- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:202.6-203.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《尼各马可伦理学》第4卷第9章(1128b10–1128b25)中关于羞耻(aidōs)并非德性而是感受,且仅在假设条件下才归属于公道之人(epieikēs)的论述,欧斯特拉提乌斯结合其定义、身体表征以及假设必然性的类比进行了注解。
" Περὶ δὲ αἰδοῦς ὥς τινος ἀρετῆς οὐ προσήκει λέγειν." Ὅτι μὴ ἕξις ἡ αἰδώς, δείκνυσιν ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ συμπτώματος τοῦ περὶ αὐτήν. ὡς γὰρ ὁ φόβος διατίθησι τὸ σῶμα, οὕτω καὶ ἡ αἰδώς. ἀμείβεται γὰρ ἐπ’ αὐτῆς τὸ τοῦ σώματος χρῶμα, ὡς καὶ ἐπὶ τοῦ φόβου. καὶ πῶς, δῆλον ἐφ’ ὧν ἐρεῖ 〈καὶ αὐτός. εἰ δ’ ἔστι τὰ μὲν κατ’ ἀλήθειαν αἰσχρά·〉 κατ’ ἀλήθειαν αἰσχρὰ ὡς ἡ ἀκολασία, κατὰ δόξαν δὲ ὡς τὸ ἐν ἀγορᾷ ἐσθίειν· ἔστι γὰρ ταῦτα τῇ τῶν πολλῶν προλήψει καὶ διὰ τὰ ἔθη καὶ αἰσχρὰ δοκεῖ εἶναι. τὰ δὲ κατὰ δόξαν οὐδὲν διαφέρει· καλῶς. οὐ γὰρ εἰ τὰ μὲν αἰσχρά ἐστιν ἀληθῶς, τὰ δὲ δοκήσει, ἤδη τὰ κατὰ δόκησιν πράξει.1 οὐ γάρ τι τούτων πράξει ὁ ἐπιεικής. οὐδέτερα γὰρ πρακτέα, τουτέστιν οὐδὲν τούτων κινήσει τὸν σπουδαῖον.
“把羞耻当作某种德性来谈论是不恰当的。” 他通过其定义以及伴随它的征象,证明了羞耻不是一种品质。因为恐惧如何使身体处于某种状态,羞耻也是如此。因为在羞耻之下身体的肤色会发生改变,就像在恐惧之下一样。至于如何改变,从他自己将要说的话中便显而易见。 “即使有些事物在真实中是可耻的”——在真实中可耻如同放荡,在意见中可耻如同在市集上进食;因为这些事情由于大众的先入之见和风俗习俗,也显得是可耻的。 “而在意见上的事物并没有什么不同。”说得很好;因为并不是说,如果有些事物在真实中是可耻的而有些在意见中是可耻的,人们就会径直去行在意见中可耻的事。因为公道之人决不会做这些事中的任何一件。 “因为两者都不应当做”,也就是说,这些事物中的任何一种都不会动摇优秀之人。
"Φαύλου δὲ καὶ τὸ εἶναι τοιοῦτον." Ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ μὴ 〈ἐπὶ〉 τοῖς πεπραγμένοις γίνοιτο ἡ αἰδὼς φαύλοις οὖσιν, ἀλλ’ ἐπὶ τοῖς πραχθεῖσιν ἀναγκαίοις τε πραχθῆναι, οὐδ’ οὕτω τοῦ ἐπιεικοῦς ἂν εἴη. φαύλου γὰρ καὶ τὸ τοιοῦτον εἶναι, ὡς πρᾶξαι ἄν τι τῶν αἰσχρῶν. ἄτοπον γὰρ τὸ ἡγεῖσθαι ἐπιεικῆ εἶναι τὸν αἰδήμονα, καθόσον οὕτω διάκειται ὡς εἰ πράξαι τι τῶν αἰσχρῶν μὴ βουλόμενος αἰσχύνεσθαι.2 ἡ γὰρ αἰδὼς ἐπὶ τοῖς ἑκουσίως γινομένοις. οὐδεὶς δὲ ἐπιεικὴς ἑκὼν πράττει τὰ αἰσχρά. ἢ λέγοι ἂν ἄτοπον τὸ λέγειν διὰ τοῦτο εἶναι ἐπιεικῆ τὸν αἰδήμονα, διότι οὕτως ἔχει ὡς ἐάν τι προσπέσῃ αἰσχρὸν αὐτῷ αἰσχύνεσθαι. ἡ γὰρ αἰδὼς οὐκ ἐπὶ τοῖς ἀκουσίως πραττομένοις γίνεται· ἄτοπος δὲ ὁ ἑκὼν τὰ αἰσχρὰ πράττων. ἐν μὲν οὖν τῷ δευτέρῳ τὴν αἰδῶ ἀρετὴν μὲν οὐκ ἔφη εἶναι, ἀλλὰ πάθος, ἐπαινετὸν μέντοι, νῦν δὲ ἔοικεν αὐτὸ διαβάλλειν ὡς οὐδαμῶς οἰκεῖον τῷ ἐπιεικεῖ. ἐξ ὑποθέσεως γάρ φησιν εἴη ἂν ἡ αἰδὼς πάθος ἐπαινετὸν καὶ ἐπιεικές, ἀλλ’ οὐχ ἁπλῶς. εἰ γὰρ πράξαι ἐπιεικὴς τοιοῦτόν τι, αἰσχύνοιτ’ ἄν, οὐ μὴν πράξαι ἄν ποτε τοιοῦτόν τι, ὥστε οὐδ’ 〈ἂν〉 αἰσχύνοιτο. εἴη δ’ ἂν ἐξ ὑποθέσεως, δηλονότι πάθος καὶ οὐχ ἁπλῶς, ὡς καὶ ἡ ὕλη ἀνάγκη οὐχ ἁπλῶς ἀλλ’ ἐξ ὑποθέσεως. καὶ πῶς ἐπάγει, ὡς κἀκεῖ ἐδείκνυτο. εἰ γὰρ πρίων εἴη, δεῖ σιδηροῦν εἶναι. ἐξ ὑποθέσεως ἄρα ἐκεῖ τὸ ἀναγκαῖον, ἐνταῦθα δὲ τῇ αἰδοῖ καὶ τῷ τοιούτῳ πάθει τὸ ἐπιεικὲς ἔσται. οὐκ ἔστι δὲ τοῦτο περὶ τὰς ἀρετάς. αὗται γὰρ ἀγαθὸν καὶ 〈καθ’ αὑτὸ καὶ〉 ᾗ αὐτό εἰσιν. ἡ δ’ αἰδὼς ἐξ ὑποθέσεως ἐπιεικές· καλῶς· οὐ γὰρ δι’ αὐτὴν πρῶτον οὐδὲ καθ’ αὑτὴν οὐδὲ καθὸ αἰδὼς ἐπιεικές. ὑποτεθέντος γὰρ τοῦ ὅτι εἰ τάδε πραχθείη, αἰσχύνη παρέπεται, τὸ δὲ αἰσχύνεσθαι αἰδεῖσθαί ἐστι, τὸ δὲ αἰδεῖσθαι οὐκέτι, διὰ τοῦτο ἐξ ἀνάγκης τῇ αἰδοῖ τὸ ἐπιεικὲς ἀκολουθεῖ.
“而成为这样的人也是卑劣者的特征。” 他所说的是这样的:即使羞耻不是产生于已经做出的卑劣之事,而是产生于不得不做而做出的事,即便如此,它也不属于公道之人。因为成为有可能做出任何可耻之事的那样的人,本身就属于卑劣者。因为认为知耻之人是公道的,仅仅由于他是处在这样一种状态,即如果他在违背意愿的情况下做出了某种可耻之事就会感到羞愧,这是荒谬的。因为羞耻是关于出于自愿而做出的事;但没有任何公道之人会自愿做出可耻之事。或者他可能是说,把知耻之人说成是公道的,仅仅因为他具有若有可耻之事降临在他身上便会感到羞愧的倾向,这是荒谬的。因为羞耻并不会产生于非自愿做出的事;而自愿做出可耻之事的人是荒谬的。因此,在第二卷中他虽然说过羞耻不是德性,而是一种感受——然而是一种值得称赞的感受;但现在他似乎在贬低它,认为它绝非公道之人所特有。因为他说,羞耻可以依条件成为一种值得称赞且公道的感受,但并非无条件地如此。因为如果公道之人做出了这样的事,他固然会感到羞愧;然而他决不会做出这样的事,因此他也决不会感到羞愧。它依条件成为感受,即显然并非无条件地如此,正如质料也不是无条件的必然,而是依条件的必然。并且他补充了这是如何成立的,正如在那边所展示的一样:如果要是锯子,就必须是铁制的。因此在那边必然之物是依条件的,而在此处公道之属性也将〔依条件〕归属于羞耻及此类感受。但在德性方面则并非如此;因为德性无论就其自身而言,还是就其作为其自身而言,都是善的。而羞耻只是依条件成为公道的;说得很好;因为并不是主要由于它自身,也不是凭其自身,更不是就其为羞耻而言它是公道的。因为一旦设定了“若做出了这些事,耻辱便会随之而来”,而感到耻辱就是感到羞耻,感到羞耻则不再如此,因此依必然性公道的属性伴随着羞耻。
- 4.32οὐ γὰρ εἰ τὰ μὲν αἰσχρά ἐστιν ἀληθῶς, τὰ δὲ δοκήσει, ἤδη τὰ κατὰ δόκησιν πράξει.
句式 οὐ ... εἰ ... ἤδη ... 表示对推论关系的否定,意为“并不是说如果……就必然/直截……”。否定词 οὐ 并非单纯否定主句动词 πράξει,而是作用于由 ἤδη 引出的整个推论关联。
- 4.33ἄτοπον γὰρ τὸ ἡγεῖσθαι ἐπιεικῆ εἶναι τὸν αἰδήμονα, καθόσον οὕτω διάκειται ὡς εἰ πράξαι τι τῶν αἰσχρῶν μὴ βουλόμενος αἰσχύνεσθαι.
主句为主谓结构,非人称谓语 ἄτοπον 搭配带冠词不定式 τὸ ἡγεῖσθαι 作为主语。在 ἡγεῖσθαι 的宾语结构中,τὸν αἰδήμονα 为主格性质的宾格,ἐπιεικῆ εἶναι 为谓词。从属节中,οὕτω διάκειται 与表达内容的不定式 ὡς ... αἰσχύνεσθαι 相应,其中嵌套了含有希求式条件句 εἰ πράξαι ... μὴ βουλόμενος。
