← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§193.29-195.11

愤怒过度的诸形态与易怒者的分类

欧斯特拉提乌斯注解亚里士多德在《尼各马可伦理学》第四卷第五章(1126a8)中关于愤怒过度的诸种形态,阐明急躁者、怀恨者与严苛者的定义与差异,并辨析复仇与惩罚两词的文本异文及含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25

" Ἡ δ’ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται." Καὶ τὴν ὀργιλότητά 〈φησιν〉 ἐφ’ ἑτέρων κειμένην· ἐπὶ γὰρ τῆς δυνάμεως καὶ τῆς πρὸς ὀργὴν ἐπιτηδειότητος καὶ εὐεμπτωσίας ἤδη κειμένην, ἀλλ’ οὐ τῆς ἕξεως καὶ κακίας, ἐφ’ οὗ αὐτὸ τέταχεν οὗτος· ταύτην δὲ ἣν ὠνόμασεν οὗτος, κατὰ πλείονας φησι γίνεσθαι, οὐ μὴν πάντας τοὺς τῆς ὑπερβολῆς τρόπους δύνασθαι τῷ αὐτῷ ὑπάρχειν. μηδὲ γὰρ ἂν δύνασθαι εἶναι τὴν ἀρχὴν ἐν πᾶσιν ὑπερβάλλοντα τῷ τὸ κακὸν καὶ αὑτοῦ φθαρτικὸν εἶναι1 καὶ ἀφόρητον ὁλόκληρον γινόμενον ἐν ἑνί. εἰσὶ γὰρ ὀργιλότητος πλείους διαφοραὶ καὶ ἐναντίαι, ἃς ἅμα οὐχ οἷόν τε ἐν τῷ αὐτῷ εἶναι· διὸ καὶ πλείους οἱ ὀργίλοι. οἱ μὲν γάρ τινες αὐτῶν ὀργίλοι καὶ ἀκρόχολοι καλοῦνται, οἱ δὲ χαλεποί, ὀργίλοι μὲν οἱ ταχέως ὀργιζόμενοι καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως, ὅπερ πάσχουσι τῷ μὴ κατέχειν τὴν ὀργὴν ἀλλὰ ταχέως αὐτὴν ἀποδιδόναι· διὸ καὶ φανεροί εἰσιν οἱ τοιοῦτοι. ὑπερβολῇ γάρ εἰσι τοιοῦτοι οἱ ἀκρόχολοι· ὀξεῖς γὰρ καὶ πρὸς πᾶν καὶ ἐπὶ παντὶ ὀργίλοι καὶ οὕτως ὀνομάζονται ὡς ἄκροι ὄντες ὀργήν. πικροὶ δὲ οἱ ἐπὶ πολὺ ὀργιζόμενοι καὶ δυσδιάλυτοι, ὃ πάσχουσι τῷ κατέχειν τὸν θυμὸν καὶ κρύπτειν ἐπὶ πολὺ τὴν ὀργήν, παύονται δὲ ὅταν φανερὰν τὴν ὀργὴν ποιήσωσι καὶ ἀποδῶσιν αὐτὴν ὥς τι χρέος ὀφειλόμενον. ἡ γὰρ τιμωρία παύει τῆς ὀργῆς αὐτοὺς ἡδονὴν ἀντὶ λύπης ἐμποιοῦσα. μόνῳ γὰρ τούτῳ παύονται. τούτου δὲ μὴ γινομένου φυλάττουσι τὸν θυμόν. τῷ γὰρ μὴ φανεροὺς εἶναι μηνίοντας οὐδὲ συμπείθει τις αὐτοὺς ἢ τὴν ἀρχὴν ἐπιχειρεῖ μεταπείθειν, αὐτοὺς δ’ ἐν