- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:203.13-204.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯通过将羞耻解释为“依条件为善”,化解了羞耻作为无耻与惶惑之中道的疑难,区分了事后耻辱与恐惧恶名的羞耻,并评述了亚里士多德转向讨论自制的过渡。
" Εἰ δὲ ἡ ἀναισχυντία φαῦλον." Ὃ λέγει τοιοῦτόν ἐστιν. οὐ φαῦλον τὸ μὴ αἰσχύνεσθαι ἐπὶ τοῖς αἰσχρῶς πεπραγμένοις· αὐτὸ γὰρ τὸ αἰσχρὰ πράττειν φαῦλον. δοκεῖ δὲ διὰ τούτων ἀναιρεῖν τὸ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κακὸν εἶναι, ἐν οἷς πλείω τῷ αὐτῷ ἐναντία, καὶ ἔστι τις καὶ μέση αἴσθησις, ἢ εἰ μή τι μεταξύ, πάντως τὸ τῷ κακῷ ἐναντίον ἀγαθὸν εἶναι. τῇ μὲν γὰρ δειλίᾳ κακῷ ὄντι τῶν ἐναντίων τὸ μὲν ἀγαθόν ἐστι (ἀνδρία γάρ), τὸ δὲ κακόν, ἡ θρασύτης. τῇ δὲ νόσῳ κακῷ ὄντι τὸ ἐναντίον ἀγαθόν· ὑγίεια γάρ. γίνεται δὴ καὶ τῇ ἀναισχυντίᾳ τὸ μὲν ὡς κακὸν ἐναντίον (ἡ γὰρ κατάπληξις ἀφ’ ἧς οἱ καταπλῆγες οἱ ἐπὶ πᾶσι καὶ πάντα αἰδούμενοι), ἡ δὲ αἰδὼς μέσον τι πάθος, ὡς ἀμφοτέρωθεν ὂν ἀγαθόν τε καὶ ὡς ἀγαθὸν ἐναντίον τῇ ἀναισχυντίᾳ εἴη ἄν. καὶ γὰρ εἰ ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔνδεια, ἐν τούτοις ἐστὶ καὶ μεσότης, ἔστι δὲ περὶ τὸ αὐτὸ πάθος ὑπερβολή τε καὶ ἔνδεια, ὑπερβολὴ μὲν ἀναισχυντία, ἔνδεια δὲ κατάπληξις, εἴη ἂν καὶ μεσότης ἐν τούτοις, ἡ αἰδώς, ἥτις, εἰ ψεκταὶ ἐκεῖναι, ἐπαινετὴ ἄν εἴη. ἢ τοῦτο λύοιτ’ ἂν τῷ ἐξ ὑποθέσεως ἀγαθὸν εἶναι.1 τὸ κεῖσθαι μὲν γὰρ πράττειν τὰ αἰσχρὰ φαύλου, εἰ δὲ πραχθείη, ὁ μὲν αἰσχυνόμενος ἐπ’ αὐτοῖς χαρίεις ἂν εἴη, μοχθηροὶ δὲ οἱ ἀναίσχυντοι, καὶ διὰ τοῦτο οὐ διὰ τὰ πεπραγμένα. οἱ δὲ καταπλῆγες μοχθηροὶ τῷ καὶ μὴ τὰ αἰσχρὰ ὑπολαμβάνειν. μήποτε ἐνδείκνυται ἡμῖν διὰ τούτων ὅτι μὴ ἔστιν ἁπλῶς ἐπὶ τῇ τῶν κακῶν πράξει γινομένη μόνον. καὶ ἐπὶ τούτων μὲν γὰρ ἂν τὸ μὲν πρᾶξαί τι αἰσχρὸν φαύλου ἂν εἴη, τὸν μέντοι πράξαντα αἰδεῖσθαι ἐπ’ αὐτῷ ἐπιεικοῦς. ἐξ ὑποθέσεως εἶπεν. ἀλλ’ οὐ μόνον ἐπὶ ταῖς αἰσχραῖς πράξεσιν ἡ αἰδὼς γίνοιτ’ ἂν ἀλλὰ καὶ ἐπὶ ἄλλοις τισί. κεῖται γὰρ εἶναι φόβος ἀδοξίας. ἀδοξία δὲ οὐ τοῖς πραχθεῖσιν ἕπεται μόνοις ἀλλὰ τοῖς οὐκ οὖσι μὲν τῇ αὐτῶν φύσει τοιούτοις, δοκοῦσι δέ, ἀλλὰ καὶ ἐπὶ ἀκούσμασιν αἰσχροῖς καὶ ὁράμασιν ἐρυθραίνεται ὁ ἐπιεικὴς καὶ αἰδεῖται. δοκεῖ δὲ ταύτῃ διαφέρειν αἰδὼς αἰσχύνης, ὅτι ἡ αἰσχύνη ἐπὶ πεπραγμένοις γίνεται κακοῖς, ἡ δὲ αἰδὼς φόβος ἐστὶν ἀδοξίας ἐπ’ αἰσχρῶν ὑπονοίᾳ. ἔοικε δὴ Ἀριστοτέλης ἀπὸ τῆς αἰδοῦς ἐπὶ τὴν αἰσχύνην μεταβὰς τὸ τοιοῦτον πάθος μὴ ἐπαινετὸν μηδ’ ἐπιεικὲς δεικνύναι. καὶ τὸ μὴ αἰδεῖσθαι τὰ αἰσχρὰ πράττειν· ἀπὸ κοινοῦ τὸ φαῦλον.2 οὐκ ἔστι δὲ οὐδὲ ἡ ἐγκράτεια ἀρετή. εἶπε μὲν ἐν τῷ δευτέρῳ μήτε τὴν αἰδὼ μήτε τὴν νέμεσιν ἀρετὰς εἶναι ἀλλὰ πάθη ἐπαινετὰ τῷ ἐν μεσότητι εἶναι. ἔστι δὲ ἡ νέμεσις λύπη ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις. νῦν δὲ περὶ αἰδοῦς μὲν εἴρηκε, περὶ δὲ νεμέσεως οὐδὲν προσθεὶς περὶ ἐγκρατείας προλέγει, ὅτι μὴ ἔστιν ἀρετή. ὕστερον δὲ ἐπὶ πλέον ἐρεῖ περὶ ἐγκρατείας καὶ καρτερίας καὶ μαλακίας, μετὰ τὸ ἑξῆς βιβλίον. ἐν γὰρ τῷ μετὰ τοῦτο περὶ δικαιοσύνης τὸν πάντα κατατείνει λόγον.
“如果无耻是卑劣的。” 他所说的是这样的。并非因可耻地做出的事不感到羞愧才是卑劣的;因为做出可耻之事本身就是卑劣的。并且他通过这些话似乎在否定这样一个论题:当对同一事物有多个相反者且存在某种中间的感觉[或感受]时,恶的相反者要么是善要么是恶;或者若无中间者,恶的相反者必定是善。因为对于怯懦这一恶而言,其相反者之一是善(即勇敢),而另一则是恶,即鲁莽。另一方面,对于疾病这一恶而言,其相反者是善,即健康。于是对于无耻而言,也有作为恶的相反者(即过分惶惑,由此产生了惶惑者,他们对所有事并在一切场合都感到羞愧),而羞耻作为中间的感受,既由两边而言是善,也会作为善与无耻相反。因为事实上,若在有过度与不足的地方也有中道,且关于同一感受存在着过度与不足——无耻是过度,过分惶惑是不足——那么在它们之间也会有中道,即羞耻;若那两者是应受谴责的,羞耻就应当是值得赞扬的。或者这一问题可以通过它依条件是善来解决。因为固然设定做出可耻之事属于卑劣之人,但假若做出了,对其感到羞愧的人是可取的,而无耻之人是败坏的,且这是因此[无耻]而非因已经做出的事。而惶惑之人败坏,则在于甚至把不可耻的事也认定为可耻。也许他通过这些向我们指出,羞耻并非无条件地仅仅在做出恶事时才产生。因为即便在这些情况下,做出某种可耻之事固然属于卑劣之人,然而做出后对此感到羞耻则属于公道之人。他说了这是“依条件的”。但羞耻不仅会在可耻的行动上产生,也会在某些其他事情上产生。因为它被设定为对恶名的恐惧。而恶名不仅伴随着已做出的事,也伴随着那些就其自身本性而言并非如此却看似如此的事;甚至听到可耻的传闻或看到可耻的景象,公道之人也会面红并感到羞耻。羞耻与感到耻辱在此似乎有所不同:感到耻辱产生于已经做出的恶事,而羞耻则是对于可耻之事的猜疑所怀有的恶名之恐惧。亚里士多德似乎正是从羞耻转向了感到耻辱,从而证明此类感受既不值得称赞也不属于公道。 “并且不以做出可耻之事为耻[也是卑劣的]”;“卑劣的”是从前文共同补出的。 “并且自制也不是德性。”他在第二卷中曾说过羞耻和义愤都不是德性,而是因处于中道而值得称赞的感受。义愤是对恶人得势所感到的痛苦。但现在他谈论了羞耻,对义愤未作任何补充,却预先谈到了自制,说明它不是德性。稍后在紧接着的一卷之后,他将更详尽地论述自制、坚忍和软弱;因为在紧接此卷之后的一卷中,他将全部论证都倾注在关于正义的讨论上。
- 4.34τῷ ἐξ ὑποθέσεως ἀγαθὸν εἶναι
带冠词不定词的与格短语 τῷ... εἶναι 作为主句动词 λύοιτο ἄν 的方式或依据与格(means/ground),意为“[该难题]可以通过它依条件是善来得到解决”。
- 4.34ἀπὸ κοινοῦ τὸ φαῦλον
此处指出了亚里士多德原文(1128b32–33,“并且不以做出可耻之事为耻”)中的语法省略,即前句中的谓词 τὸ φαῦλον(“卑劣的”)作为共同成分(ἀπὸ κοινοῦ)补入此句。
