← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§188.6-189.28

外在善物与大度者对待恩惠的态度

厄斯特拉提奥斯论述了幸运与外在善物如何促进大度,并阐释了大度者对待危险与施受恩惠的态度(包括荷马史诗中的忒提斯与斯巴达人的历史例证),以及在显赫之人面前保持庄严的方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19

" Μάλιστα μὲν οὖν ἐστιν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος." Συμβάλλεσθαί τι καὶ συναίρεσθαι καὶ τὴν εὐτυχίαν εἰς μεγαλοψυχίαν φησί, καὶ πῶς, προστίθησι. τὰ γὰρ ἀπὸ τῆς τύχης ἀγαθὰ πρὸς τιμὴν συμβάλλονται· τιμῶνται γὰρ οἱ ταῦτα ἔχοντες. διὸ καὶ γίνονται οἱ ἔχοντες αὐτὰ μεγαλοψυχότεροι καὶ οἱ τυγχάνειν ταύτης καταξιοῦντες ἀπ’ αὐτῶν ἐγένοντο αἰρόμενοι πρὸς αὐτήν. ἔτι εἰς μεγαλοψυχίαν συμβάλλεται τὰ ἐκτὸς ἀγαθὰ καὶ διὰ τὰ ἔθη. εἰ γὰρ ἐκ τῶν ἐθῶν αἱ ἕξεις, ἐθίζεσθαι δὲ τὰ τοιαῦτα οὐχ οἷόν τε ἀχορήγητον ὄντα, συναίρονται καὶ ἀπὸ τούτων. καὶ εἰς τιμὴν δὲ ὅτι οἱ ἐν τούτοις ὄντες δοκοῦσιν ἐν ἀγαθοῖς ὑπερέχειν. πᾶν δὲ τὸ τῷ ἀγαθῷ ὑπερέχον τιμιώτερον. λέγοι δ’ ἂν διὰ τούτων, ὅτι καὶ τῶν τοιούτων ἀγαθῶν ἀντιποιήσεται πάλιν ὁ μεγαλόψυχος. κατ’ ἀλήθειαν μὲν οὖν ὁ ἀγαθὸς τιμητέος καὶ καθὸ ἀγαθός. ἤδη δὲ ἄμφω οἷς ὑπάρχει, πρὸς τῇ ἀρετῇ καὶ τὰ ἄλλα ἀγαθά, οὗτοι μᾶλλον ἀξιοῦνται τιμῆς. τοὺς χαύνους δέ φησι μιμεῖσθαι βούλεσθαι τοὺς μεγαλοψύχους, ἐκπίπτειν γε μήν, μηδὲν ἔχοντας τῶν ὧν βούλονται μιμεῖσθαι, ἀλλὰ διακένους ὄντας. οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα οἷον οὔτε πλοῦτον οὔτ’ ἄλλο τι, ὅτι μηδὲ τῷ νοσοῦντι τὰ ὑγιεινὰ συμφέρει ἀλλὰ τῷ ὑγιαίνοντι. οὐκ ἔστι δὲ μικροκίνδυνος. ὁ πολλὰ τιμῶν ὑπὲρ πολλῶν καὶ κινδυνεύειν αἱρεῖται. ὑπὲρ γὰρ ὧν τιμᾷ τις, καὶ κίνδυνον ὑφίσταται, ὁ δὲ ὀλίγα τιμῶν ὑπὲρ ὀλίγων καὶ κινδυνεύειν ἂν ἕλοιτο· τοιοῦτος δὲ ὁ μεγαλόψυχος. τὰ γὰρ ἀληθῶς τιμῆς ἄξια τούτῳ τίμια· ταῦτα δὲ ὀλίγα. διὸ καὶ ὀλιγοκίνδυνος καὶ μεγαλοκίνδυνος· ὑπὲρ 〈γὰρ〉 μεγάλων· 〈τοιαῦτα δὲ τὰ τίμια〉. καὶ οἷος εὖ ποιεῖν· τοῦτό φησιν ὅτι παρὰ τὴν ἀξίαν πράττων καὶ οὐχ οἷός τε ὢν εὐεργετεῖν ἀφειδήσει τοῦ βίου. εὐεργετούμενος δ’ αἰσχύνεται. οὕτω γὰρ προσοφλήσει ὁ ὑπάρξας, ἀντευεργετεῖν δηλονότι διὰ πλειόνων καὶ εἰς πλείονα πλεονεκτήσει. τὸ δὲ ὑπάρξας ἀντὶ τοῦ ὁ προκαταρξάμενος.1

“因此,正如所说,大度者首先[是这样的人]。” 他(亚里士多德)说,幸运亦对大度有所助益并起促进作用,并且他补充了是如何起作用的。因为来自运气的善物有助于荣誉;因为拥有这些的人受到尊奉。因此拥有它们的人变得更加大度,而自估配得上获得此[荣誉]的人,乃是由这些[运气的善物]而生,并被提升至此。此外,外在善物亦通过习惯有助于大度。因为如果品质状态源自习惯,而若无资财则不可能养成此类习惯,那么它们亦从这些方面起促进作用。并且对于荣誉亦[有所助益],因为处于这些之中的人似乎在善物上处于卓越地位;而一切在善上处于卓越地位者皆更加尊贵。他通过这些大概是想表明,大度者亦将反过来要求获得此类善物。按真理而言,善人固然当受尊奉,且就其作为善人而言[当受尊奉]。但对于已经两者兼具之人——即在德性之外亦拥有其他善物者——这些人被认为更加配得上荣誉。而且他说,虚荣者想要模仿大度者,却终究落空,因为他们并不具有任何他们想要模仿的事物,而是全然空虚的。要和谐地承受幸运的遭遇,例如财富或其他任何事物,并非易事,因为对于患病者而言健康之物亦无益处,而只对健康者有益。“而且他不是冒微小危险的人。”看重许多事物的人,亦选择为了许多事物去冒险;因为人亦是为了自己所看重的事物而承担危险;但看重极少事物的人,亦宁愿为了极少的事物去冒险;大度者便是这样的人。因为真正配得上荣誉的事物对于他而言才是尊贵的;而这些事物是很少的。因此他既是冒极少危险的人,又是冒极大危险的人;〈因为〉他为了伟大的事物[而冒险];〈而尊贵的事物正是此类事物〉。“并且他是易于施恩的人。”他说这一点,是因为他若违背自己的配得而行事、无法施恩时,便将不惜舍弃生命。“而受恩时则感到羞愧。”因为以这种方式,那位先施恩者将进一步欠下债务,显而易见是通过更多的事物来回报恩惠,并在更多的事物上占据优势。而“ὑπάρξας”乃是代替“先行发起恩惠者”。

§4.20

"Διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί·" Εἰπὼν περὶ τῶν μεγαλοψύχων ὅτι μνήμονες μᾶλλον εἰσιν ὧν εὖ πεποιήκασιν ἢ ὧν εὖ πεπόνθασι (τοῦτο δὲ οὐκ ἐν τῷ ἀμείβεσθαι· εἴρηκε γὰρ ὅτι πλείω ἀντιποιοῦσιν· ἀλλ’ ἐν τοῖς λόγοις· ὑπερεχομένου γὰρ τὸ εὖ πάσχειν, οἱ δὲ ὑπερέχειν θέλουσι· διὸ τὰ μὲν ὅσα εὖ ἐποίησάν τινες ἀκούουσιν ἡδέως, οὐχ ἡδέως δὲ ὅσα εὖ ἔπαθον), συνέστησε τοῦτο οὕτως ἔχον καὶ ἐνδόξως. καὶ γὰρ τὴν Θέτιν φησὶ παρ’ Ὁμήρῳ διὰ τοῦτο μὴ λέγειν τὰς εὐεργεσίας τῷ Διί, μηδὲ τοὺς Λάκωνας τοῖς Ἀθηναίοις, ἀλλ’ ἃ ἐπεπόνθεσαν εὖ. καὶ τὰ μὲν τῆς Θέτιδός ἐστι ταῦτα· Ἀχιλλεὺς πρὸς αὐτὴν λέγων “πολλάκις γάρ σέο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης, ὅτ’ ἔφησθα κελαινεφέι Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι. ὁπότε μιν ξυνδῆσαι” καὶ τὰ ἑξῆς· ἡ μέντοι Θέτις δεομένη Διὸς οὐκέτ’ αὐτὰ καταλέγει ἀλλ’ ἐνδείκνυται μόνον λέγουσα “Ζεῦ πάτερ, εἴ ποτε δή σε μέτ’ ἀθανάτοισιν ὤνησα ἢ ἔπει ἢ ἔργῳ.” τὸ δὲ περὶ Λακεδαιμονίων τοιοῦτον· ἱστορεῖ Καλλισθένης ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν, 〈ὅτι〉 Θηβαίων εἰς τὴν Λακωνικὴν εἰσβαλλόντων, ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους περὶ συμμαχίας λέγοντες καὶ ὅσα μὲν τοὺς Ἀθηναίους πεποιήκασιν οἱ Λακεδαιμόνιοι εὖ, τούτων ἑκόντες ἐπελανθάνοντο, ἃ δ’ αὐτοὶ πρὸς Ἀθηναίων χρηστὰ ἐπεπόνθεισαν, τούτων ἐμέμνηντο, ὡς διὰ τούτων αὐτοὺς ἐπαξόμενοι πρὸς συμμαχίαν μᾶλλον. ὑπηρετεῖν δὲ προθύμως, οἷον εὖ ποιεῖν καὶ ἐπιδιδόναι 〈καὶ παρέχειν〉 ἢ ὑπηρετεῖν τοῖς δεομένοις αὐτοῦ. καὶ ἐν ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές. πρὸς τοὺς ἐν ἀξιώματι λέγει τὸν μεγαλόψυχον, οὐκ ἐν τῷ σεμνά τινα λέγειν περὶ αὑτοῦ (φορτικὸν γὰρ τοῦτο), ἀλλ’ ὅτι τὴν σεμνότητα οὐκ ἀφαιρήσει αὐτοῦ τὸ ἐντυγχάνειν τοῖς ἐν ἀξιώμασιν,2 ἢ οὗ πρωτεύουσιν ἄλλοι, ἵνα μὴ ἐνταῦθα τὸ δεύτερον ἀποφέρωνται. καὶ ἀργὸν εἶναι καὶ μελλητήν, ἀντὶ τοῦ ὀξυκίνητον μὴ εἶναι μηδὲ πρὸς πᾶσαν πρᾶξιν ἕτοιμον. ἢ γὰρ ἐφ’ οἷς μεγάλαι αἱ τιμαί, τούτων πρακτικός, ἢ ὅπου μέγα τὸ προκείμενον ἔργον καὶ ὑπὲρ μεγάλου τινὸς αἱ πράξεις. καὶ ὀλίγων μὲν πρακτικόν. οὐ γὰρ ἔργων πλήθει, μεγέθει δὲ τὴν ἀξίαν ὁρίζεται.

