- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:17.27-19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者总结了第一篇引论的要点,解释了伦理学与政治学的区别以及目的以复数形式出现的理由,随后开启第二篇引论,论述依照人类行为之质料特性所当要求的论证精度。
" Ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται πολιτική τις οὖσα. λέγοιτο δ’ ἂν ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη." Μέχρι μὲν τῶν εἰρημένων τὸ πρῶτον προοίμιον πεπλήρωται, τριῶν ὄντων ἁπάντων, ἅπερ ἐν τῷ παρόντι βιβλίῳ προτέτακται. δέδεικται δὲ ἐν τούτῳ, ὅτι τέ ἐστί τι τῶν πρακτῶν ἀγαθῶν ἁπάντων τελικώτατόν τε καὶ σκοπιμώτατον, ὑφ’ ὃ πάντα ἀνάγεται· καὶ ὅτι δεῖ τοῦτο ζητεῖν ὡς συντελοῦν μεγάλως ἡμῖν εἰς τὴν ἐν βίῳ κατόρθωσιν· καὶ ὅτι τῆς ἀρίστης ἂν εἴη τοῦτο τῶν ἐπιστημῶν καὶ δυνάμεων, ἥτις ἐστὶν ἡ πολιτική· καὶ ὅτι τοῦτό ἐστι τὸ ἴδιον ἀγαθὸν ἀνθρώπου ᾗ ἄνθρωπος· καὶ ὅτι καὶ ἐν ἀνθρώπῳ μὲν ἑνὶ καλόν ἐστι τοῦτο κατορθοῦν, κρεῖττον δὲ τοῦτο πολλῷ, εἰ ἐν ἔθνει τις τοῦτο καὶ ἐν πόλεσι κατορθώσειεν, ἐπὶ πλεῖον ἐξαπλῶν τὴν μετάδοσιν τοῦ ἀγαθοῦ. μεταβαίνει δὲ νῦν ἐπὶ προοίμιον ἕτερον, ἐν ᾧ διδάσκει τὸν ἀκροατὴν τῶν λεγομένων ὁποίους δεῖ τοὺς λόγους ἐκδέχεσθαι. λέγει τοίνυν καθιστῶν ὥσπερ τὸ πρῶτον προοίμιον, ὡς ἡ μὲν προκειμένη μέθοδος τούτων ἐφίεται πολιτική τις οὖσα. τούτων, τίνων; καὶ μὴν ὡς περὶ ἑνὸς τέλους ἔφατο, λέγω δὲ τοῦ ἀνθρωπίνου ἀγαθοῦ. πῶς οὖν οὐχὶ τούτου φησὶν ἀλλὰ τούτων ὡς περὶ πολλῶν; ἢ τάχα, ἐπειδὴ τοῦτο τὸ τελικώτατόν ἐστι καὶ πολλά εἰσι τέλη τὰ ὑπ’ αὐτοῦ1 περιεχόμενα καὶ ὑπ’ αὐτὸ ἀναγόμενα, καὶ δεῖ κατὰ τὴν ἑαυτοῦ τάξιν ἕκαστον τὰ ἀνήκοντα αὑτῷ πάντα κεκτημένον δι’ ἐκείνων εἰς αὐτὸ ἀναφέρεσθαι, διὰ τοῦτο πληθυντικῶς εἴρηκεν. ἢ εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, ἐπεὶ ἄλλως μὲν τοῦτο κατὰ τὴν ἠθικήν ἐστι κατορθούμενον, ἥτις πολιτική τίς ἐστι, καθ’ ἑνὸς θεωρουμένη βελτίωσιν, ἄλλως δὲ κατὰ τὴν πολιτικὴν ἐξαπλουμένην κοινότερον, διὰ τοῦθ’ ὡς εἰπεῖν πολλῶν εἴρηκε. πῶς δὲ πολιτική τις ἡ ἠθικὴ ὠνόμασται; ἐπειδὴ πολιτικὴ ἁπλῶς ἡ ἐν ἔθνει καὶ πόλεσι κατορθοῦσα τὸ ἀγαθόν, πολιτική δέ τις οὐχ ἁπλῶς, καθ’ ἣν ἐν ἑνί τινι τοῦτο κατορθούμενον φαίνεται. καὶ πολίτης γὰρ ἀγαθὸς ἄνθρωπος λέγεται, ὅς γε τοῖς