- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:192.27-193.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解亚里士多德将温和定义为关于愤怒之中庸的段落(1125b26),探讨并非所有德性都对应于两种特定情感,并辨析温和的定名及其与愤怒的关系。
" Πραότης δ’ ἐστὶ μὲν μεσότης περὶ ὀργάς." Εἶπε καὶ ἐν τῷ δευτέρῳ τὴν πραότητα ἀρετὴν καὶ μεσότητα εἶναι περὶ ὀργάς. δῆλον δὲ ἐξ ὧν λέγει, ὅτι μήτε πᾶσα ἀρετὴ περὶ δύο τινὰ πάθη οἰκεῖα.1 περὶ [οἰκεῖα] μὲν γὰρ ἡδονὴν καὶ λύπην κοινῶς πᾶσα, καὶ ταύτῃ δύο παθῶν μεσότης πᾶσα ἀρετή, οὐ μὴν ὡς περὶ οἰκεῖά τινα δύο πάθη, ἃ ῥυθμίζει, ὡς ἡ ἀνδρεία περὶ φόβους καὶ θάρρη. ταῦτα γὰρ ἴδια δύο πάθη περὶ ἃ ἥδε ἡ ἀρετὴ τοῦ μέσου ἐστὶ στοχαστική, ἡδομένη μὲν ἐπὶ τῇ εὐλόγῳ περὶ αὐτὰ ἐνεργείᾳ καὶ αἱρουμένη ταύτην, ἀχθομένη δὲ ἐπὶ ταῖς ἀλόγοις καὶ ἀμέτροις σπουδαῖς ἢ φυγαῖς τῶνδε τῶν παθῶν καὶ ἀποστρεφομένη αὐτά. ὁμοίως ἡ σωφροσύνη περὶ δύο πάθη· ἡ γὰρ δι’ ἁφῆς ἡδονὴ καὶ λύπη τὰ ὑποκείμενα πάθη ταύτῃ. ἡ δὲ πραότης οὐκέτ’ ἔχει δύο πάθη τὰ ὑποκείμενα, εἴ γε περὶ ὀργήν ἐστι. τῇ δὲ ἐλευθεριότητι οὐδὲ τὴν ἀρχὴν πάθος τι ἴδιον ὑπέκειτο ἀλλὰ πρᾶξις· δόσις γὰρ καὶ λῆψις χρημάτων. περὶ πάθη δὲ ἦν τὸ ἥδεσθαι παρὰ τὴν εὔλογον περὶ ταῦτα λῆψιν καὶ δόσιν καὶ ἄχθεσθαι ἐπὶ τῇ ἀλόγῳ δόσει, ὡς εἶπε. μεσότητες οὖν πᾶσαι περὶ πάθη κοινά, ἡδονὴν καὶ λύπην, τὰς ἐπὶ ταῖς ἐνεργείαις ταῖς γινομέναις ἐπὶ ταῖς πράξεσιν. ὃ δὲ εἶπεν ἐν τῷ δευτέρῳ καὶ νῦν λέγει, τὸ ἀνώνυμον εἶναι τήν τε μέσην ἕξιν τὴν περὶ τὸ πάθος τοῦτο καὶ τὰ ἄκρα αὐτοῦ, αὐτὸς δέ φησι πραότητα ὀνομάζειν αὐτὴν μᾶλλον πρὸς τὴν ἔλλειψιν τὴν αὐτῆς ἀποκλίνουσαν, οὖσαν καὶ αὐτὴν ἀνώνυμον. οὐχὶ δὲ Ἀριστοτέλους τὸ τῆς πραότητος ὄνομα ἢ τὸ τῆς ὀργιλότητος, ὡς ἐν τῷ δευτέρῳ εἴρηται. ἦν γὰρ καὶ πρὸ αὐτοῦ, ὡς Πλάτων φησὶ περὶ τῶν φυλάκων ἐν Πολιτείᾳ ‘θυμοειδῆ μὲν δὴ χρὴ πάντα ἄνδρα εἶναι πρᾶόν τε μάλιστα,’ ὡς οὐκ ἐχούσης τῆς πραότητος ἐν αὑτῇ τὸ θυμοειδὲς καὶ διεγηγερμένον. τὸν γὰρ ἡσύχιον καὶ σώφρονα πρᾶον ἔλεγον, οὐ τὸν ὀργιζόμενον ἐφ’ οἷς ὁ λόγος αἱρεῖ, ἡσυχάζοντα δὲ ἐφ’ οἷς καλόν. τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή. εἰπὼν τὸ πάθος ὀργὴν εἶναι καὶ τοῦτο σημεῖον τοῦ τὴν ὑπερβολὴν ὀργιλότητα ἂν εὐλόγως λέγεσθαι ποιησάμενος, οὐκέτι προσθεὶς τὸ οὗ χάριν εἶπε τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, μέτεισιν ἐπὶ τὸ λέγειν2 τίνα τὰ ποιητικὰ τοῦ πάθους τῆς ὀργῆς, καὶ φησὶ πολλὰ καὶ διαφέροντα.
