← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§19.8-20.17

制作性技艺的类比与政治学精确性的限度

针对亚里士多德在1094b12–1094b14中论述的论证精确性限度,欧斯特拉提奥斯通过制作性技艺(如绘画与雕像术)因其质料性质而要求不同程度精确性的例子加以阐释,并藉由三段论梳理了政治学所考察的高尚与正义之事因其本身的多样性与动摇性而不能接纳精确论证的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

" Τὸ γὰρ ἀκριβὲς οὐχ ὁμοίως ἐφ’ ἑκάστου γένους ἐπιζητητέον, ὥσπερ οὐδὲ ἐν τοῖς δημιουργουμένοις." Τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ δεῖν ἀκριβεῖς καὶ ἀναγκαίους ἀπαιτεῖν τοὺς παραδιδομένους λόγους ἐν τοῖς ἠθικοῖς καὶ πολιτικοῖς, ὅτι μηδὲ πᾶς λόγος τεχνικὸς ἀκριβής ἐστιν, οὐδὲ ὁμοίως τεχνίτης ἕκαστος ἀπαιτεῖται κατὰ τὴν ἑαυτοῦ τέχνην τὸ ἀκριβὲς ἐπιδείκνυσθαι. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν δημιουργικῶν τεχνῶν καὶ τῶν κατ’ αὐτὰς δημιουργουμένων. δημιουργικαὶ δὲ λέγονται τέχναι αἱ ποιητικαί, καὶ δημιουργούμενα τὰ ὑπ’ αὐτῶν ἀποτελούμενα ἔργα. εἰς τρία τοιγαροῦν τῶν τεχνῶν διῃρημένων, εἰς θεωρητικὸν εἰς πρακτικὸν εἰς ποιητικόν, ἐκ τῶν ποιητικῶν παρίστησι τὸ λεγόμενον, φημὶ δὴ τὸ μὴ δεῖν ἐπὶ πάντων ὁμοίως ζητεῖν τὴν ἀκρίβειαν. ἐναργέστερον γὰρ τοῦτο μάλιστα ἐπὶ τῶν τοιούτων φαίνεται τεχνῶν, διὰ τὸ τὰ ὑποκείμενα αὐταῖς καὶ τὰ ἔργα αἰσθήσει εἶναι γνωστά, τίνα τε καὶ ὁποῖά εἰσιν· ἴδε γὰρ ὅτι ἓν εἶδός ἐστι τέχνης τὸ μιμητικὸν ἀνθρώπου μορφῆς ᾗ ἄνθρωπος· διαιρεῖται δὲ εἰς εἴδη διάφορα κατὰ τὰς τῶν ὑποκειμένων διαφοράς· καὶ πρῶτον μὲν εἰς ζωγραφικὴν καὶ ἀνδριαντοποιητικήν· ἡ δὲ εἰς κηροπλαστικὴν1 τηκτικὴν γλυφικὴν τεκτονικὴν λιθοξοϊκήν, ἀλλ’ ὁ μὲν γραφικὸς πλεῖον ἀπαιτεῖται τὸ ἀκριβὲς τῆς μιμήσεως διὰ τὸ τῆς ὑποκειμένης αὐτῷ ὕλης εὔεικτον, ὁ δὲ κηροπλάστης κηρῷ καὶ πηλῷ καὶ τοῖς τοιούτοις χρώμενος ἧττον μὲν ἐκείνου, μᾶλλον δὲ τῶν λοιπῶν, ὁ δὲ τέκτων καὶ γλύπτης λιθοξόου μᾶλλον, τῶν προτέρων λειπόμενος εἰς ἀκρίβειαν, ὁ δὲ λιθοξόος τῶν λοιπῶν ἔχει πάντων δυσμεταχειριστότερον τὸ αὐτῷ ὑποκείμενον κἀντεῦθεν ἕξει τὸ ἀκριβὲς ἧττον κατορθούμενον ἅμα καὶ ἀπαιτούμενον. ἱκανὸν οὖν ἑκάστῳ εἰ κατὰ τὴν ὑποκειμένην ὕλην κατορθοῖ. γένος δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης τὸ ὑποκείμενον ἐκάλεσε καὶ ἐν ἄλλοις πολλοῖς· τὸ γὰρ γένος ὕλῃ ἀναλογεῖ τῇ τῶν διαφορῶν ἐπεισελεύσει εἰδοποιούμενον, ἥ τε ὕλη γένει2 συγκεχυμένη καθ’ ἑαυτὴν οὖσα καὶ ἀδιάρθρωτος καὶ ὑπὸ τῶν εἰδῶν μορφουμένη ὥς τινων διαφορῶν. καὶ ὡς τὸ γένος δυνάμει τὰ εἴδη, καὶ ἐκ τοῦ δυνάμει προϊὸν εἰς ἐνέργειαν, οὕτω καὶ ἡ ὕλη δυνάμει τὰ ἐξ αὐτῆς, καὶ ἐκ τῆς στερήσεως προϊοῦσα εἰς εἰδοποίησιν.