αὑτοῖς μετὰ χρόνον γίνεται πέψαι τὴν ὀργήν. εἶναι δέ φασι τοὺς τοιούτους μάλιστα ἑαυτοῖς ὀχληρούς, εἶτα δὲ καὶ τῶν φίλων τοῖς μάλιστα συνοῦσι, σκυθρωποὺς καὶ βαρεῖς ὄντας. ὑπεναντίως δὲ οὗτοι τοῖς ὀργίλοις ἰδίως καλουμένοις καὶ ἀκροχόλοις περὶ ὀργὴν ἔχουσι. διὸ οὐχ οἷόν τε ἅμα τὸν αὐτὸν ἀκρόχολον εἶναι καὶ πικρόν. χαλεποὶ δέ εἰσιν οἱ ἐφ’ οἷς μὴ δεῖ χαλεπαίνοντες καὶ μᾶλλον ἢ δεῖ καὶ πλείω χρόνον καὶ μὴ διαλλαττόμενοι χωρὶς τιμωρίας. ἤτοι δὲ οἱ αὐτοί εἰσιν οἱ χαλεποὶ τοῖς ὀργίλοις (μικρὰ γὰρ ἐκείνοις διαφορὰ κατὰ τὴν ἐπίτασιν) ἢ διαφέροιεν ἂν οἱ χαλεποὶ τῶν πικρῶν. ὁ μὲν γὰρ πικρὸς τοιοῦτος τῷ πολυχρόνιον τὴν ὀργὴν καὶ ἔμμονον καὶ κεκρυμμένην ἔχειν, ὁ δὲ χαλεπὸς πρὸς τούτῳ προσείληφε τό τε ἐφ’ οἷς μὴ δεῖ χαλεπαίνειν καὶ οἷς μὴ δεῖ καὶ μᾶλλον ἢ δεῖ. ἔτι φανερώτεροι καὶ τιμωρητικώτεροι οὗτοι, καὶ ἦν ὁ χαλεπὸς ἔχων ὡς ἐνδέχεται ἀμφοτέρας ὑπερβολάς, τήν τε τοῦ ὀξυχόλου καὶ πικροῦ· διὸ καὶ ὠνόμασται οὕτως. τὸ δὲ ἄνευ τιμωρίας καὶ κολάσεως,2 εἰ μὲν οὕτως εἴη γεγραμμένον, ἐκ παραλλήλου ἂν λέγοιτο, εἰ δ’ ὡς ἔν τισι γράφεται ἄνευ τιμωρίας ἢ κολάσεως, ἀντιδιαστέλλοιτ’ ἂν ἡ κόλασις τῇ τιμωρίᾳ καὶ εἴη ἂν τιμωρία μὲν ἡ ἄμυνα ἀνθ’ ὧν δοκεῖ πεπονθέναι ὡς τοῦ κατ’ ἀξίαν ἀνταπόδοσις, κόλασις δὲ χαλεπότητος προσθήκη τῆς βλάβης καὶ κακώσεως τῆς μετὰ τὴν ἄμυναν. ἡ γὰρ τιμωρία παύει τῆς ὀργῆς· οἷον γάρ τι χρέος ἀνταποδίδοται. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους· οὐκοῦν καὶ διὰ τοῦτο ἡ ὑπερβολὴ κατὰ τὴν ὀργὴν τῇ πραότητι ἀντίκειται. εἶδος γὰρ ὀργιλότητος ἡ χαλεπότης, ὡς καὶ τοῦ ἁπλῶς ὀργίλου ὁ χαλεπός. ὃ δὲ ἐν τοῖς πρότερον εἴρηται. εἶπε γὰρ ὅτι περὶ τῶν πρακτῶν τύπῳ τε λέγειν καὶ καθόλου δυνατόν, διορίσαι δὲ λόγῳ περί τινος πότε καὶ πῶς καὶ πόσον καὶ μέχρι τίνος δεῖ γίνεσθαι, οὐ ῥᾴδιον.