“温和是关于愤怒的中庸。” 他在第二卷中亦曾说温和是关于愤怒的德性与中庸。从他所说的显然可见,并非每一德性都关涉两种特有的情感。因为一切德性共同关涉快乐与痛苦,就此而言一切德性皆是两种情感的中庸,但这并不意味着都关涉由其规整的两种特有情感,正如勇敢关涉恐惧与胆量那样。因为这两种乃是特有的情感,针对它们,这一德性致力于达成中道,在关于它们的合乎理性的活动中感到喜悦并选取之,而在关于这些情感的非理性且过度的追求或逃避上感到痛苦并弃绝之。同样,节制关涉两种情感;因为通过触觉的快乐与痛苦是属于它的基础情感。但温和便不再具有两种基础情感,如果它确实是关涉愤怒的话。而对于慷慨而言,从一开始就没有任何特有的情感作为基础,而是一种行动:即钱财的给予与接受。而关涉情感则在于,正如他所说的,随着关于这些的合乎理性的接受与给予而感到快乐,并为非理性的给予而感到痛苦。因此,一切[德性]皆是关涉共同情感——即伴随行动中发生的活动而来的快乐与痛苦——的中庸。他在第二卷中所说且现在亦说的,乃是关涉这一情感的中道品质及其极端皆是无名的,但他自己说,他将它命名为温和,它更多地偏向于其自身的缺乏,而这缺乏本身亦是无名的。但温和的名称或易怒的名称并非属于亚里士多德,正如在第二卷中所说的。因为在他之前这些名称便已存在,正如柏拉图在《国家篇》中谈及卫国者时所说:“每个人确实都应当既充满血气又极为温和”,仿佛温和本身并不包含血气与激昂。因为他们将安静且节制的人称为温和,而非在理性要求的事情上发怒、在〔这样做是〕崇高的事情上保持安静的人。 “因为这一情感是愤怒。”在说了这一情感是愤怒,并以此作为过度可以合乎情理地被称为易怒的证据之后,他不再附加他是为了什么而说“因为这一情感是愤怒”,而是转而说明激起愤怒之情感的产生者有哪些,并说它们既多又互不相同。
- 4.24μήτε πᾶσα ἀρετὴ περὶ δύο τινὰ πάθη οἰκεῖα
在 ὅτι 引领的从句中省略了系动词 ἐστί 的名词性谓语句。否定词 μήτε 在此处单用(后文无对应的 μήτε),整体构成表示“并非每一德性都关涉两种特有情感”的名词性从句。
- 4.24εἰπὼν τὸ πάθος ὀργὴν εἶναι καὶ τοῦτο σημεῖον τοῦ τὴν ὑπερβολὴν ὀργιλότητα ἂν εὐλόγως λέγεσθαι ποιησάμενος, οὐκέτι προσθεὶς τὸ οὗ χάριν εἶπε τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, μέτεισιν ἐπὶ τὸ λέγειν
该句以主要动词 μέτεισιν 为核心,前面并列了三个修饰主语的分词:εἰπών、ποιησάμενος 与 οὐκέτι προσθείς。带有冠词的间接疑问从句 τὸ οὗ χάριν εἶπε... 作 προσθείς 的直接宾语,引文“τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή”则作为其同位/说明成分。