“因为在每一个属中并不应当同样地要求精确,正如在工匠所造之物中也是如此。” 这是对在伦理与政治事项中不应要求所传授的言论具有精确性与必然性的立论证明,因为并非每一种技艺的言论都是精确的,亦非每一个匠人都被同样地要求依其自身技艺展现精确性。他从造物性的诸技艺以及依之所造的诸物来证明这一点。造物性的诸技艺即被称为制作性的诸技艺,而所造之物则是它们所成就的作品。因此,当技艺被区分为理论的、实践的和制作的三种时,他从制作性技艺中证明了所言之事,我指的是不应当在一切事物中同样地探求精确性。因为这一点在诸如此类的技艺中最显明可见,乃是由于它们的底承基质和作品对感觉而言是可知其为何者以及属何种类的。试看,模仿人的形貌或模仿人本身乃是一种技艺;但它依照底承基质的差异而被区分为不同的种:首先区分为绘画术与造像术;而后者[造像术]又区分为蜡塑术、铸造术、雕镂术、木工术、石工术。然而,画家由于其底承质料的易于顺应而被要求更高程度的模仿精确性;使用蜡、黏土及诸如此类之物的蜡塑师,虽然比画家要求得少,但比其余之人要求得多;木工与雕镂师比石工要求得多,但在精确性上逊于前述诸人;石工则拥有比其余所有人更难以驾驭的底承基质,因此精确性在此处不仅成就较少,同时被要求的也较少。因此,对于每个人而言,若能依照其底承质料而成就,便是充分的了。亚里士多德在此处正如在许多其他地方一样,把底承基质称为“属”;因为属类同于质料,随着差异的介入而被种差化并赋予形相;而质料类同于属,就其自身而言是混然未分且未经分节的,并由作为某种差异的诸形相赋予其形式。正如属潜在地是诸种,并从潜在推进为现实,质料亦是潜在地是由其所出之物,并从匮乏推进为形相化。

§1.18

"Τὰ δὲ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, τοσαύτην ἔχει διαφορὰν καὶ πλάνην, ὥστε δοκεῖν νόμῳ μόνον εἶναι, φύσει δὲ μή." Περὶ τῶν ἑξῆς ῥηθησομένων λόγων εἰπὼν ὁποῖοί ποτ’ ἔσονται, καὶ ὅτι ἱκανὸν αὐτοῖς εἰ κατὰ τὴν ὑποκειμένην ὕλην ἡ ἐξ αὐτῶν διασάφησις γένηται, εἶτ’ ἐπὶ τὸ καθόλου τὸν λόγον ἀνενεγκὼν ὡς οὐ πάντες οἱ λόγοι τὴν αὐτὴν ἀκρίβειαν ἐπιδέχονται, κατάγει αὐτὸν ἐπὶ τὰ προκείμενα, καί φησιν ὅτι τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ, πολλὴν ἔχει κατὰ τὴν δόξαν παρὰ τοῖς ἀνθρώποις διαφορὰν καὶ πλάνην, καὶ τοσαύτην, ὡς δοκεῖν νομίσει μόνῃ καὶ ὑπολήψει ταῦτα καὶ μηδὲν εἶναι κατὰ τὴν φύσιν3 διὰ τὸ ἄλλοις ἄλλως δοκεῖν καὶ ἄλλα παρ’ ἄλλοις εἰσάγεσθαι καλά τε καὶ δίκαια, ὡς τῶν φύσει παρὰ πᾶσιν ὄντων τῶν αὐτῶν. καὶ ἔστι τὸ καθολικώτερον τῷ μερικωτέρῳ συνθέμενον οὕτω συλλογίσασθαι·4 τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια διάφορα καὶ πεπλανημένα· περὶ τῶν διαφόρων καὶ πεπλανημένων οὐκ ἔστι παραδοῦναι λόγους ἀκριβεῖς· περὶ τῶν ἀνθρωπίνων ἄρα καλῶν καὶ δικαίων οὐκ ἔστι παραδοῦναι λόγους ἀκριβεῖς.

