← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§205.2-206.12

正义的探求方法与品质与能力之别

厄斯特拉齐奥斯评注了《尼各马可伦理学》第五卷开篇(1129a5)亚里士多德关于探究方法的陈述,阐明了伦理学中概略性描绘的性质,并指出正义作为“品质”仅产生单向的现实活动,这与同时关涉相反两者的知识或能力截然不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

" Ἡ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον." Εἴρηκεν ἤδη πολλάκις ὅτι τὴν ἀκρίβειαν τὴν ἀποδεικτικὴν οἱ τοιοῦτοι τῶν λόγων οὐκ ἐπιδέχονται· οὗ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει. εἴρηκε δὲ καὶ ὅτι δεῖ ἄρχεσθαι ἀπὸ τῶν φανερωτέρων, οὗ καὶ αὐτοῦ ἔοικεν ὑπομιμνήσκειν ἡμᾶς. οὕτω γοῦν καὶ τὴν ἀρχὴν ποιεῖται λέγων ὁρῶμεν δὴ πάντας τὴν τοιαύτην ἕξιν λέγειν βουλομένους δικαιοσύνην, καὶ προελθὼν ἐπιφέρει διὸ καὶ ἡμῖν ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα. οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον, ὑποθέμενος δικαιοσύνην μὲν ἕξιν εἶναι ἀφ’ ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶ καὶ βούλονται τὰ δίκαια, ἀδικίαν δὲ ἕξιν ἀφ’ ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα, καὶ ταύτας αὐτῶν ἀποδοὺς ὑπογραφάς τινας· οὐ γὰρ ὡς ὁρισμοὺς εἶπεν αὐτά· οὐ γὰρ οἷόν τε ἕνα λόγον ἀποδοθῆναι οὔτε τῆς δικαιοσύνης1 οὔτε τῆς ἀδικίας, ἐπεὶ προϊὼν δείξει ὅτι πολλαχῶς λέγονται, ἐπεὶ δοκοῦσιν αἱ αὐταὶ ἐπιστῆμαι τῶν ἐναντίων, ὁμοίως καὶ αἱ δυνάμεις· ἥ τε γὰρ ἰατρικὴ τῶν ὑγιεινῶν καὶ τῶν νοσωδῶν ἐστι γνωστική, ὁμοίως καὶ μουσικὴ μουσικῶν καὶ ἀμούσων καὶ οὐκ ἐν τῷ βούλεσθαι τὰ μουσικὰ ποιεῖν ἔστι τὸ μουσικῷ εἶναι·2 καὶ γὰρ τὰ ἄμουσα βουληθεὶς ὅμως μουσικὸς ὢν μένει· ὡσαύτως καὶ ἰατρὸς κἂν τὰ ἀνίατα βουληθῇ οὐ πέπαυται τοῦ ἰατρὸς εἶναι. ἀλλ’ οὐδὲ αἱ δυνάμεις, οἷον ἡ ῥητορικὴ ἢ διαλεκτικὴ ἐν τῷ τὸ ἕτερον τῶν ἀντικειμένων βούλεσθαί τε καὶ δύνασθαι † δεικνύναι εἰσί· πρὸς γὰρ τὰ ἀντικείμενα αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις ὁμοία. μὴ ὡσαύτως ἔχειν φησὶ καὶ ἐπὶ τῆς δικαιοσύνης. ἀλλ’ ἔστι καλῶς εἰρημένον τὸ εἶναι τὴν δικαιοσύνην ἕξιν ἀφ’ ἧς δίκαια πράττονται καὶ βούλονται. διὰ γὰρ τούτων δείκνυσι τὴν τῶν ἕξεων πρὸς τὰς τέχνας καὶ ἐπιστήμας καὶ τὰς δυνάμεις διαφοράν· αἱ μὲν γὰρ ἐπιστῆμαί τε καὶ δυνάμεις αἱ αὐταὶ τῶν ἐναντίων, αἱ δὲ ἕξεις αἱ ἐναντίαι τῶν ἐναντίων. οὐκ ἰδίως δὲ νῦν ἕξεις τὰς ἀρετάς τε καὶ κακίας λέγει τῆς τε ψυχῆς καὶ τοῦ σώματος, ἐπεὶ κοινότερόν γε καὶ αἱ ἐπιστῆμαι ἕξεις λέγονται. ὅτι δὲ αἱ ὡς ἀρεταὶ ἕξεις λεγόμεναι οὐκ εἰσὶν αἱ αὐταὶ τῶν ἐναντίων, σαφῶς ἔδειξεν ἐπὶ τῆς ὑγείας· ἀπὸ γὰρ τῆς ὑγείας τὰ ὑγιεινὰ πράσσεται, οὐκέτι δὲ καὶ τὰ νοσώδη, ὥσπερ γε καὶ ἀπὸ τῆς νόσου τὰ νοσώδη, οὐκέτι δὲ οἷόν τε καὶ τὰ ὑγιεινά· ὑγιεινῶς γὰρ βαδίζει ὁ οὕτως βαδίζων ὡς ὁ τὴν ὑγείαν ἔχων, καὶ νοσωδῶς ὡς ὁ τὴν νόσον. ὁμοίως καὶ ὁ τὴν δικαιοσύνην ἔχων τῶν δικαίων μόνων ἐστὶ καὶ ταύτης μόνης ἀποδεκτικός, ὁ δὲ ἀδικίας τῶν ἀδικίαν ἐχόντων· οὐκέτι δὲ ὁ μὲν μουσικὸς τὰ μουσικά, ὁ δὲ ἄμουσος τὰ ἄμουσα, ἀλλ’ ὁ μουσικὸς καὶ ταῦτα.

