- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:197.21-199.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注疏亚里士多德《尼各马可伦理学》第4卷第7章(1127a26–1127b9),阐释了脱离外在利害而就真理自身坚守诚实的中庸德性,并依据抉择与目的剖析了自夸者的各种类型。
" Ἔστι δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηθενός." Ταῦτα περὶ τῶν ἀληθευόντων καὶ τῶν προσποιουμένων καὶ ψευδομένων λέγει. καὶ γὰρ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι γίνεται ἕνεκά τινος καὶ διὰ τὴν ἕξιν ἣν ἔχει τις. δύναται γάρ τις καὶ μὴ ἀληθευτικὸς τὴν ἕξιν ἀληθεῦσαι διά τι, ὡς οἱ διὰ συνθήκας καὶ ζημίας ἀληθεύοντες καὶ ἐμμένοντες τῇ ὁμολογίᾳ τῶν συνθηκῶν, οἳ δικαιοσύνης μᾶλλον ἔχονται· ὁμοίως καὶ ὁ μὴ ψευδὴς ψεύσασθαι. ἁπλῶς μὲν γὰρ ἕκαστος ὁποῖός τίς ἐστι, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ, διά τι δὲ παραβαίνουσι τὰς οἰκείας ἐνεργείας (καὶ γὰρ ψεύδονται καὶ ἀληθεύουσιν, ὡς εἴρηται, ἀλλὰ καὶ αὐτὸς ἐρεῖ), οἱ μὲν διά τι προκείμενον, ὥσπερ οἱ διὰ τὸ δίκαιον ἀληθεύοντες ἢ ψευδόμενοι ἵνα ἀδικήσωσιν, οἱ δὲ διὰ τὴν ἕξιν ἣν ἔχουσιν. περὶ τῶν οὕτως ἀληθευόντων καὶ ψευδομένων ὁ λόγος αὐτῷ καὶ τῶν τοιούτων ἕξεων, αἳ οὐ διά τι τοῦτο ποιοῦσιν. ἐκεῖναι γὰρ καὶ ἄλλαι τινὲς ἀρεταὶ 〈καὶ κακίαι〉. τῶν δὴ καθ’ αὐτὰ ἀληθῶν καὶ ψευδῶν καὶ οὐ διά τι τὸ μὲν ἀληθὲς καλόν τε καὶ ἐπαινετόν, τὸ δὲ ψεῦδος ψεκτόν 〈τε καὶ φευκτόν. καθ’ αὑτὰ γὰρ ἐξεταζόμενα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι, τὸ μὲν ἐπαινετόν ἐστι, τὸ δὲ ψεκτόν.〉 διὸ καὶ ὁ μὲν ἀληθευτικὸς καὶ τοιαύτην ἔχων ἕξιν μέσος ὢν τῶν ἐφ’ ἑκάτερα ψευδομένων ἐπαινετὸς ἂν εἴη. ἀλλ’ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος ἀλλὰ διαφόρου ὄντος,1 ὡς μὴ διὰ 〈τὴν〉 τοῦδε τυχὸν ὁμολογίαν καὶ συνθήκην δοκεῖν τὸ τοιοῦτον ποιεῖν, ἀλλὰ καθ’ αὑτὸ τὸ ψεῦδος εὐλαβούμενος τῷ τοιοῦτος εἶναι, λέγω δὴ τῷ ἀληθευτικός. καὶ ἐν οἷς μὴ διαφέρει. διὰ τῆς προσθήκης ταύτης ἔδειξε τὸν τοιοῦτον ἐπαινετόν. ὁ γὰρ καὶ ἐν οἷς οὐδὲν διαφέρει ἀληθεύων ἔτι μᾶλλον ἀληθεύει ἐν οἷς διαφέρει τι, οἷον συνθήκαις 〈καὶ〉 συναλλάγμασιν, ἔτι μᾶλλον ὅπου αἰσχρὸν τὸ ψεῦδος φυλάξεται αὐτό, ὃς καὶ ἁπλῶς αὐτὸ φυλάξεται. αἰσχρὸν δὲ τὸ ψεῦδος ἐν τῇ τῆς ἀληθείας παραβάσει, ὃ ἐν ταῖς συνθήκαις γίνεται. ἔστι γάρ τινα καὶ ψευσάμενον μὴ αἰσχρὸν φανῆναι, εἰ διὰ σωτηρίαν τινὸς ψεύσαιτο. λέγει δὲ τὸν τοιοῦτον ἐπαινετὸν ἐπὶ τὸ ἔλαττον 〈διὰ τὸ αὐτὸν μᾶλλον ἀποκλίνειν ἐπὶ τὸ ἔλαττον〉 τοῦ ἀληθοῦς· τοῦτο γὰρ ἐμμελέστερον. διὰ 〈γὰρ〉 τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι πόρρωθεν αὐτὰς φυλάσσεται· διὸ καὶ τῶν περὶ αὑτὸν μεγάλων οὐ πάνυ ἐστὶν ἐξαγγελτικός.
