← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§195.12-196.16

社交交往中的中庸友善及其与本义友谊的区别

埃夫斯特拉蒂奥斯回顾了亚里士多德在《尼各马可伦理学》第二卷中关于日常交往之中庸(友善)的论述,注解了其与过度(主媚)及不足(乖戾)的对比,以及它与包含激情的本义友谊之区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26#1

" Ἐν δὲ ταῖς ὁμιλίαις καὶ τῷ συζῆν." Εἶπεν ἐν τῷ δευτέρῳ εἶναι τρεῖς μεσότητας, ἐχούσας μέν τινα κοινωνίαν, διαφερούσας δὲ 〈ἀλλήλων〉 τῷ τὴν μὲν αὐτῶν περὶ τὸ ἀληθὲς τὸ ἐν αὐτοῖς εἶναι, ἣν ἀλήθειαν εἶπε καὶ ἀληθῆ τὸν ἔχοντα αὐτήν, τὰς δὲ δύο περὶ τὸ ἡδύ, ὧν τὴν μὲν περὶ τὸ ἐν παιδιᾷ εὐτραπελίαν, τὴν δὲ περὶ τὸ ἐν πᾶσι τοῖς κατὰ βίον φιλίαν. περὶ ταύτης τῆς ἕξεως νῦν λέγει. ἔστι γὰρ αὕτη ἡ περὶ λόγων καὶ πραγμάτων κοινωνία, διαιρεῖ δὲ ταύτην τῷ τοὺς μέν τινας τὰ πρὸς ἡδονὴν καὶ χάριν τῶν κοινωνούντων αὐτοῖς ἐν τούτοις πειρᾶσθαι ποιεῖν, συγκατατιθεμένους καὶ αἰνοῦντας καὶ μὴ λυπεῖν θέλοντας καὶ πρὸς μηδὲν ἀντιτείνοντας, οὓς ἀρέσκους καλεῖ 〈ἀπὸ τοῦ πᾶσιν ἀρέσκειν σπουδάζειν ὠνομασμένους〉, ὑπερβάλλοντας κατὰ τὸ ἡδύ, τοὺς δὲ ἐξ ἐναντίας τούτοις πρὸς πᾶν ἀντιβαίνοντας καὶ μηδένα λόγον τοῦ λυπεῖν ποιουμένους, οὓς δυσκόλους καὶ δυσέριδας καλεῖ ἐν ψεκτῶν ὄντας ἕξει. εἶναι δέ φησι καὶ μέσην ἕξιν 〈καὶ ἐπαινετήν〉, ἀποδεχομένην ἃ δεῖ καὶ μὴ ἀποδεχομένην ἃ μὴ δεῖ, 〈ἀλλὰ δυσχεραίνουσαν πρὸς αὐτά,〉 οὖσαν 〈καὶ αὐτὴν〉 ἀνώνυμον· τῷ δὲ ἐοικέναι φιλίαν καλεῖ, διαφέρειν δὲ τῆς κυρίως φιλίας1 〈τήνδε τὴν ἕξιν〉, ὅτι ἡ μὲν κυρίως φιλία μετὰ πάθους ἐστὶ καὶ τοῦ στέργειν τούτους οἷς σύνεστι καὶ κοινωνεῖν, ἡ δὲ τοιαύτη ἕξις ἄνευ πάθους καὶ τοῦ στέργειν τούτους οἷς ὁμιλεῖ ἃ ἀποδέχεται ἀποδοχῆς ἄξια ἡγεῖται καὶ μέμφεται τοῖς μὴ τοιούτοις. διὸ καὶ πρὸς πάντας ἐστὶν ὁμοίως γνωρίμους καὶ ἀγνώστους. οὐχ οἷόν τε δὲ πᾶσι προσπεπονθέναι φιλικῶς ἐφ’ ἑκάστῳ τὸ εὔλογον 〈καὶ ἁρμόζον〉 ποιοῦσαν·2 ἄλλα μὲν γὰρ τοῖς οἰκείοις καὶ συνήθεσιν, ἄλλα δὲ τοῖς 〈ἀλλοτρίοις καὶ〉 ὀθνείοις, ἄλλα μὲν νέοις, ἄλλα δὲ πρεσβύταις, ἄλλα ἄρχουσι καὶ ἄλλα ἰδιώταις, ἕξις τις οὖσα ὁμιλητική. 〈σαφῆ δὲ καὶ τὰ ἐπὶ τούτοις λεγόμενα,〉 τὸ στέργειν προσλαβόντα, ἤτοι τὸ φιλεῖν, ὃ τῷ μισεῖν ἀντίκειται, πάθη ὄντα ἄμφω τοῦ ἐπιθυμητικοῦ. Καὶ προαιρήσεται λυπεῖν τῷ ἐναντιοῦσθαι ἐν οἷς δεῖ, κἂν λύπην φέρῃ τῷ ᾧ ἐναντιοῦται ὁ τὴν ἀρετὴν ἔχων, τοῦ καλοῦ χάριν ἐναντιούμενος αὐτῷ. καὶ ταύτην μὴ μικρὰν ἢ βλάβην, μεγάλην δηλονότι. ἀπὸ κοινοῦ δὲ τὸ προαιρήσεται λυπεῖν.3 ἡ δ’ ἐναντίωσις μικρὰν λύπην. ἡ ἐναντίωσις ἡ πρὸς ὃν συνηδύνειν δυσχερανεῖ ὁ κατὰ τὴν μεσότητα ταύτην σπουδαῖος τῷ φέρειν μεγάλην ἀσχημοσύνην ἢ βλάβην.