“而我们的考察应当遵循相同的方法。” 他已多次说过,此类论述并不容纳论证性的精确;他现在正提醒我们这一点。他还说过,必须从更显然的事情出发,而他似乎正提醒我们注意这一原则本身。无论如何,他正是这样开篇的,他说:“可见,所有人都愿意把这样一种状态称为正义”,随后又补充道:“因此,让我们也把这些作为轮廓加以设定吧。” 因为情况并不以相同的方式存在;在假定正义是使人践行公正之事并意愿公正之事的品质,非义是使人行不义之事并意愿不义之事的品质,并将这些作为对它们的某种描绘给出之后(因为他并未将它们作为定义陈述;因为无论是对正义还是对非义都不可能给出一个单一的说明,因为随着论述展开,他将证明它们有多重含义),因为同一门知识似乎关涉相反者,能力同样如此。确实,医学是对健康之物和患病之物的认识,音乐同样也是对协和者与不协和者的认识,而且作为一个音乐家并不在于意愿制作协和之物;因为即便意愿不协和之物,他也依然是音乐家;同样,医生即便意愿不可治愈之态,他也未曾停止作为医生。能力也是如此,比如修辞术或辩证法,并不在于意愿且能够证明对立者的一方;因为它们面对对立者的准备和意愿是相同的。他说,在正义的情形中并非同样如此。相反,说正义是人们由之做出公正之事并意愿公正之事的品质,这是说得极好的。因为他通过这些指出了品质与技艺、知识及能力的区别:因为同一门知识和能力关涉相反者,而相反的品质则关涉相反者。他现在并不是在特定意义上把德性与恶习称为灵魂与身体的品质,因为在更广泛的意义上知识也被称为品质。但是,被称为德性的品质并不以同一者关涉相反者,这在健康上他已清楚地表明;因为从健康中做出的是健康的行为,而不再是患病的行为,正如从疾病中做出的是患病的行为,而不再可能做出健康的行为。因为以健康的方式行走的人,其行走如同拥有健康的人那样,而以患病的方式行走则如同拥有疾病的人那样。同样,拥有正义的人仅仅容纳公正之事并仅仅容纳正义,而拥有非义的人则容纳具有非义之事;但不再是音乐家仅仅做协和之事而无音乐素养的人仅仅做不协和之事,相反,音乐家也做出这些[不协和之事]。

语法注2 条
  1. 5.1οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον, ὑποθέμενος δικαιοσύνην μὲν ἕξιν εἶναι... μὴ ὡσαύτως ἔχειν φησὶ καὶ ἐπὶ τῆς δικαιοσύνης.

    这是一个包含对亚里士多德原文(1129a11–17)释义的长句。开头的 οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον 引述了亚里士多德的原话,接着以分词短语(ὑποθέμενος... ἀποδούς...)概述其设定前提和轮廓的做法,随后嵌入关于知识与能力的因果说明分句(ἐπεὶ...),最后通过再现主句骨架的 μὴ ὡσαύτως ἔχειν φησὶ καὶ ἐπὶ τῆς δικαιοσύνης(“他说在正义的情形中并非同样如此”)完成全句的统语闭合。

  2. 5.1οὐκ ἐν τῷ βούλεσθαι τὰ μουσικὰ ποιεῖν ἔστι τὸ μουσικῷ εἶναι

    此句包含典型的亚里士多德式本质表达,带有谓词与格(即 τὸ + 与格 + εἶναι,此处为 τὸ μουσικῷ εἶναι,“作为音乐家的存在/本质”)。带有定冠词的不定词短语 τὸ μουσικῷ εἶναι 作系动词 ἔστι 的主语,介词短语 ἐν τῷ βούλεσθαι... 作谓语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:205.2-206.12