← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§196.16-197.20

友善中施加痛苦的考量与向真实的过渡

厄斯特拉修斯注疏了友善这一中庸何以依据高尚以及结果的轻重而有时令人痛苦,随后解释了亚里士多德转向关于真实的德性(作为自夸与反讽之中间的直率求实者)的过渡与论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26#2

ἀλλὰ δυσχερανεῖ, τουτέστιν ἐν τοῖς οὐκ ὀρθῶς γινομένοις. διαφερόντως δ’ ὁμιλήσει, ἤτοι διαφόρως. καὶ καθ’ αὑτὸ μὲν αἱρούμενος τὸ συνηδύνειν, λυπεῖν δὲ εὐλαβούμενος. ἁπλῶς μέν φησι τὸν ἔχοντα τὴν μέσην ἕξιν τὸ συνηδύνειν καθ’ αὑτὸ αἱρεῖσθαι, πρὸς δὲ τὰ ἀποβαίνοντα ἁρμοζόμενον, καὶ λυπήσειν ποτὲ τοῦ καλοῦ χάριν, εἰ μὴ τοιαῦτα ἀλλ’ αἰσχρὰ ᾖ τὰ λεγόμενα, καὶ τοῦ συμφέροντος λέγων ἢ ποιῶν, καὶ ἡδονῆς δὲ χάριν ἔστιν ὅτε λυπήσειν φησὶν αὐτόν, ἂν μέλλῃ τὸ παρὸν λυπηρὸν ὂν μείζονος ἡδονῆς εἰσαῦθις αἴτιον ἔσεσθαι. ἑκάστοις ἀπονέμων τὸ πρέπον, τυχὸν μᾶλλον ἢ ἧττον φίλῳ ἢ συγγενεῖ καὶ ξένῳ ἢ ἰδίῳ. λυπεῖν δὲ εὐλαβούμενος, ἀπὸ κοινοῦ τὸ καθ’ αὑτό.1 τοῖς δὲ ἀποβαίνουσιν, ἐὰν ᾖ μείζω, συνεπόμενος. τὰ ἀποβησόμενα εἴτε κακὰ εἴτε ἀγαθά. λυπήσει γὰρ νῦν ἐναντιούμενος φόβῳ τοῦ μείζονος κακοῦ τοῦ ἀποβησομένου ἢ φόβῳ τοῦ μὴ μείζονος ἀγαθοῦ στερηθῆναι.2 ὁ δὲ πᾶσι δυσχεραίνων ὁ τοῖς ὑπὸ τῶν κωμῳδῶν 〈παραγομένοις〉 ὅμοιος, 〈ἀηδής τις πᾶσιν〉, ὃν καὶ δύσκολον φασιν οὗτοι. Περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας μεσότης, ἤτοι περὶ τοὺς λόγους καὶ τὰς ἐν ὁμιλίαις πράξεις καὶ τὸ συζῆν δηλονότι. τὸ δὲ σχεδόν, ὅτι μὴ πάντῃ. ἡ μὲν γὰρ προειρημένη περὶ τὸ ἡδὺ ἦν τὸ ἐν λόγοις καὶ πράξεσιν, ἡ δὲ νῦν λεγομένη περὶ τὸ ἀληθές. οὐ χεῖρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν. τὸ περὶ πασῶν λέγειν τῶν ἕξεων σαφῶς εἶπε τὴν αἰτίαν τοῦ τε μᾶλλον εἰδέναι τὰς περὶ τὸ ἦθος γινομένας καὶ συνισταμένας ἕξεις καὶ τοῦ μᾶλλον πιστεύειν ὅτι πᾶσα ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστίν. ὁμοίως ἐν λόγοις καὶ πράξεσι καὶ τῷ προσποιήματι. ἐπεὶ τὸ ψεῦδος πολλαχῶς, ἔδειξε διὰ τούτου τὸ πῶς ψευδομένων καὶ πῶς ἐστι κἂν ταῖς πράξεσι καὶ τοῖς λόγοις τὸ ψεύδεσθαι, ἤτοι τῷ προσποιήματι. τὸ γὰρ μὴ ὑπάρχειν τινὶ ταῦτα, τοῦτο τὸ ἐν πράξει ψεῦδος. τὸν μὲν οὖν ἀλαζόνα καὶ ὑπερβάλλοντα ψεύδεσθαι ἐν τῷ προσποιεῖσθαι τὰ ἔνδοξα καὶ μείζω τῶν ὑπαρχόντων, τὸν δὲ ἐλλείποντα, τὸν εἴρωνα ἀνάπαλιν τῷ ἀρνεῖσθαι καὶ τὰ ὑπάρχοντα ἐλαττοῦν. ὁ δὲ μέσος αὐθέκαστος. τὸ αὐθέκαστον 〈οὕτω ἐπὶ〉 τοῦ ἀληθευτικοῦ καὶ ἀληθοῦς ὄνομα ἔθηκε, δηλωτικὸν ὂν τοῦ αὐτὸ ἕκαστον οἷον ἐστὶ λέγειν τε καὶ δεικνύναι.3 τοιοῦτος γὰρ ὁ ἀληθής, οὐ προσποιητικὸς οὔτε ἐν λόγοις οὔτε ἐν τῷ βίῳ, ἀλλ’ αὐτῷ τῷ ἀληθεῖ ἀρεσκόμενος.

