- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:199.14-200.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了自夸取决于抉择和品质状态而非单纯的能力,说明了为了利益而自夸者为何倾向于伪装不易被驳斥的预言术或医术,并结合词义训诂与斯巴达人极简服饰的例子讨论了偏向隐瞒与贬抑自身的反讽者。
" Κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιοῦτος εἶναι ἀλαζών ἐστιν." Τουτέστιν οὐκ ἐν τῷ δύνασθαι προσποιήσασθαι τὰ μείζω καὶ μὴ προσόντα αὐτῷ (τοῦτο γὰρ παντός)1 ἀλλὰ τῷ ἕξιν τοιαύτην ἔχειν καὶ τοιοῦτος εἶναι ὡς προαιρεῖσθαι ταῦτα 〈καὶ τούτοις ἀρέσκεσθαι〉. οὐ γὰρ αἱ δυνάμεις αἴτιαι τοῦ τοίους ἢ τοίους εἶναι ἀλλ’ αἱ προαιρέσεις, ἐπεὶ αἵ γε δυνάμεις αὐταί εἰσι τῶν ἀντικειμένων,2 οὐ δύναται δὲ ἅμα τὰ ἀντικείμενα εἶναι. εἰπὼν δὲ τὸν ἀλαζόνα ἐν τῇ προαιρέσει μάλιστα εἶναι, ἐναργῶς τοῦτο ἔδειξε μεταλαβὼν τὸν ἀλαζόνα εἰς τὸν ψεύστην. ψεύστης γὰρ οὐχ ὁ δυνάμενος ψεύδεσθαι ἀλλ’ ὁ προαιρούμενος καὶ ψευδόμενος καὶ τῷ χαίρειν αὐτῷ τῷ ψεύδεσθαι. εἰσὶ γάρ τινες τοιοῦτοι ἢ δόξης ἢ κέρδους θήρᾳ, δόξης μὲν οἱ ἐπὶ τοῖς ἐκ φύσεως ἢ τύχης προσγινομένοις προσποιούμενοι, οἷον καλοὶ ἢ ἰσχυροὶ ἢ πλούσιοι ἤ τι τοιοῦτον, οἱ δὲ διὰ κέρδος ἀλαζονευόμενοι ταῦτα προσποιοῦνται ἔχειν οἷς ἥδεται ὁ πέλας. διὰ γὰρ ταῦτα ἀργύριά τε ἐκεῖνοι προϊενται καὶ οὗτοι λαμβάνουσιν, καὶ τούτων αὐτῶν ταῦτα προσποιοῦνται, ἃ ῥᾳδίως λανθάνειν δύναται μὴ ὄντα· ἡ δὲ μαντικὴ [δὲ] ταῦτα καὶ ἰατρικὴ καὶ σοφία. διὸ καὶ οἱ πλεῖστοι τῶν διὰ κέρδος ἀλαζονευομένων ταῦτα προσποιοῦνται. λανθάνουσι γὰρ οἱ ταῦτα ἐπαγγελλόμενοι τῷ μὴ φανερὸν τὸν ἔλεγχον εἶναι. ὁ μὲν γὰρ κάλλος ἢ ἰσχὺν προσποιούμενος εὐέλεγκτος, ὁ δὲ τῶν προειρημένων τι ῥᾳδίως λανθάνει. διὸ πλεῖστοι οἱ τοιαῦτα ἐπαγγελλόμενοι. καὶ γὰρ πρόσεστι τούτοις τὸ ἥδεσθαι αὐτοῖς τοὺς πέλας καὶ ὑπὲρ αὐτῶν ἀργύριον διδόναι. φιλομάντεις γὰρ οἱ πολλοί, καὶ ἡ ἰατρικὴ πρὸς πολλὰ χρήσιμος καὶ ἡ σοφία σπουδάζεται διὰ τὸ θαυμασία εἶναι. ἔστι γὰρ ἐν αὐτοῖς τὰ εἰρημένα, τουτέστι δόξα ἀπόλαυσις τὸ λαθεῖν. οἱ δὲ εἴρωνες ἐπὶ τὸ ἔλαττον. διὰ τοῦτο οἱ εἴρωνες χαριέστεροι, ὅτι τὰ ἔνδοξα καὶ ὄγκον ἔχοντα ἀρνοῦνται. βαυκοπανοῦργοι λέγονται· βαυκοπανούργους φησὶν ὡς ἓν ἀνθ’ ἑνὸς εἰπεῖν3 τοὺς σεμνοπανούργους. βαῦκος γὰρ ὁ τρυφερός, ὡς ὁ ποιητὴς Ἀραρὼς ἐν Καμπυλίωνι “βαυκὰ μαλακὰ τερπνὰ τρυφερά.” μετήνεγκται δὲ τὸ ὄνομα ἀπὸ τῶν βαυκίδων, ὅ ἐστιν εἶδος ὑποδημάτων Ἰωνικῶν, οἷς αἱ Ἰάδες χρῶνται, οὗ καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις μέμνηται. Κλείταρχος μέντοι ὁ γλωσσογράφος τὸ σεμνὸν ἀποδέδωκεν. οἷον ἡ τῶν Λακώνων ἐσθής· εὐτελὴς ἄγαν ἱστορεῖται Ξενοφῶντι.4 διὰ ταῦτα καὶ σκώπτουσιν αὐτοὺς οἱ κωμῳδοί, ὡς Πλάτων ἐν Πρέσβεσι “χαίρεις οἶμαι μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε, τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα”· τοῦτο γὰρ Λάκωνες ἐποίουν, ἐγκράτειάν τινα καὶ καρτερίαν ἐπιδεικνύμενοι. διὰ δὲ τὴν σφόδρα εὐτέλειαν προσποίησις ἐδόκει καὶ ἀλαζονεία τις εἶναι. καὶ περὶ τὰ μὴ λίαν ἐμποδών. πῶς τὸ ἐμποδὼν ἔλαβε, μεταλαβὼν φανερὸν ἐποίησεν.
