- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:189.29-191.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为对亚里士多德《尼各马可伦理学》第四卷(1124b30起)的注解,欧斯特拉提乌斯详述了大度者对大众采取反讽、不依附他人生活、不随意赞扬或诽谤、偏好无成效之物等性格特征,随后阐释了作为极端的小度者与虚荣者的区别,以及小度何以更大程度上与大度相对立。
" Εἰρωνεία δὲ πρὸς τοὺς πολλούς." Ἀντὶ τοῦ οὐκ ἐξαγγελτικὸς πρὸς τοὺς πολλοὺς καὶ τυγχάνοντας τῶν προσόντων αὐτῷ, τῷ καταφρονεῖν αὐτῶν καὶ μὴ ἀξίους οἴεσθαι εἰδέναι τὰ κατ’ αὐτόν· διὸ καὶ τῆς παρ’ αὐτῶν δόξης καταφρονητικός· πρὸς μέντοι τοὺς σπουδαίους ἀληθευτικός, οὐχ ὑποστελλόμενος 〈τὴν〉 τῶν οἰκείων ἀγαθῶν μήνυσιν πρὸς αὐτούς. ἀλλ’ οὐδὲ πρὸς ἄλλον ζῆν δυνατόν φησι. τὸ γὰρ πρὸς ἄλλον δούλου καὶ δουλοπρεπές, ὡς ἐν Πολιτείαις δέδεικται. τοῦτο δὲ εἰπὼν ὅτι οὐδὲ τοιοῦτος ὁ μεγαλόψυχος οἷος πρὸς ἄλλον ζῆν καὶ ἄλλῳ συμπεριφέρεσθαι καὶ ὑπηρετεῖσθαι, ἀλλ’ ἢ πρὸς φίλον1 (φίλος δὲ τούτῳ εἴη ἂν ὁ ἀγαθός τε καὶ ὅμοιος· δουλικὸν γὰρ τὸ πρὸς ἄλλον ζῆν), τούτου σημεῖον παρέθετο τό τε πάντας τοὺς κόλακας πρὸς ἄλλους ζῆν, οἳ καὶ ταπεινοὶ διὰ τοῦτο καὶ θητικοί, καὶ τὸ τοὺς ταπεινοὺς κόλακας εἶναι. ἀλλ’ οὐδ’ ἐπαινετικός, φησίν, ἐστί, διόπερ οὐδὲ κακολόγος, τουτέστι διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν οὐκ ἔστι κακολόγος, οὐδὲ ἐπαινετικός· τοῦτο δὲ ὅτι μηδ’ ἀνθρωπολόγος, ὅτι μήτε ἑαυτὸν ἐπαινῶν μήτε ἄλλον ψέγων,2 ἀλλ’ οὐδὲ τὸν ἐχθρόν, εἰ μή δι’ ὕβριν, τουτέστιν εἰ μὴ ἐξυβρίζοι. παρόντας γὰρ ὑβρίζει καὶ διαβάλλει 〈(τοιοῦτον γὰρ ἡ ὕβρις)〉, ἀπόντας δὲ οὐ βλασφημεῖ. καὶ ἄκαρπα 〈τῶν〉 καρπίμων καὶ ὠφελίμων. φιλοκερδοῦς γὰρ τοῦτο, οὐκ αὐτάρκους οὐδὲ μεγαλοψύχου. οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα σπουδάζων, ὡς ὁ περὶ πολλά. ἐκεῖνος γὰρ διὰ τὸ πλῆθος ἐπείγεται 〈καὶ σπεύδει〉. ἡ δ’ ὀξυφωνία καὶ ἡ ταχυτὴς 〈διὰ〉τούτων, ἤτοι διὰ ταῦτα, διά τε τὸ σπουδάζειν καὶ διὰ τὸ μέγα ἡγεῖσθαι τοῦτο ὑπὲρ οὗ ἐπιταχύνεται καὶ ὀξείᾳ χρῆται τῇ φωνῇ. εἰπὼν δὲ περὶ τοῦ μεγαλοψύχου ἑξῆς λέγει περὶ τοῦ μικροψύχου καὶ χαύνου. λέγει δὲ τὸν μικρόψυχον ἄξιον ὄντα ἀγαθῶν ἑαυτὸν ἀποστερεῖν, ἐπεὶ ἄξιος τιμῆς ὢν οὐκ ἀξιοῖ ταύτης ἑαυτὸν διὰ μικροψυχίαν καὶ εὐτέλειαν καὶ τὸ ἡγεῖσθαι ὑπὲρ αὐτὸν εἶναι τὰ ἀγαθά· διὸ καὶ κακία· κακοῦ γὰρ καὶ οὐκ εὖ συνειδότος τὸ μὴ ἀξιοῦν ἑαυτὸν ἀγαθοῦ. ἀλλὰ καὶ τὸ ἀγνοεῖν ἑαυτὸν κακία. ὅτι δὲ ἀγνοεῖ ἑαυτόν, δῆλον. ὠρέγετο γὰρ ἂν ἀγαθῶν καὶ αὑτὸν ἠξίου τοιούτων ὄντα ἄξιον. οὐ μὴν ἠλίθιοι οἱ τοιοῦτοι δοκοῦσιν εἶναι, ἀλλὰ μᾶλλον νοεροί, τουτέστι δριμεῖς καὶ ἐπινοητικοί.3 οὐ γὰρ ὡς ἐπαινῶν αὐτοὺς τὸ νοεροὶ προσέθηκε· χείρους γοῦν φησιν αὐτοὺς τῶν χαύνων εἶναι, καὶ μᾶλλον ἀντικεῖσθαι τοῖς μεγαλοψύχοις. καίτοι τοὺς χαύνους ἠλιθίους λέγει. ἡ τοιαύτη δὲ δόξα, ἤτοι ὑπόληψις, ἣν ἔχουσι περὶ αὑτῶν οἱ μικρόψυχοι, χείρους ποιεῖ τῶν κατ’ ἀξίαν ἐφιεμένων, μηδενὸς αὑτοὺς ἀξίους ἀγαθοῦ ἡγεῖσθαι. καὶ τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευμάτων ἀφίστανται ὡς ὄντες αὐτῶν ἀνάξιοι· ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν ἀναξίους αὑτοὺς ὑπολαμβάνοντες ἀφίστανται, οἷον τιμῆς ἀρχῆς προεδρίας. οἱ δὲ χαῦνοι ἠλίθιοι. ἠγνόουν μὲν γὰρ καὶ οἱ μικρόψυχοι ἑαυτοὺς ἀλλ’ ἀφανεῖς ἦσαν ἀποκρύπτοντες ἑαυτούς (τοῦτο γὰρ ἦν ἴδιον αὐτῶν), οἱ δὲ ἠλίθιοι ἐπιφανῶς ἑαυτοὺς ἀγνοοῦσι. κηρύσσουσι γὰρ ἢ εἰς μέσον αὐτῶν φέρουσιν τὴν ἠλιθιότητα ἐπιχειροῦντες τοῖς ἐντίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. διὸ καὶ ταχέως κατάφωροι γίνονται. ὅτι δὲ ἀντίκειται μᾶλλον τῇ μεγαλοψυχίᾳ 〈ἡ μικροψυχία〉 τῆς χαυνότητος καὶ δι’ ὅ, σαφῶς εἶπε. καὶ γὰρ διότι μᾶλλον γίνεται καὶ ἔστιν ὥσπερ σύμφυτον διὸ καὶ δυσαποτριπτότερον 〈διότι χεῖρόν ἐστι τῆς χαυνότητος. καὶ γὰρ γίνεται μᾶλλον καὶ χεῖρόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ σύμφυτόν ἐστιν καὶ δυσαποτριπτότερον〉, ὥσπερ ἐκεῖ ἡ ἀνελευθερία τῆς ἀσωτίας ἐδόκει μᾶλλον χεῖρον, καὶ μᾶλλον ἀντικεῖσθαι τῇ ἐλευθεριότητι διὰ τὸ καὶ ταύτης συμφυῆ μᾶλλον εἶναι καὶ διὰ τοῦτο δυσαποτριπτοτέραν [μᾶλλον εἶναι].