εὔφροσι πειθόμενος τὴν ἀρετὴν κατορθοῖ, πολιτικὸς δὲ ἀνὴρ ὁ τὰ καλὰ καὶ τὰ δίκαια αὐτός τε εἰδὼς ἀφ’ ἑαυτοῦ καὶ διδάσκων ἐν πόλεσι καὶ τῆς τελειότητος ἐν πολλοῖς ἐφικνούμενος. πολίτῃ δὲ ἱκανὸν ᾗ πολίτης ἐστίν, εἰ καθ’ ἑαυτὸν εἴη τὰ δέοντα κατορθῶν καὶ κοινωνὸς ἀγαθὸς τοῖς πολιτευομένοις γινόμενος. Λέγοιτο δ’ ἂν ἱκανῶς εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη. ἐντεῦθεν τοῦ δευτέρου προοιμίου ἀπάρχεται, διδάσκων ὡς οὐκ ἀκριβῆ τινα χρὴ καὶ ἀπαράθραυστον οὐδ’ ὡς ἐξ ἀναγκαίων τινῶν συνισταμένην τὴν διδασκαλίαν ἐκδέχεσθαι, ἀλλ’ ἱκανῶς ἔχειν αὐτήν, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, ἤγουν τὴν ἑρμηνείαν καὶ τὴν δήλωσιν δέξαιτο. ὕλη δὲ ἐφ’ ἑκάστης μεθόδου καὶ τέχνης λέγεται τὸ ὑποκείμενον αὐτῆς, περὶ ὃ καταγίνεται. ὑποκείμενον δὲ τῇ ἠθικῇ καὶ πολιτικῇ τὰ ἐν βίῳ ἐστὶ πράγματα καὶ αἱ περὶ ταῦτα τῶν ἀνθρώπων πράξεις τε καὶ ἐνέργειαι, ἅτινα τῶν ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένων εἰσὶ καὶ οὐκ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ’ ἔστιν οὗ κἀπὶ τὸ ἀντικείμενον ἀποπίπτοντα. καὶ ἐπεὶ τοιοῦτον τὸ ὑποκείμενον τῶν ὡς ἐπὶ τὸ πολύ, καὶ οἱ λόγοι οἱ παραδιδόντες περὶ αὐτοῦ. διὸ οὐδὲ χρὴ ἀναγκαίας τινὰς ἀποδείξεις περὶ τῶν οὕτως ἐνδεχομένων ἀπαιτεῖν· ὥσπερ γὰρ μέτρον οἱ λόγοι τῶν πραγμάτων εἰσί, περὶ ὧν λέγονται, καὶ δεῖ τὸ μέτρον ἐφαρμόζον εἶναι πρὸς τὸ μετρούμενον· οὐ δύναται δὲ τὸ ἀεὶ ἔχον ὡσαύτως τῷ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχοντι ἐφαρμόζεσθαι. ὑπερβαλεῖται γὰρ τὸ ἀεὶ ὂν τὸ ποτὲ τοῦ εἶναι ἀνακοπτόμενον.2 εἰ οὖν κατὰ τὴν ὑποκειμένην ὕλην, ἤτοι τὰ παρὰ ἀνθρώποις καλά τε καὶ δίκαια ἡ διὰ τῶν λόγων διασάφησις, ἤτοι παράστασις καὶ δήλωσις γένοιτο, ἱκανῶς ἂν λέγοιτο. οὐκ ἂν δὲ δικαίως τὴν ἠθικήν τις καὶ πολιτικὴν ἀποπέμψαιτο μέθοδον εἰ τοιαῦτα περὶ αὐτῆς ἐπαγγέλλεται, ἐπεί γε οὗτος καὶ τὰς χαριεστάτας πάσας τῶν τεχνῶν ὡς μὴ καλῶς ἐχούσας ἀποβδελύξεται, οἷον ῥητορικὴν γραμματικὴν διαλεκτικὴν ἰατρικὴν καὶ ἁπλῶς ἁπάσας ὅσαι περὶ τὰ ἔνυλα καταγίνονται, καὶ αὐτὴν τὴν φύσιν ὅση περὶ ὕλην ἐστὶ καὶ τὰ ἔνυλα, ὅτι μὴ ἀπταίστως ἀεὶ ἐνεργοῦσιν, ἀλλ’ ἔστιν οὗ καὶ ἀποτυγχάνουσιν.