“而做这些事中的每一件,既可以为了某种目的,也可以不为了任何目的。” 关于说真话者、伪装者与说谎者,他说了这些话。因为说真话与说谎,既可能为了某种目的而产生,亦可能因人所具备的品质状态而产生。因为即使在品质状态上并非诚实之人,亦可能为了某种缘由而讲真话,如同那些为了契约和惩罚而说真话并恪守契约协定的人,他们更多是依循正义;同样,非虚假之人亦可能说谎。因为在无条件的意义上,各人是怎样的人,便说怎样的话、行怎样的事,但他们有时因某种缘由而偏离了自身的本有活动(因为正如所说,他们既说谎亦说真话,他自己亦将如此陈述):一些人是由于所设定的目的,正如那些为了正义而说真话,或为了行不义而说谎的人;另一些人则是由于他们所具备的状态。他的论述所关涉的,乃是如此这般说真话与说谎之人,以及并非为了某种目的而如此行的那些状态。因为前述[状态]乃是某些其他的德性[与恶习]。因此,在就其自身而言真实与虚假、而非为了某种目的的事物中,真实乃是高尚且值得称赞的,而虚假则是可谴责[且应当规避的。因为就其自身来审视,说真话与说谎,前者是值得称赞的,后者则是可谴责的。]因此,诚实且具备此类状态的人,作为偏向两极的说谎者之间的中庸,应当是值得称赞的。然而在无此类利害关系涉及的事项中,其差别毋宁在于,他看起来做此类事并非譬如由于某人的协议与契约,而是仅仅由于自身是这样的人,即由于是诚实者,从而就其自身审慎避开虚假。“且在无关紧要的事项中亦然。”通过这一补充,他表明了这样的人是值得称赞的。因为连在无关紧要的事项中亦讲真话的人,在涉及重大利害的事项中,例如契约[与]交易中,将更加讲真话;在虚假属于可耻之处,他将更加防范虚假,因为他连在无条件意义上亦防范虚假。而虚假之所以可耻,乃是在于对真实的背离,这发生在契约之中。因为甚至在某些人说了谎的情况下,若他是为了救助某人而说谎,亦可能不显得可耻。他说这样的人在偏向不足方面是值得称赞的,[因为他自己宁愿偏向于少于]真实;因为这更为得体。因为过度令人厌恶,他从远处便对此加以防范;因此他绝非乐于张扬关于自身的显赫之事的人。
"Ὁ δὲ μείζω τῶν ὑπαρχόντων προσποιούμενος." Λέγει μὲν περὶ τοῦ ἀλαζόνος ὅτι ἐστὶ ψεύστης τῷ τὰ μείζω τῶν ὑπαρχόντων αὑτῷ προσποιεῖσθαι. ὥσπερ δὲ ἦν ἀληθεύων ὁ μὲν διά τι ὥσπερ τὰ συναλλάγματα καὶ τὰς ὁμολογίας (ὑπὲρ γὰρ τοῦ μὴ ἀδικῆσαι), ὁ δὲ ἁπλῶς διὰ τὸ ἕξιν ἔχειν τοιαύτην (ὃς ἦν κυρίως ἀληθευτικὸς καὶ ἀληθής), οὕτω καὶ τῶν ψευδομένων καὶ προσποιουμένων μείζω τῶν ὑπαρχόντων οἱ μὲν τινὸς ἕνεκεν τοῦτο ποιοῦσιν, οἱ δὲ οὐδενός. οἱ μὲν οὖν μηδενὸς ἕνεκα ψευδόμενοι καὶ τοιαύτην ἕξιν ἔχοντες ὡς 〈αὐτῷ〉 τῷ ψεύδεσθαι χαίρειν, φαῦλοι μὲν 〈καὶ κυρίως ἀλαζόνες, μᾶλλον