← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§200.20-202.5

求真与虚夸的对立及休闲中的机敏

埃夫斯特拉蒂乌斯注解亚里士多德《尼各马可伦理学》第4卷第7-8章(1127b31-1128a4),阐述自夸者与求真者的对立、休闲与游戏中机敏德性的必要性,以及小丑式过恶与合乎自由人风范的机智中道之间的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.30

" Ἀντικεῖσθαι δ’ ὁ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικῷ." Τὸν ἀλαζόνα φησὶν ἀντικεῖσθαι τῷ ἀληθευτικῷ. χεῖρον γὰρ καὶ φορτικώτερον τῶν ἃ μὴ ἔχει τις καὶ μείζω ἢ ἃ ἔχει τις προσποιεῖσθαι ἔχειν ἑαυτὸν τοῦ ἃ ἔχει ἐλαττοῦν ἢ ἀρνεῖσθαι μὴ ἔχειν1 διὰ τὸ ἐν τούτοις ἀνεπαχθές. τὸ μὲν γὰρ μετρίου, τὸ δὲ ὑπερβάλλοντος. οὔσης δὲ καὶ ἀναπαύσεως ἐν τῷ βίῳ. περὶ τὸ ἡδὺ τὸ ἐν λόγοις καὶ πράξεσιν εἰπὼν εἶναι τρεῖς διαφορὰς καὶ τούτων τὴν μὲν εἰπὼν ἀλήθειαν, τὴν δὲ φιλίαν, νῦν περὶ τῆς λοιπῆς λέγει, ἣν εὐτραπελίαν καλεῖ. καὶ διὰ τί οὕτως αὐτὴν ὀνομάζει τὴν αἰτίαν λέγει. ἐκεῖναι μὲν οὖν αἱ δύο, ἡ μὲν φιλία περὶ λόγους καὶ πράξεις τὰς κατὰ τὸν βίον τὸ χρειῶδες δεικνύουσιν, ἡ δὲ ἀλήθεια τὸ περὶ λόγους, αὕτη δὲ τὸ ἐν παιδιᾷ ἡδὺ αἱρεῖται. δεῖ γὰρ τῷ σπουδαίῳ καὶ ἀναπαύσεως, ὡς ἂν μὴ διὰ παντὸς κάμνουσα αὐτῷ ἡ διάνοια ἄχρηστος γένηται τῷ ἀεὶ ἐντετάσθαι κατὰ τὰ τόξα, ἃ μὴ ἀνιέμενα τοῦ οἰκείου παραλύεται τόνου. ὅπως δὲ γένοιτο τὸ ἐν παιδιᾷ ἡδὺ καὶ ἐλευθέριον ἑκατέρας χωριζόμενον ἀμετρίας, νῦν διδάσκει.

“自夸者似乎与说真话者相对立。” 他说自夸者与说真话者相对立。因为伪装拥有自己所没有的事物以及大于自己拥有的事物,比贬低自己所拥有的事物或否认拥有它们更恶劣且更庸俗,乃是由于在后者中不带有令人反感之处。因为后者属于适度之人,而前者属于过度之人。“由于生活中也有休息。”在指出关于言语和行为中的快乐有三种区别,并将其中一种称为真实,另一种称为友爱之后,他现在论述剩下的一种,他称之为机敏(eutrapelia)。并且他说明了他为何如此称呼它的原因。前面的那两种展示实用性,友爱是关于生活中的言语与行为的,真实则是关于言语的,而这一种则选择嬉戏中的快乐。因为好人也需要休息,以免他的理智因始终紧绷而不断耗竭,变得对他无用,就像弓若不松弛就会失去原有的张力一样。他现在教导嬉戏中的快乐如何能够脱离两极的无节制而变得具有自由人的风范。