“因此忒提斯亦不对宙斯述说自己的恩惠;”在论及大度者时说到他们对自己所施加的恩惠比对自己所受的恩惠记忆得更为牢固(这并不是在回报方面;因为他说过他们回报更多;而是在言谈方面;因为受恩乃是处于劣势者的特征,而他们想要居于卓越;因此,凡是人们施与恩惠之事,他们欣然听闻,而凡是受恩之事,则不欣然),他通过公认的意见亦确立了事情确实如此。因为他说在荷马那里忒提斯亦因此不对宙斯述说自己的恩惠,拉孔人亦不对雅典人述说,而是述说他们所蒙受的恩惠。关于忒提斯的事则是这些:阿喀琉斯对她说:“因为我常常在父亲的厅堂中听你夸耀,当你说道唯独你在不死者中为乌云笼罩的克洛诺斯之子消除了可耻的毁灭,当他们想要将他捆绑时”等等;然而忒提斯在向宙斯祈求时,却不再详加列举这些事,而只是暗示说:“宙斯父亲啊,如果我曾在不死者中以言语或行为帮助过你。”而关于拉刻代蒙人的事情则是如此:卡利斯提尼在《希腊史》第一卷中记载,当底比斯人入侵拉科尼亚时,拉刻代蒙人遣使前往雅典人那里商谈同盟,凡是拉刻代蒙人对雅典人所行的善举,他们皆故意遗忘,而他们自己从雅典人那里所蒙受的善惠,他们则铭记在心,宛如想通过这些更能引诱他们缔结同盟。“而且热心服事”,犹如施恩、慷慨施与〈并提供〉,抑或服事那些向他求助的人。“而在那些人面前保持庄严并非不体面。”他指大度者对于处于显赫地位的人[保持庄严],并不是在对自己述说庄严之事方面(因为这是粗俗的),而是因为与处于显赫地位的人相遇,或者在他人居于首位的地方相遇,并不会夺去他的庄严,免得他们在那里居于第二位。“并且是迟缓和延宕的”,这是代替并非动作敏捷、亦非对一切行动皆随时准备;因为他要么是对于荣誉重大的事物付诸行动,要么是在摆在面前的事业重大、且行动是为了某种伟大事物的地方[付诸行动]。“而且是行事极少的人。”因为他不是以作为的数量、而是以其规模来规定价值。

语法注2 条
  1. 4.19τὸ δὲ ὑπάρξας ἀντὶ τοῦ ὁ προκαταρξάμενος

    对亚里士多德原文(1124b10)中“ὁ ὑπάρξας”(先施恩者)一词的句法与词义注解。厄斯特拉提奥斯指出该分词作名词性用法,等同于“先行发起恩惠者”(ὁ προκαταρξάμενος)。

  2. 4.20πρὸς τοὺς ἐν ἀξιώματι λέγει τὸν μεγαλόψυχον, οὐκ ἐν τῷ σεμνά τινα λέγειν περὶ αὑτοῦ (φορτικὸν γὰρ τοῦτο), ἀλλ’ ὅτι τὴν σεμνότητα οὐκ ἀφαιρήσει αὐτοῦ τὸ ἐντυγχάνειν τοῖς ἐν ἀξιώμασιν

    主句结构以补足引文中的不定词[σεμνύνεσθαι]为前提(即“λέγει τὸν μεγαλόψυχον [σεμνύνεσθαι] πρὸς τοὺς ἐν ἀξιώματι”),其后接“οὐκ ἐν τῷ... ἀλλ' ὅτι...”的对比句式。否定肢采用加冠词不定词结构(ἐν τῷ λέγειν),而肯定肢则转为 ὅτι 从句以展开具体含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:188.6-189.28