“因此,这一研究作为某种政治学,所追求的就是这些。而且,如果能依照其所底承的质料阐明,便可以说是充分的了。” 到上述诸事为止,在置于本卷之首的总共三篇引论中,第一篇已经完结。在这篇引论中证明了:第一,在一切可实践的善中,存在着某种最为终极且最富目的性的东西,一切事物皆归结于其下;第二,作为对我们在生活中的成全大有裨益者,我们应当探求这一东西;第三,这应当属于诸科学与能力中最卓越者,即政治学;第四,这乃是人作为人固有的善;第五,即使在单单一个人身上成全此善也是高尚的,但如果有人在一个民族和诸城邦中成全此善,将善的传达扩展到更多人身上,则要优越得多。而现在他过渡到另一篇引论,在其中教导所言之事的听众应当期待何种论证。于是他仿佛总结第一篇引论似地说:“当前的研究作为某种政治学,所追求的就是这些。”“这些”指哪些?可是,他是如谈论单一的目的似地言说的,亦即属人的善。那么,他为何不说“这个”,却如谈论诸多事物似地说“这些”呢?抑或是因为,由于这是最终极的目的,且包含于其下并归于其下的目的是诸多的,并且各自必须按照自己的位序、在获得了归属于自身的全部事物之后,通过那些事物归向这一终极目的,正因如此他才用了复数形式吗?或者,如果这也必须言明的话,是否因为按照伦理学(就着眼于个人的改良而言,它是某种政治学)成全此善是一种方式,而按照更普遍地扩展开来的政治学成全是另一种方式,正因如此他才可以说如谈论诸多事物一般言之呢?可是,伦理学又如何被称为“某种政治学”呢?这是因为,纯粹的政治学是在一个民族和诸城邦中成全善者,而非纯粹的“某种政治学”则是依之可见在单独一个人身上成全此善者。实际上,善良的人也被称为公民,他听从明智之士而成就德性;而政治家则是不仅凭自身知晓高尚与正义之事,且在诸城邦中施教,并在众人之中达到完全性的人。但对于公民而言,就其作为公民而言,若能就自身成就应为之事,并成为参与国制之人的良好伙伴,就足够了。 “而且,如果能依照其所底承的质料阐明,便可以说是充分的了。” 他由此开启第二篇引论,教导人们不应期待某种精确无误、不可摧毁,或由必然之物构成的教导,而是只要能依照其所底承的质料加以阐明,即获得阐释与明示,便已然充分。在每一门研究和技艺中,“质料”皆指其所关涉的底承基质。而伦理学和政治学的底承基质则是生活中的事务,以及围绕这些事务的人类行为与活动,这些事务属于绝大多数情况下如此者,并非总是处于相同状态,而是有时甚至偏离而走向相反面。既然底承基质是属于绝大多数情况下如此的此类事物,那么传授有关它的论证[亦是如此]。因此,绝不应就此类偶然如此之物要求某种必然的论证;因为言论宛如其所谈论事物的尺度,而尺度必须与被测量之物相适应;然而,始终处于相同状态者不可能与绝大多数情况下如此者相适应。因为始终存在者会溢出那存在有时受阻截者。因此,如果通过言论所作的阐明——即呈现与明示——能够依照底承的质料,亦即依照人类之中的高尚与正义之事而产生,便可以说是充分的了。如果伦理与政治的研究对其自身作出这样的宣告,任何人都无法正当地将其摒弃;因为此人若这般做,也会将一切最精妙的技艺视作不良而予以鄙弃,诸如修辞术、文法术、辩证术、医术,以及纯粹一切关涉质料性事物的技艺,乃至关涉质料与质料性事物之自然本身,因为它们并非总是毫无差错地运作,而是有时也会落空。
- 1.16καὶ ἐπεὶ τοιοῦτον τὸ ὑποκείμενον τῶν ὡς ἐπὶ τὸ πολύ, καὶ οἱ λόγοι οἱ παραδιδόντες περὶ αὐτοῦ.
紧接 καὶ ἐπεί 从句的主句中省略了谓语动词与表语补足语的简略句式(brachylogy)。后一个 καί 具有副词性(“也”),承接前文的前提:既然底承基质是属于绝大多数情况下如此的那类事物,那么关于它的传授性论证[亦是此类事物]。
- 1.16ὑπερβαλεῖται γὰρ τὸ ἀεὶ ὂν τὸ ποτὲ τοῦ εἶναι ἀνακοπτόμενον.
动词 ὑπερβαλεῖται(ὑπερβάλλω 的将来中间态)在此意为“溢出”或“超出”,主语为中性冠词分词短语 τὸ ἀεὶ ὄν(始终存在者),宾语为宾格短语 τὸ ποτὲ τοῦ εἶναι ἀνακοπτόμενον(其存在有时受阻截者)。在此借用尺度与被测物的比喻,说明恒常必然的尺度若是施加于偶然变动之物,便会由于溢出而无法契合。
