- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:191.16-192.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
依循亚里士多德《尼各马可伦理学》第4卷第4章(1125b1–1125b15),释读关于较小荣誉的中道德性、爱荣誉者与不爱荣誉者的两极,以及因中道无名而产生的用词与两极相争。
" Ἔοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις." Εἰπὼν τὴν μεγαλοψυχίαν περὶ τιμὴν εἶναι μεγάλην, φησὶ περὶ τιμὴν καὶ τὴν ἄλλην εἶναι ἀρετήν, ἣν ἐν τῷ δευτέρῳ λέγει τὸν αὐτὸν ἔχειν λόγον πρὸς τὴν μεγαλοψυχίαν, ὃν λόγον ἔχει ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν.1 ὥσπερ δὲ ἐν δόσει καὶ λήψει· ὥσπερ ἐν λήψει χρημάτων, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις ἐστὶ καὶ μεσότης. καὶ ὅτι γε ἔστι πάλιν δείκνυται ἐκ τοῦ ποτὲ μὲν ἡμᾶς τὸν φιλότιμον ἐπαινεῖν ὡς ἀνδρώδη καὶ φιλόκαλον, ποτὲ δὲ τὸν ἀφιλότιμον ὡς μέτριον καὶ σώφρονα, ὅπερ εἶπε καὶ ἐν τῷ δευτέρῳ. ἔστι γὰρ ἡ τῶν πολλῶν ἔννοια κατὰ φύσιν πως κρίνουσα τό τε ἐπαινετὸν καὶ τὸ μή. ὃ καὶ περὶ τιμὴν πεπόνθασι. φαμὲν γὰρ ὄντος τινὸς καλοῦ τῆς τιμῆς εἰ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ ψέγομεν, δῆλον ὡς οὐχὶ ἐφ’ ἕν τι σημαινόμενον φέρομεν τὸ ὄνομα, ἀλλὰ πολλαχῶς ἂν ὁ φιλότιμος λέγοιτο, ὡς καὶ πᾶς ὁ φιλεῖν τι λεγόμενος καὶ ἀπ’ αὐτοῦ φιλοτοιοῦτος λεγόμενος. λέγεται γὰρ φιλόπαις καὶ ὁ ὡς δεῖ φιλῶν τὰ τέκνα καὶ ὁ ἀμέτρως ὑπερβάλλων ἐν τῇ περὶ αὐτὰ σπουδῇ, καὶ φιλότιμος δὲ ὁ μὲν ἐπαινούμενος εἴη, ὁ μᾶλλον τιμῆς ἀντιποιούμενος παρὰ τοὺς πολλούς, ὁ δὲ ψεγόμενος ὁ μᾶλλον ἢ δεῖ τῇ τιμῇ προστετηκὼς καὶ τὸ παρ’ ὧν μὴ δεῖ τιμᾶσθαι σπουδάζων καὶ ἐφ’ οἷς μὴ δεῖ καὶ ἐφ’ ὅσον μὴ δεῖ ἢ ὅτε μὴ δεῖ. εἰπὼν δὲ ὁτὲ μὲν τὸν φιλότιμον ἐπαινούμενον, ὁτὲ δὲ τὸν ἀφιλότιμον, ἀποδίδωσι τούτου τὴν αἰτίαν. τῷ γὰρ ἀνώνυμον εἶναι τὴν μέσην ἕξιν, ὡς ἐρρήθη καὶ ἐν τῷ δευτέρῳ, ἀμφότερα τὰ ἄκρα ταύτης ἀντιποιεῖται.2
“似乎关于这[荣誉]亦有某种德性。” 在说了大度是关于重大的荣誉之后,他说关于荣誉亦有另一种德性,在第二卷中他说这种德性对大度所具有的比例,正如同慷慨对豪奢所具有的比例。“正如在给予与接受中”;正如在钱财的接受中存在过度与不及,在这些之中亦存在中庸。而且中庸的存在再次由以下事实证明:我们有时赞扬爱荣誉者为勇敢和爱崇高者,有时又赞扬不爱荣誉者为适度与节制者,正如他在第二卷中亦曾说过的。因为众人的观念在某种程度上自然地判断什么是值得赞扬的,什么不是。这也是他们在关于荣誉时所经历的。因为我们说,既然荣誉是某种崇高之物,如果我们有时赞扬爱荣誉者,有时指责他,显而易见我们并非将这名称赋予单一的含义,而是“爱荣誉者”可以有多种说法,正如同每一个被说成热爱某物并由此被称为“爱某物者”的人一样。因为“爱子者”既指按应当的方式爱子女的人,亦指在对子女的关切上过度逾越的人;至于“爱荣誉者”,受赞扬的乃是比众人更多要求荣誉的人,而受指责的乃是比应当的程度更执迷于荣誉的人,以及热衷于从不当之人那里、在不当之事上、到不当程度、或在不当之时受荣誉的人。在说了有时爱荣誉者受赞扬、有时不爱荣誉者受赞扬之后,他指出了此事的原由。因为正如在第二卷中所说的那样,由于中道品质无名,两个极端皆自称拥有这一中道。