“但在交往与共同生活中。” 他在第二卷中说过存在三种中庸,它们虽有某种共同点,但彼此相异,原因在于其中一种是关于交际中的真实的,他称之为真实,并将具备它的人称为诚实者;而另外两种则关于快乐,其中一种是关于游乐中的快乐的机智,另一种则是关于人生一切事情中的快乐的友善。如今他所谈论的正是这种状态。因为这就是关于言语和行为的交往,他通过如下事实划分这一交往:有些人试图在这些事上迎合与之交往者的快乐与喜好,赞同、称许、不愿令人痛苦且对任何事都不加抗拒——他称这些人为献媚者,因急于讨好所有人而得名,他们在快乐方面属于过度——而另一些人则与这些人相反,对一切皆加反对,完全不考虑是否令人痛苦,他称这些人为乖戾者和好争吵者,处于受指责的状态。他说还存在一种中庸的、值得赞扬的状态,接纳应当接纳之物,不接纳不应当接纳之物(反倒对之表示反感),它本身亦是无名的;出于相似性,他称之为友善,但[他说]这一状态不同于严格意义上的友谊,因为严格意义上的友谊伴随着激情,以及对与之共处和交往之人的爱悦,而这样一种状态则不带有激情以及对与之交谈之人的爱悦:凡其接纳的,它便视为值得接纳,并谴责非此类的事物。因此它对待所有人皆一视同仁,不论是熟人还是陌生人。而且在每种情况下施行合理且合宜之事的同时,对所有人都抱有友爱情感是不可能的;因为对于亲友和熟人是一回事,对于外人和异邦人是另一回事,对于年轻人是一回事,对于年长者是另一回事,对于统治者是一回事,对于平民又是另一回事,因为它乃是一种关于交往的状态。在此之后所说的事情亦很清楚,兼具了爱悦,即喜爱,它与憎恨相对立,两者皆为欲望部分的激情。具备这种德性的人,将选择通过在应当反对之事上表示反对来令人痛苦,即使在为了高尚而反对对方时给被反对者带来痛苦。 “且此[羞辱]不小,或产生损害”——显然是指重大损害。而“将选择令人痛苦”乃是共同补充的。 “而反对带来微小的痛苦” ——这种反对是针对由于会带来巨大羞辱或损害,依照此种中庸的优秀者不愿与之同乐的人。

语法注3 条
  1. 4.26διαφέρειν δὲ τῆς κυρίως φιλίας

    不定式 διαφέρειν 承接前文 εἶναι δέ φησι(他说存在……)所主导的间接引语结构。其逻辑主语 τήνδε τὴν ἕξιν(如校勘本所补)指代前述的中庸状态。

  2. 4.26οὐχ οἷόν τε δὲ πᾶσι προσπεπονθέναι φιλικῶς ἐφ’ ἑκάστῳ τὸ εὔλογον 〈καὶ ἁρμόζον〉 ποιοῦσαν

    阴性单数宾格分词 ποιοῦσαν 与动作的潜在主语——此种品质/状态(ἕξις)在性数格上一致。在非人称短语 οὐχ οἷόν τε 统辖的结构中,它说明了对所有人持有情感偏向(προσπεπονθέναι)与在具体情境下施行合宜之举(ποιοῦσαν)是无法并存的。

  3. 4.26ἀπὸ κοινοῦ δὲ τὸ προαιρήσεται λυπεῖν

    ἀπὸ κοινοῦ(共同)是古代注疏中的常用语,指应当从前文中提取动词短语(此处为 προαιρήσεται λυπεῖν,“将选择令人痛苦”)以补足后文省略句的含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:195.12-196.16