“而政治学所考察的高尚之事与正义之事,具有如此巨大的差异与动摇,以至于显得仅仅是出于约定,而非出于自然。” 在谈论了接下来要陈述的言论将是何种性质,并且只要出自它们的阐明能够依照底承质料产生便是充分的,随后又将论述提升至普遍层面,指出并非所有言论都接纳同样的精确性之后,他将论述引申至当前的主题,并说道:政治学所考察的人间的高尚与正义之事,在人类的意见中包含着巨大的差异与动摇,并且大到如此地步,以致由于不同的人有不同的看法,不同的人群中引入了不同的高尚与正义之事,它们便显得仅仅出于习俗与揣度,而完全并非出于自然,仿佛出于自然之物在所有人之中都是相同的。人们可以将更普遍的前提与更个别的前提结合起来,作出如下的推论:“人间的高尚与正义之事是多样且动摇的;关于多样且动摇之事不能传授精确的言论;因此,关于属人的高尚与正义之事不能传授精确的言论。”

语法注4 条
  1. 1.17ἡ δὲ εἰς κηροπλαστικὴν

    阴性冠词 ἡ δέ 用作主语,指代前文二分法中的后者(ἀνδριαντοποιητική,“造像术”),其后承前省略了谓语动词 διαιρεῖται(“被区分为”)。

  2. 1.17τὸ γὰρ γένος ὕλῃ ἀναλογεῖ ... ἥ τε ὕλη γένει

    该句由两个并列分句构成,共用动词 ἀναλογεῖ:前一分句中主语 τὸ γένος 支配与格 ὕλῃ,后一分句中主语 ἥ τε ὕλη 支配对应的与格 γένει。各自的主语均附有分词短语(前者为 τῇ τῶν διαφορῶν ἐπεισελεύσει εἰδοποιούμενον,后者为 συγκεχυμένη ... οὖσα καὶ ἀδιάρθρωτος καὶ ... μορφουμένη),说明属与质料相互类比的依据。

  3. 1.18ὡς δοκεῖν νομίσει μόνῃ καὶ ὑπολήψει ταῦτα καὶ μηδὲν εἶναι κατὰ τὴν φύσιν

    此处以 ὡς 搭配不定式(δοκεῖν)替代 ὥστε 表示结果。在 δοκεῖν 支配的宾格不定式结构中,ταῦτα 之后省略了系词 εἶναι(即 ταῦτα [εἶναι] νομίσει μόνῃ),并与后面的 καὶ μηδὲν εἶναι κατὰ τὴν φύσιν 形成呼应并共享谓语。

  4. 1.18καὶ ἔστι τὸ καθολικώτερον τῷ μερικωτέρῳ συνθέμενον οὕτω συλλογίσασθαι

    动词 ἔστι 在此作非人称用法,意为“能够/可以”(ἔξεστι),支配不定式 συλλογίσασθαι。中性分词短语 τὸ καθολικώτερον τῷ μερικωτέρῳ συνθέμενον(“将较普遍的[前提]与较特殊的[前提]相结合”)作为修饰成分,表示达成推论的方式或手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:19.8-20.17