"Ἀλλ’ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον." Μᾶλλον γὰρ [ἢ] ὡς δεῖ ἐφίενται ἢ οἱ πολλοί, οἱ ἐπαίνου ἄξιοι ὄντες τῶν φιλοτίμων ἢ οἱ πολλοί (ἀπὸ κοινοῦ τὸ φέρομεν).3 μᾶλλον γὰρ ὡς δεῖ τιμῆς ἀντιποιοῦνται ἤπερ οἱ πολλοί. οὐ γὰρ ὡς δεῖ οἱ πολλοὶ αὐτῆς ἀντιποιοῦνται, διὸ καὶ ψέγονται, διότι μᾶλλον ἢ δεῖ ταύτῃ τετήκασι, καὶ παρ’ ὧν οὐ δεῖ τιμᾶσθαι καὶ ὅσα ἄλλα. ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος. τῷ ἀνωνύμου τοῦ μέσου τὰ ἄκρα τοῦ μέσου διαμφισβητεῖται πρὸς ἄλληλα. ἀρνήσει φύσεως τὸ μέσον αἱρούμεθα, † ἐκστάσει φύσεως μέσον ὑπάρχειν βουλόμεθα. ἰστέον δὲ ὅτι οὔτε ὁ φιλότιμος ὡς μισθὸν τῶν πράξεων τὴν τιμὴν μεταδιώκει οὔτε ὁ ἀφιλότιμος ἀποστρέφεται. ἀλλ’ οὐδὲ ὁ μεγαλόψυχος ὁμοίως μεταδιώκει τῷ φιλοτίμῳ. οὐ γὰρ τῆς τιμῆς χάριν πράττουσι, δι’ αὐτὸ 〈δὲ〉 τὸ καλόν. οὐ βουλομένοις δ’ αὐτοῖς ἡ ἐπὶ ταῖς τοιαύταις πράξεσι σύμμετρος καὶ εὔλογος τιμὴ ἐπακολουθεῖ. ἔστι δὴ καὶ ὡς δεῖ, οὗ χάριν καὶ τὸ μέσον ἐστί τε καὶ γίνεται. εἴη ἂν καὶ ἐπὶ τούτων ἡ ἀφιλοτιμία μᾶλλον ἀντικειμένη τῇ μέσῃ διαθέσει τῆς φιλοτιμίας τῷ τε χείρων εἶναι, πρὸς μηδὲν καλὸν ἐγείρουσα τὴν ψυχήν, καὶ τῷ τοὺς πολλοὺς σφοδρῶς ἔχειν πρὸς αὐτὴν ἢ τὴν φιλοτιμίαν. πρὸς ἀμφότερα δ’ ἀμφότερά πῶς· καλῶς. αἱ γὰρ μέσαι οὖσαι πρὸς μὲν τόδε συγκρινόμεναι τὴν ὑπερβολὴν ὑποδύονται, πρὸς δὲ τόδε τὴν ἔλλειψιν ὑποκρίνονται, τὸ ἀντικείμενον τοῦ ἀντικειμένου γινόμενον.
“但在赞扬时,[我们是]指向较多的方向。” 因为爱荣誉者中配受赞扬之人,比众人更多按应当的方式企求(我们共同补足“赋予/指向”)。因为他们比众人更多按应当的方式要求荣誉。因为众人并非按应当的方式要求荣誉,他们因此亦受指责,因为他们比应当的程度更执迷于它,且从不当之人那里受荣誉,以及诸如此类。“由于中庸无名。”由于中道无名,各极端就中道彼此争辩。通过本性的否定我们选择中道,通过本性的偏离我们希望中道存在。但应当知晓的是,爱荣誉者既不是把荣誉作为行动的报偿来追求,不爱荣誉者亦非将其弃绝。甚至大度者亦不像爱荣誉者那样追求它。因为他们并非为了荣誉而行动,而是为了崇高本身。但即便他们并不希求,相称且合理的荣誉亦伴随着此类行动而来。确实亦存在“按应当的方式”,中庸正是为了它而存在并得以成立。在这些之中,不爱荣誉亦比爱荣誉更大程度上与中道状态相对立,这既是由于它更为恶劣,不激发灵魂追求任何崇高之物,亦是由于众人相较于爱荣誉更强烈地倾向于它。“而相对于两者,〔中道〕在某种程度上是两者。”说得好。因为处于中道的品质在与这一端相比时扮演了过度的角色,而在与那一端相比时则充当了不及的角色,成为了对立面的对立面。
- 4.22ἣν ἐν τῷ δευτέρῳ λέγει τὸν αὐτὸν ἔχειν λόγον πρὸς τὴν μεγαλοψυχίαν, ὃν λόγον ἔχει ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν
关系代词 ἣν 的先行词为前文的 τὴν ἄλλην ... ἀρετήν,主句动词 λέγει 的主语为亚里士多德。带宾格的不定式结构(ἣν ... ἔχειν)从属于 λέγει,并与表示比例的关系分句 ὃν λόγον ἔχει ἡ ἐλευθεριότης... 构成相关结构。
- 4.22τῷ γὰρ ἀνώνυμον εἶναι τὴν μέσην ἕξιν, ὡς ἐρρήθη καὶ ἐν τῷ δευτέρῳ, ἀμφότερα τὰ ἄκρα ταύτης ἀντιποιεῖται
带定冠词与格的不定式(τῷ ... ἀνώνυμον εἶναι τὴν μέσην ἕξιν)构成表原因的与格短语。主句中的 ταύτης 指代中道品质,作动词 ἀντιποιεῖται(声称占有、要求)所支配的宾语属格。
- 4.23ἀπὸ κοινοῦ τὸ φέρομεν
语法说明短语(ἀπὸ κοινοῦ),提示读者从前文共同补充动词 φέρομεν(“赋予/指向”),以补足亚里士多德原文中的省略句(ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον [φέρομεν])。