“对众人则采取讽刺。” 这是代替对众人和偶然相遇之人不宣示属于自身的诸般事物,这是由于蔑视他们,并认为他们不配知晓关于自身的事;因此他亦倾向于蔑视来自他们的名誉;然而对严肃之人他是讲真话的,不对他们隐瞒对自己善物的告知。然而他说,依附他人而生活亦是不可能的。因为依附他人[而生活]属于奴隶且是奴性的,正如在《国家篇》中所证明的那样。在说了这一点——即大度者绝非依附他人而生活、迎合并服侍他人之人,除非依附朋友(而对于他而言朋友当是善良且相似之人;因为依附他人生活乃是奴性的)——之后,他列举了这一点的标志:不仅所有阿谀者皆依附他人生活,他们因此亦是卑劣和雇工般的,而且卑劣者皆是阿谀者。他说,“但他亦非赞扬者,因此亦非恶言者”,也就是说,由于他不是恶言者的同一原因,他亦不是赞扬者;这是因为他甚至不是谈论人事之人,既不赞扬自己亦不指责他人,甚至对敌人亦不如此,除非出于傲慢,也就是说,除非他施行羞辱。因为他羞辱并驳斥当面之人(因为傲慢便是此类事物),但并不诽谤不在场之人。“并且拥有无成效的事物胜于有成效且有益的事物。”因为这属于贪图利益者,而不属于自足者亦不属于大度者。致力于极少事物的人并不急迫,不像致力于许多事物的人那样。因为后者由于事物的繁多而被催逼〈且仓促〉。而声音的尖锐与敏捷是通过这些产生的,即由于这些原因,既由于热衷,亦由于认为自己为其加速并使用尖锐声音的那个事物是重大的。在论及大度者之后,接下来他论及小度者与虚荣者。他说小度者配得上善物却自夺其分,因为他配得上荣誉,却由于小度与琐陋,以及认为这些善物超越了自己,而不自估配得上它;因此这亦是一种恶习;因为不自估配得上善物乃是恶人及良心不安者的特征。而不知自身亦是一种恶习。至于说他不知自身,则是显而易见的;因为如果他知道,他便会希求善物,并在自身配得的情况下自估配得上此类事物。然而此类人似乎并不愚蠢,而是相当理智,即敏锐且有巧思。因为他加上“理智”并非为了称赞他们;至少他说他们比虚荣者更恶劣,且更大程度上与大度者相对立。尽管他称虚荣者为愚蠢。小度者对自己所抱有的此类意见或看法——即认为自己配不上任何善物——使他们比按照配得而企求之人更糟糕。他们亦回避高尚的行动与事业,视自己为不配这些;同样,他们认为自己配不上善物,便回避诸如荣誉、职位、首座。虚荣者则是愚蠢的。因为小度者虽然亦不知自身,但因隐藏自己而不显眼(因为这是他们所特有的);愚蠢者却公开地不知自身。因为他们通过插手尊贵的事物——而他们在其中并无份——宣扬或将自己的愚蠢公之于众。因此他们亦迅速被识破。至于小度比虚荣更大程度上与大度相对立,以及因何缘故,他已清楚说明。因为不仅由于它更容易产生、犹如生就的一般,因而亦更难摆脱,〈因为比虚荣更恶劣。因为它既更容易产生,亦更恶劣,既然它亦犹如生就的一般且更难摆脱〉,正如在那里不慷慨(吝啬)显得比挥霍更为恶劣,且更大程度上与慷慨相对立,这是由于它亦比其更具天生性,并因此更难摆脱。
- 4.21ἀλλ’ ἢ πρὸς φίλον
ἀλλ’ ἤ 紧接在否定表述(前句的 οὐδὲ τοιοῦτος ... οἷος πρὸς ἄλλον ζῆν)之后,为表示“除了……之外(except)”的习语。此处作“除了针对朋友[而生活]之外”解。
- 4.21ὅτι μηδ’ ἀνθρωπολόγος, ὅτι μήτε ἑαυτὸν ἐπαινῶν μήτε ἄλλον ψέγων
由两个 ὅτι 从句构成的嵌套递进结构。第一个 ὅτι 说明前文 τοῦτο(既不赞扬亦不恶言)的原因(“因为他甚至不是谈论人事之人”),第二个 ὅτι 则通过并列分词(μήτε ... ἐπαινῶν μήτε ... ψέγων)进一步解释何谓“不谈论人事”(“既不赞扬自己亦不非难他人”)。
- 4.21ἀλλὰ μᾶλλον νοεροί, τουτέστι δριμεῖς καὶ ἐπινοητικοί
现代亚里士多德标准底本(1125a20)作 ὀκνηροί(退缩迟疑的),而欧斯特拉提乌斯所用的写本则读作 νοεροί(理智的/具知性的)。欧斯特拉提乌斯将其训解为 δριμεῖς καὶ ἐπινοητικοί(敏锐且有巧思),并在下文随即澄清这并非出于称赞,而是为了与全然愚蠢者(ἠλίθιοι)相对比。
