← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§186.21-188.5

大度之德与自我价值评判及荣誉

厄斯特拉提奥斯从活动与作为的角度阐明了亚里士多德对节制者、小心者与大度者之价值评判的标准,并注解了为何以荣誉为最高善物的大度德性乃是一切德性的极点与装饰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16

" Ὁ γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων." Ἄξιον ζητῆσαι πῶς τὸν σώφρονα λέγει μικρῶν ἄξιον καὶ τούτων ἀξιοῦντα ἑαυτόν (πῶς γὰρ ἄν τις ἀρετὴν ἔχων εἴη μικρῶν ἄξιος;) ἢ πάλιν τὸν μικρόψυχον μειζόνων ἄξιον ὄντα ἑαυτὸν ἐλαττόνων ἀξιοῦν. πῶς γὰρ ἐν κακίᾳ τις ὢν ἄξιος μειζόνων ἀγαθῶν; ἢ τὸ ἄξιον μειζόνων καὶ ἐλαττόνων πρὸς τὰς ἐνεργείας καὶ τὰ ἔργα λαμβάνει, οὐ πρὸς τὰς ἕξεις· ἐπὶ γὰρ τοῖς ἔργοις καὶ οἱ ἔπαινοι καὶ αἱ τιμαί. ὁ μὲν οὖν μεγαλόψυχος εἴη ἂν μεγάλα τε καὶ λαμπρὰ διαπρασσόμενος καὶ ἄξια τούτων φρονῶν· 〈διὸ δεῖ αὐτῷ πρὸς τῇ ἀρετῇ καὶ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν·〉 ὁ δὲ σώφρων ταῖς ἐνεργείαις ἃς ἐνεργεῖ πρὸς τοὺς πέλας, οὔσαις οὐ λαμπραῖς οὐδὲ μεγάλαις, ἐπίσης καὶ τοῦ τιμᾶσθαι καταξιοῖ ἑαυτόν. εἴη δ’ ἄν τις ἔργων αὐτοῦ ἐκ προγόνων καὶ ἐξ αὐτοῦ μειζόνων εἰς τὸ κοινὸν πεπραγμένων ἑαυτὸν ἐλάττονος τιμῆς ἀξιῶν1 διὰ ταπεινότητα καὶ μικροψυχίαν. ἐπιζητήσειε δ’ ἄν τις καὶ τίς ἐστιν ὃν λέγει μειζόνων μὲν ἑαυτὸν ἀξιοῦν ἢ ἄξιός ἐστιν, οὐ μὴν διὰ χαυνότητα. ὁ γὰρ μειζόνων, φησίν, ἑαυτὸν ἀξιῶν ἢ ἔστιν ἄξιος, οὐ πᾶς χαῦνος. ἢ λέγοι ἂν μὴ χαύνους ὅσοι δι’ ἐπιβουλὴν καὶ μνώμενοί τι μεῖζον διὰ τοῦτο μειζόνων αὑτοὺς καταξιοῦσιν ὑποκρινόμενοι καὶ προσποιούμενοι, οὐ διὰ χαυνότητα ἀλλὰ πανουργίαν· ὁ γὰρ χαῦνος ἠλίθιος, οὐκ ἐπίβουλος.

“因为配得上微小之事且自视配得上这些的人是节制者。” 值得探究的是,他为何说节制者配得上微小之事且自视配得上这些(因为具有德性的人怎会配得上微小之事?),或者反过来,为何小心者配得上更大的事物却自视配得上更小的事物;因为处于恶习中的人怎会配得上更大的善物?抑或,他所取的配得上更大或更小的事物,乃是相对于活动与作为而言,而非相对于品质状态而言;因为称赞与荣誉是给予作为的。因此,大度者将是成就巨大而辉煌的事业并抱有与之相称思想的人;〈因此除了德性之外,他亦需要来自运气的善物;〉而节制者则与他对邻人所施行的既不辉煌亦不巨大的活动相等地,亦估定自己配得上受人尊奉。亦可能有人因先祖及自身向共同体成就了更重大的作为,却由于自卑与小心而自视配得上较低的荣誉。人们亦可能追问,他所说的那位自视配得上大于自己所配得的事物、却绝非由于虚荣的人是谁;因为他说,自视配得上大于自己所配得者,并非人人皆是虚荣者。抑或,他所称的非虚荣者,是指凡出于阴谋并图谋更大之物、从而通过伪装与假冒而自估配得上更大之物的人,他们不是出于虚荣而是出于奸黠;因为虚荣者是愚蠢之人,而非阴谋家。