“但过度在一切方面发生。” [他说]易怒这一名称亦被用于其他事物;因为人们此前已将它用于能力以及对于愤怒的适应性与易感性,而非状态与恶习,而他[亚里士多德]正是将该词配置于此。但他所命名的这一[恶习],他说是在多种方式下发生的,然而过度的所有方式绝不可能属于同一个人。因为根本不可能存在在一切方面都过度的人,这是因为恶亦具有自我毁灭性,且当它完全聚集于一人体内时是无法承受的。因为易怒有多种且相互对立的差异,它们不可能同时存在于同一个人身上;因此易怒者亦有多种。因为他们中的一些人被称为易怒者和急躁者,另一些人则被称为严苛者;易怒者是那些迅速发怒且超过应有限度、但迅速止怒的人,他们之所以如此,是因为他们并不压抑愤怒,而是迅速将其释放;因此这类人也是显而易见的。急躁者在过度上正是这样的人;因为他们敏锐急切,对一切事物、在一切场合皆易怒,之所以如此得名,是因为他们在愤怒上处于极端。而怀恨者则是那些长时间发怒且难以和解的人,他们之所以如此,是因为压制情绪并长时间隐藏愤怒,而当他们使愤怒显露出来并如归还所欠之债那般予以报复时,他们便止怒了。因为复仇通过产生快乐取代痛苦而使他们停止愤怒。因为他们仅凭此而止怒。而在未发生这种情况时,他们便蓄积其怒火。因为他们怀恨在心却不显露,故无人劝解他们,甚至根本无人试图改变其心意,结果是随着时间的推移他们在自身内部消化愤怒。人们说这类人对自己最为烦扰,其次是对他们相处最亲近的朋友亦最为烦扰,因为他们阴郁且沉重。他们在愤怒方面与特称的易怒者及急躁者处于截然相反的状态。因此同一个人不可能同时既是急躁者又是怀恨者。而严苛者则是那些在不该发怒的事情上发火、发怒超过应有程度、持续时间更长、且没有复仇便不和解的人。严苛者要么与易怒者相同(因为对他们而言仅在强度上有一点微小的差异),要么严苛者与怀恨者不同。因为怀恨者之所以如此,是由于愤怒持久、固执且隐藏,而严苛者在此之外还兼具在不该发怒的事情上发火、对不该发怒的人发火且超过应有程度。此外,这些人更为外露且更具复仇性,严苛者乃是在可能限度内兼具急躁者与怀恨者两者的过度;因此他亦得此名称。至于“没有复仇与惩罚”这一短语,如果作这样抄写,则属于同义并列之说;但如果像某些抄本所写的那样作“没有复仇或惩罚”,那么惩罚就与复仇构成对比,复仇乃是为了自认为所遭受的损害而进行的自卫,作为应得之报答,而惩罚则是严苛在自卫之后所附加的损害与折磨。因为复仇使愤怒止息;因为这就像偿还了某种债务。而在共同生活方面,严苛者更为糟糕;因此亦正是由于这个缘故,在愤怒上的过度与温和相对立。因为严苛是易怒的一种,正如严苛者是单纯易怒者的一种。这一点在先前的话中已被论及。因为他说过,关于践行之事,以轮廓和普遍的方式言说是可能的,但要用理性规定对于某事在何时、以何种方式、达到多少程度以及到何种界限应当发生,并非易事。

语法注2 条
  1. 4.25μηδὲ γὰρ ἂν δύνασθαι εἶναι τὴν ἀρχὴν ἐν πᾶσιν ὑπερβάλλοντα τῷ τὸ κακὸν καὶ αὑτοῦ φθαρτικὸν εἶναι

    在间接引语中,ἄν 与不定式 δύνασθαι 连用,相当于直接引语中表达潜能的祈愿语气 ἂν δύναιτο。紧随其后的 τῷ + 不定式结构(τῷ ... εἶναι)作表示原因的与格。

  2. 4.25τὸ δὲ ἄνευ τιμωρίας καὶ κολάσεως

    位于句首带冠词的引用句(τὸ δὲ ἄνευ...)作为主题化的悬垂格(nominativus 或 accusativus pendens)出现,后文紧跟的条件从句(εἰ μὲν ... εἰ δὲ ...)整体构成对其的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:193.29-195.11