分句,意为“就作为种被把握的那种正义也拥有同正义一样的‘公正’之名而言,在这方面它们将是同名异义的”,与后随的主句 κατὰ τοῦτο δὲ ἔσονται ὁμώνυμοι 相承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:206.13-207.23