§4.31

"Οἱ μὲν οὖν τῷ γελοίῳ ὑπερβάλλοντες." Βωμολόχοι λέγεται τὰ τῶν ὀρνέων λίχνα καὶ ἀδηφάγα,2 ἃ χάριν τροφῆς λοχῶσιν 〈ἐπὶ〉 τοῖς βωμοῖς τὰ καταλειφθέντα τῶν θυσιῶν λιχμώμενα. τοιοῦτοι καὶ οἱ τὸ σκώπτειν μεταδιώκοντες ὑπερβαλλόντως. ὡς γὰρ ἐκείνοις οὐδὲν ἔργον ἢ περισκοπεῖν τοὺς βωμούς, ἀφ’ ὧν εὐπορήσει τροφῆς, οὕτω καὶ αὐτοῖς ἐπιμελὲς μηδὲ τῶν ἀσχημόνων ἀπέχεσθαι, εἰ μόνον κινοῖεν γέλωτα. οἱ δὲ ἐμμελῶς παίζοντες· τὸ μέσον καὶ μέτριον ἐνδείκνυται. ἐκ τῶν κινήσεων κρίνεται, εὔρυθμα δηλονότι ἢ ἄρρυθμα 〈καὶ〉 ὑγιεινὰ ἢ νοσερὰ καὶ ἀσθενῆ ἢ εὔρωστα. οὕτω καὶ τὰ ἤθη, δηλονότι ἀπὸ τῶν κινήσεων τῆς ψυχῆς. ἐπιπολάζοντος δὲ τοῦ γελοίου, διὰ τὴν τῶν πολλῶν σπουδήν. φιλογέλωτες γὰρ ὡς ἐπίπαν οἱ ἄνθρωποι καὶ 〈τῇ παιδιᾷ μᾶλλον προσανακείμενοι〉. ἐκ τῶν εἰρημένων δῆλον, διότι οἱ μὲν τοῦ μέσου στοχάζονται, οὗτοι δὲ καθ’ ὑπερβολὴν αὐτῷ χρῶνται. τῇ δὲ μέσῃ ἕξει οἰκεῖον ἡ ἐπιδεξιότης. δεῖ γὰρ ἐπιδεξίως ἔχειν πρὸς τὸ ἀκοῦσαί τε καὶ ποιῆσαί τι. διαφέρει δὲ τῆς τοῦ ἀνδραποδώδους, ἤτοι ἀπρεποῦς· ἤτοι ἀνδραποδώδους, ἢ τοῖς ἐλευθέροις ἀντίκειται. ἔστιν ἄρα ἡ ἐλευθεριότης ἣ τῇ ἀνδραποδώδει ἀντίκειται. ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα. οὐ ταὐτὸν τὸ μὴ λυπεῖν τῷ τέρπειν. ἐπὶ πλέον γὰρ τὸ μὴ λυπεῖν. εἰ γὰρ τέρπει, οὐ λυπεῖ· οὐ μὴν εἰ μὴ λυπεῖ, τέρπει πάντως.3 ἄπειρον γὰρ τὸ μὴ λυπεῖν. τοιαῦτα δὲ καὶ ἀκούσεται, ἀντὶ τοῦ τοιούτων ἀνέξεται εἰς αὑτὸν λεγομένων σκωμμάτων οἷς αὐτὸς κέχρηται. οὐ γὰρ εὔσχημον τῶν ὁπωσοῦν λεγομένων ἀνέχεσθαι· οὐ γὰρ πᾶν ποιῆσαι, ὥσπερ οὐδ’ εἰς πᾶν ἀνάσχοιτο σκώπτεσθαι. οὐ γὰρ εὔσχημον οὐδὲ οἰκεῖον τῷ ἀγαθῷ τῶν ὁπωσοῦν λεγομένων ἀνέχεσθαι, ἐπεὶ ἐνδεχόμενον δόξει πως χαίρειν αὐτοῖς καὶ πράττειν αὐτὰ οὐκ ἀπεχθανόμενος πρὸς αὐτά. ἔδει δ’ ἴσως καὶ σκώπτειν, διὰ τὸ ἄσχημον δηλονότι καὶ ὕβρεως ἔχεσθαι. προεῖπε δὲ τὸ ἔνια δὲ οἱ νομοθέται λοιδορεῖν κωλύουσι προσυπακουομένου τῷ ἔνια ‘καὶ οὐ πάντα’. ὁ δὴ χαρίεις καὶ ἐλευθέριος οὕτως ἕξει, τουτέστιν οὔτε πάντα σκώπτων οὔτε πάντων ἀπεχόμενος, ἀλλὰ γνώσεται νομοθετῶν ἑαυτῷ τίνων ἀφέξεται, τίνων οὔ.