“因为他是因品质状态以及因自身是这样的人而是自夸者的。” 也就是说,不在于能够伪装具备不属于自己的更重大事物(因为这是任何人都能做到的),而在于具备这样一种状态,并且是会抉择这些事物[并以此为乐]的这样一种人。因为能力并不是使人成为这样或那样的人的原因,抉择才是原因,既然能力本身对于相反的事物是相同的,而相反的事物却不可能同时存在。他在指出自夸者主要在于抉择之后,通过将“自夸者”转变为“说谎者”而清楚地表明了这一点。因为说谎者并非能够说谎之人,而是抉择说谎、实行说谎并以说谎本身为乐之人。因为有些人是为了追求名望或利益而成为这样的人:追求名望者在出于本性或运气而附随的事物上进行伪装,比如英俊、强壮、富有或类似的事物;而为了利益自夸者,则伪装拥有邻人所喜悦的事物。因为因着这些事物,邻人付出金钱而他们收取金钱;且在这些事物本身之中,他们伪装那些在并不存在时亦能轻易不被人察觉的事物;预言术、医术和智慧即是此类事物。因此,为了利益而自夸者大多伪装这些事物。因为声称拥有这些事物的人之所以能隐瞒,乃是由于驳斥并不明显。伪装美貌或强力的人极易被驳斥,而伪装上述事物之一的人则容易不被察觉。因此声称拥有此类事物的人最为繁多。因为随这些事物而来的,还有邻人喜悦它们并为之付出金钱这一事实。事实上,大众爱好预言,医术在许多方面大有用处,而智慧则因其令人惊叹而受到热烈追求。因为在它们之中存在着上述事物,即名望、享受与不被察觉。 “反讽者则偏向不足。”因此反讽者更为高雅,因为他们否认那些带来名望和具有排场的事物。 “被称为娇矜的狡猾之徒。”他说,用一个等价的词来说,“娇矜的狡猾之徒”就是指庄重的狡猾之徒。因为“baukos”意指娇嫩精巧,正如诗人阿拉罗斯在《坎皮利翁》中所言:“娇媚的、柔和的、怡人的、柔弱的”。这个名称是从“baukides”引申而来的,那是一种爱奥尼亚妇女所穿的爱奥尼亚式鞋履,阿里斯托芬在《地母节妇女》中亦曾提及。然而训诂学者克莱塔库斯则将其解释为庄重。 “正如斯巴达人的服饰。”色诺芬记载其极其简陋。由于这些缘故,喜剧诗人们亦嘲弄他们,正如柏拉图在《使节》中所说:“我想你为将他像棋子般调动并使他受窘而感到高兴,那个蓄着胡须、发如金雀花、指关节脏污、拖着粗斗篷的人”;因为斯巴达人过去正是如此行事,以此炫耀某种节制与坚忍。但因其过度的简陋,这反而显得是一种伪装和某种自夸。 “以及关于并非过于切近的事物。”他通过换用字词,清楚说明了他如何理解“切近”。
- 4.29τοῦτο γὰρ παντός
παντός 是表语性所有格(属格),省略了系动词 ἐστί,意为“因为这是属于任何人的(即任何人都能做到的)”。
- 4.29ἐπεὶ αἵ γε δυνάμεις αὐταί εἰσι τῶν ἀντικειμένων
αὐταί 在此作“同一的”或“其自身”解,阐明了亚里士多德的经典命题,即同一能力涉及相反的两端(τῶν ἀντικειμένων)。
- 4.29ὡς ἓν ἀνθ’ ἑνὸς εἰπεῖν
意为“用一个[词]代替另一个[词]来说”,即“换句话说”或“用一个对应的词来表达”,在此是用 σεμνοπανούργους 替换解释 βαυκοπανοῦργοι。
- 4.29εὐτελὴς ἄγαν ἱστορεῖται Ξενοφῶντι
与格 Ξενοφῶντι 与被动动词 ἱστορεῖται 连用,可作施事与格(“由色诺芬记载”)或出处/所格(“在色诺芬处记载”)。