δὲ〉 ἠλίθιοι καὶ μάταιοι ἢ κακοί (οὐ γὰρ μετ’ ἐπιβουλῆς τοῦτο ποιοῦσιν), οἱ δὲ ἕνεκά του ψευδόμενοι χείρους μὲν τούτων, διαφορὰ δέ τίς ἐστι καὶ ἐν τούτοις. ὁ μὲν γὰρ διὰ δόξαν τοῦτο ποιεῖ, ὁ δὲ διὰ κέρδος· ὁ μὲν οὖν διὰ δόξαν τινὰ ψευδόμενος οὐ μᾶλλον ψεκτός (ἐν ἀλαζονείᾳ γὰρ οὗτος), ὁ δὲ ἀργυρίου χάριν ἢ ὅσα ἀργύριον πορίζει, ἀσχημονέστερος καὶ κάκιστος τῶν ἀλαζονευομένων. πάντες γὰρ ἀλαζόνες καὶ κυρίως ὁ πρῶτος, ὁ μέντοι τελευταῖος ἔχοι ἄν τι καὶ ἀδικίας. οὐκ ἐν τῇ δυνάμει δ’ ἐστὶν ὁ ἀλαζὼν ἀλλ’ ἐν τῇ προαιρέσει.2
“而伪装具备超出实际拥有事物的人。” 他论及自夸者,称其通过对自己伪装具备超出实际拥有的事物而成为说谎者。正如在说真话者中,一人是为了某种缘由,如交易和契约(为了不行不义),而另一人则单纯因具备此类品质状态(此人乃是严格意义上的诚实者与真实者),在说谎者和伪装具备超出实际拥有事物的人当中,亦是一批人为了某种目的而如此行,另一批人则不为了任何目的。因此,那些不为了任何目的而说谎、且具备以此种方式以说谎[本身]为乐之状态的人,虽是低劣的[且是严格意义上的自夸者,但与其说是]恶人,[毋宁说是]愚蠢和无聊之徒(因为他们并非怀揣诡计而如此行);而为了某种目的说谎的人则比这些人更坏,不过在他们之中亦有某种差别。因为一人是为了名望而如此行,另一人则是为了利益;为了某种名望而说谎的人并非过分受谴责(因为此人仍停留于自夸之中),但为了金钱或凡能牟取金钱之事物的人,则更为丑陋,是自夸者中最恶劣的。因为所有人皆是自夸者,且严格说来第一种人是自夸者,然而最后一种人亦可能带有某种不义。自夸者之所以是自夸者,不在于能力,而在于抉择。
- 4.27ἀλλ’ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος ἀλλὰ διαφόρου ὄντος
此处化用亚里士多德原文(1127a33–b1)的表述,句式呈现破格:介词从句 ἐν οἷς 后接属格独立结构(μηδενὸς... διαφέροντος),而其后的分词 εὐλαβούμενος 则以主格形式出现。其构架旨在阐明:在无任何此类利害关系(如契约或协议)涉及的场合,此人仅仅因具有诚实品格(τῷ ἀληθευτικός)而自行审慎避开虚假。
- 4.28οὐκ ἐν τῇ δυνάμει δ’ ἐστὶν ὁ ἀλαζὼν ἀλλ’ ἐν τῇ προαιρέσει
介词短语“ἐν τῇ δυνάμει... ἐν τῇ προαιρέσει”规定了作为自夸者的本质所在。自夸者之所以是自夸者,并非在于其具备说谎的能力或潜能(δύναμις),而在于其抉择(προαίρεσις)与主观意图。