“因此,那些在逗笑上过度的人。” 被称为祭坛伺机者(bōmolochoi)的是鸟类中贪吃而暴食的种类,它们为了食物潜伏在祭坛旁,舐食祭祀的残留之物。那些过分追逐嘲弄的人也是如此。因为正如对那些鸟而言,除了巡视能提供食物的祭坛之外别无他务,同样对这些人来说,只要能引人发笑,哪怕连丑陋的事物也不加回避便是他们所关注的。“而那些和谐地玩笑的人。”他指出了中间与适度之人。“从动作中被评判”,显然是评判其有节奏还是无节奏、健康还是病态、孱弱还是强健。品质亦是如此,显然是从灵魂的运动中被评判的。“逗笑之事十分流行”,乃是由于大众的热衷。因为一般而言人类是爱笑的,并且更倾向于嬉戏。从上述可知,某些人追求中道,而这些人则过度使用逗笑。“而巧妙得体(epidexiotēs)则特属于中间品质。”因为在听与行某事上都必须具备得体的能力。“它不同于奴性的品质”,即不合体统的或奴性的品质,它是与自由人相对立的。因此自由人的高尚正是与奴性相对立的。“或者由于不使听者痛苦。”不使人痛苦与使人愉悦并非同一回事。因为不使人痛苦具有更广的外延。如果使人愉悦,就不会使人痛苦;然而如果并不使人痛苦,却未必使人愉悦。因为不使人痛苦是不受限定的。“也将听取此类话语”,意指:对于针对自己所说的嘲弄,他将忍受自己所使用的那一类。因为忍受无论以何种方式说出的话语是不合体统的;因为他不会做一切事情,正如他不会忍受在任何方面都受到嘲笑一样。因为忍受无论以何种方式说出的话语,对于好人来说既不合体统也不相宜,因为这似乎有可能被视为他以某种方式以此为乐,并在行这些事时不对其感到厌恶。“但也许多半应当〔禁止〕嘲弄”,显然是因为其丑陋并涉及侮慢。他预先说“立法者们禁止辱骂某些事物”,在“某些事物”上隐含着“而非一切事物”。“文雅而具有自由人风度的人确实将是这样”,也就是说,既不嘲弄一切,也不对一切都回避,而是作为自己的立法者,他将知晓回避哪些事物,而不回避哪些事物。

语法注3 条
  1. 4.30χεῖρον γὰρ καὶ φορτικώτερον τῶν ἃ μὴ ἔχει τις καὶ μείζω ἢ ἃ ἔχει τις προσποιεῖσθαι ἔχειν ἑαυτὸν τοῦ ἃ ἔχει ἐλαττοῦν ἢ ἀρνεῖσθαι μὴ ἔχειν

    比较级形容词 χεῖρον καὶ φορτικώτερον 的主语是不定式短语 προσποιεῖσθαι ἔχειν ἑαυτὸν ...,而比较的基准则由属格带冠词不定式 τοῦ ἃ ἔχει ἐλαττοῦν ἢ ἀρνεῖσθαι ... 表达。开头的属格 τῶν ἃ μὴ ἔχει 与后文的 μείζω 并列作为 προσποιεῖσθαι 的对象内容;整句的核心框架为:“伪装拥有自己所缺乏的事物比贬低自己所拥有的事物更为恶劣”。

  2. 4.31Βωμολόχοι λέγεται τὰ τῶν ὀρνέων λίχνα καὶ ἀδηφάγα

    名词 Βωμολόχοι 以主格复数形式引出作为词源解释的被界定词,表语补足成分则是中性复数短语 τὰ τῶν ὀρνέων λίχνα καὶ ἀδηφάγα。单数动词 λέγεται 依照中性复数主语使用单数动词的希腊语语法规则进行配合(或作为“...被称为”的被动惯用法)。

  3. 4.31ἐπὶ πλέον γὰρ τὸ μὴ λυπεῖν. εἰ γὰρ τέρπει, οὐ λυπεῖ· οὐ μὴν εἰ μὴ λυπεῖ, τέρπει πάντως.

    短语 ἐπὶ πλέον 表示逻辑上的外延更广(适用范围更宽)。紧随其后的条件句(“若使人愉悦则不使人痛苦;但若不使人痛苦,却未必使人愉悦”)作为理由(γάρ)被提出,用以阐明“使人愉悦”被包含在“不使人痛苦”之中的不对称逻辑关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:200.20-202.5