“反倒会表示反感”,即在事情做得不端正时。 “并将以不同方式交往”,即有差别地交往。 “且就其自身而言选择同乐,却审慎避免令人痛苦”。他说,具备中庸状态的人,在无条件意义上就其自身而言选择同乐,但会顺应结果,且有时会为了高尚而令人痛苦——如果所言之事并非如此而是可耻的——并在言说或践行有益之事时[亦会令人痛苦];他说他有时甚至为了快乐也会令人痛苦,只要当下的痛苦日后将成为更大快乐的原因。 “向各人分配恰当之事”,例如对朋友或亲属,以及对陌生人或自己人,或多或少地[分配]。 “却审慎避免令人痛苦”——“就其自身而言”乃是共同补充的。 “但若结果更加重大,则顺应结果”。将要产生的结果,不论是恶还是善。因为他如今通过反对而令人痛苦,乃是出于对将要产生的更大之恶的恐惧,或是出于唯恐丧失更大之善的恐惧。 “对一切事物皆表示反感的人”,如同喜剧诗人们搬上舞台的人物,是对所有人都不讨喜之人,诗人们亦称其为“乖戾者”。 “关于自夸的中庸亦几乎涉及同样的事物”,显然即关于交往中的言语和行为,以及共同生活。至于说“几乎”,是因为并非在一切方面[皆同]。因为前述的中庸关乎言语和行为中的快乐,而如今所说的中庸则关乎真实。 “逐一考察此类[状态]亦非坏事”。关于论述所有状态,他清楚说明了原因,即为了更充分地认识关于品格所产生和形成的状态,且更加确信一切伦理德性皆是中庸。 “同样在言语、行为以及伪装之中”。由于虚假有多重含义,他藉此表明了说谎者是如何[说谎的],以及在行为和言语中,即通过伪装来行虚假是如何可能的。因为某人不具备这些事物,这便是在行为中的虚假。 “因此,自夸者与过度者在于伪装具备有名望的、超出实际拥有的事物时行虚假;而不足者,即反讽者,则相反,在于否认并贬低自己实际拥有的事物[时行虚假]”。 “居中者则是直率求实者”。他将“直率求实”这一名称如此赋予讲真话者和诚实者,表示按每件事物自身的本来面目去言说和展示。因为诚实者便是如此,无论在言论中还是在生活中皆不伪装,而是只悦纳真理本身。

语法注3 条
  1. 4.26ἀπὸ κοινοῦ τὸ καθ’ αὑτό

    这是一条句法说明,指出副词短语 καθ’ αὑτό(“就其自身而言”)应当从前面的从句(καθ’ αὑτὸ μὲν αἱρούμενος τὸ συνηδύνειν)以“共同借用”(ἀπὸ κοινοῦ)的方式补充到后面的分词短语(λυπεῖν δὲ εὐλαβούμενος)中。

  2. 4.26φόβῳ τοῦ μὴ μείζονος ἀγαθοῦ στερηθῆναι

    在依赖于 φόβῳ 的冠词属格不定式短语中,否定词 μή 作为表示恐惧之词所带有的情态/赘述否定起作用,表达了忧虑的意向(即“唯恐丧失更大之善”,亦即害怕失去更大之善)。

  3. 4.26δηλωτικὸν ὂν τοῦ αὐτὸ ἕκαστον οἷον ἐστὶ λέγειν τε καὶ δεικνύναι

    中性分词 ὄν 在语法上与主句宾语短语 τὸ αὐθέκαστον ὄνομα 构成说明性同位语。它引导由形容词 δηλωτικόν 所要求的宾格性属格冠词不定式短语(τοῦ ... λέγειν τε καὶ δεικνύναι),而间接疑问从句 οἷον ἐστὶ 则充当不定式的宾语内容,构成层层嵌套的修饰结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:196.16-197.20