§4.17

"Περὶ ἓν μάλιστα ἂν εἴη." Δηλονότι τὸ μέγιστον, ἓν γὰρ τὸ μέγιστον ὑπάρχει. ἄξια δὲ λέγεται, καθὸ ἀξιούντων τινῶν γίνεται. τῶν δὲ ἐκτὸς ἀγαθῶν φησι τὴν τιμήν. τὰ γὰρ οἰκεῖα ἀγαθὰ τῶν σπουδαίων ἕκαστος ἔχει παρ’ ἑαυτῷ· ἡ δὲ τιμὴ ἐπ’ ἄλλοις, ὡς καὶ αὐτὸς οὗτός φησιν. ὁ δὲ μικρόψυχος ἐλλείπει πρὸς ἑαυτόν. διὰ τοῦτο γὰρ καὶ ἐν κακίᾳ ἐστὶ καὶ ἔστι κακὸς διὰ τὴν πρὸς ἑαυτὸν ἐλάττωσιν. ἐλάττονος γὰρ ἑαυτὸν τιμῆς ἀξιοῖ ἢ ἔστιν ἄξιος. οὐ μὴν τόν γε μεγαλόψυχον· οὐκοῦν εἰ τοῦ χαύνου μειζόνων ἑαυτὸν ἀξιοῖ ὁ μεγαλόψυχος, εἰκότως “τῷ μεγέθει ἄκρος” ἐστίν, ὡς εἶπε. καὶ μεγίστων ὁ ἄριστος. ἄριστος γὰρ ὁ τῶν μεγίστων ἄξιος. καὶ πῶς ἄριστος, λέγει. δόξει γάρ, φησίν, εἶναι τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα τοῦ μεγαλοψύχου. εἰ δὲ τοῦτο, εἴη ἂν ἡ μεγαλοψυχία τελειότης πασῶν τῶν ἀρετῶν καὶ μεγαλόψυχος ὁ πάσας τὰς ἀρετὰς ἔχων μετὰ μεγέθους. εἶτα ὅ ἐστιν ἡ ἐνέργεια τοῦ μεγαλοψύχου κατὰ πάσας τὰς ἀρετὰς παρατίθεται. οὔτε γὰρ τῷ μεγαλοψύχῳ ἁρμόζει τὸ παρασείσαντι φεύγειν ὑφορωμένῳ2 κίνδυνόν τινα· οὐ γὰρ μεγαλοψύχου τοῦτο.

“它应当主要关涉一件事。” 显而易见是最大的事,因为最大的事只有一件。而事物被称为配得,乃是就因某些人认为配得而成立而言的。而在外在善物中,他是指荣誉。因为优秀者特有的善物是各人在自身中所具有的,而荣誉则系于他人,正如他本人亦如此说。“小心者则相对于自身有所亏欠。”因为由于这一点,他亦处于恶习中,并因对自身的贬损而成为坏的;因为他自视配得上低于他所配得的荣誉。“却绝非〔超过〕大度者。”因此,如果大度者比虚荣者自视配得上更大的事物,正如他所说,理所当然“在规模上处于极点”。“而且最善者[配得上]最大的事物。”因为配得上最大事物的人乃是最善者。而他说明了他如何是最善的;因为他说,“各个德性中的巨大似乎皆属于大度者”。若果如此,大度将是一切德性的完满,而大度者将是以宏大规模具有一切德性的人。随后,他列举了大度者依据一切德性的活动是什么;因为对于大度者而言,绝不合宜于因疑惧某种危险而挥舞手臂逃跑;因为这不属于大度者。

§4.18

"Τίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ ᾧ οὐδὲν μέγα;3" Οὐδὲν μέγα τῷ μεγαλοψύχῳ τῶν ἄλλων δηλαδὴ ἀγαθῶν, εἴ γε εὐτυχεῖ τοῦ μεγίστου καὶ τὰ ἄλλα κρύπτοντος διὰ μεγέθους ὑπερβολήν. τῇ παραθέσει γὰρ τοῦ μεγίστου δόξαι ἂν οὐδὲν εἶναι τὰ μὴ τοιαῦτα. σμικρὰ γὰρ τῷ μεγέθει λειπόμενα, καὶ μάλιστα ἐν ᾧ τὸ ἔλαττον ἔχουσι. τὸ δὲ μέγιστον ἡ τιμή ἐστι. πάντα γὰρ τἄλλα δι’ αὐτὸ τῶν ἐκτὸς ἀγαθῶν. τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή· καὶ τοῦτο δῆλον ἐκ τοῦ λόγου τῆς ἀρετῆς, εἴ γε ἐστιν ἀγαθὸν ἐπαινετόν. διὸ καὶ εἴρηκεν ὅτι ἔπαθλον τῶν καλλίστων ἡ τιμή. οὐ γὰρ οἷόν τε εἶναι ἄνευ καλοκαγαθίας. δείξας ὅτι τοῦ μεγαλοψύχου καθὸ μεγαλόψυχος τὸ κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖν, ἐπήνεγκε τὸ ἔοικεν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν. μείζους γὰρ αὐτὰς ποιεῖ καὶ 〈οὐ〉 γίνεται ἄνευ ἐκείνων, ἄνευ δηλονότι καλοκαγαθίας. καλοκαγαθίαν γάρ φασι τὴν σύμπασαν ἀρετήν. σαφῶς δὲ λέγει τὸν μεγαλόψυχον καὶ πῶς ἔχει περὶ τιμὰς καὶ ἀτιμίας.

“因为对于无一事为大的人而言,他究竟为了什么会做出可耻之事?” 对于大度者而言,在其他善物中无一为大,显而易见,如果他确实享有最大的善,且这最大的善因规模的卓越而掩盖了其他善物。因为通过与最大事物的对照,非属此类的事物将被认为微不足道;因为它们在规模上有所不及而显得渺小,尤其是在它们具有较少者的方面。而最大的乃是荣誉。因为在外在善物中,所有其他事物皆是为了荣誉;因为荣誉是德性的奖赏;而这一点由德性的定义亦是显然的,如果德性确是值得称赞的善物的话;因此他亦曾说荣誉乃是最美好事物的奖赏。“因为没有全德便不可能存在。”在表明了大度者就其作为大度者而言乃是依据每一德性而活动之后,他补充说:“因此,大度似乎是诸德性的一种装饰。”因为它使诸德性变得更大,并且没有它们便〈不能〉产生,显然即没有全德;因为人们把全德称为总体的德性。而且他亦清楚地论及大度者以及他对于荣誉与不名誉持有怎样的态度。

语法注3 条
  1. 4.16εἴη δ’ ἄν τις ἔργων αὐτοῦ ... πεπραγμένων ἑαυτὸν ἐλάττονος τιμῆς ἀξιῶν

    该句的骨干是主语 τις 配合迂回式潜能祈愿语气 εἴη ἄν ... ἀξιῶν。中间插入的 ἔργων αὐτοῦ ἐκ προγόνων καὶ ἐξ αὐτοῦ μειζόνων εἰς τὸ κοινὸν πεπραγμένων 构成属格绝对结构(表让步),意为“尽管由他的先祖以及他自身向共同体成就了更重大的作为”。

  2. 4.17τὸ παρασείσαντι φεύγειν ὑφορωμένῳ

    在充当非人称动词 ἁρμόζει 之主语的冠词不定词短语 τὸ ... φεύγειν 中,与格分词 παρασείσαντι 与 ὑφορωμένῳ 充当其逻辑主语。此语承袭了亚里士多德原文(1123b31)的 παρασείσαντι φεύγειν(指“大甩手臂慌忙逃窜”)。

  3. 4.18ᾧ οὐδὲν μέγα

    在引文的修辞反问句中,与格关系代名词 ᾧ 作领有与格,省略了系动词 ἐστί(“对之而言无事为大的人”)。注疏者明确将此 ᾧ 阐释为指向大度者(τῷ μεγαλοψύχῳ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:186.21-188.5