← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§185.3-186.20

功业的宏大与豪爽的公私开销

厄斯特拉提欧斯注疏了亚里士多德《尼各马可伦理学》第四卷第二章(1122a35–1123a14),阐明豪爽是由功业的宏大与优美而非单纯的开销所规定,论述了公共与私人支出及礼物的适度性,并借麦加拉式喜剧制作的实例解释了不得体的过度炫耀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14

" Ὥσπερ γὰρ ἐν ἀρχῇ εἴπομεν." Ὅτε ἔλεγε τὴν ἐλευθεριότητα περὶ χρημάτων μεσότητα. ὡς γὰρ ἡ ἐλευθεριότης ἀπὸ τῶν ἐνεργειῶν περὶ ἃς καὶ ἐν αἷς ὁ τοῦ ἐλευθερίου ἔπαινος γίνεται, τοιαύτη τις οὖσα καὶ συνέστη καὶ ἐδείχθη, οὕτω δηλονότι καὶ ἡ μεγαλοπρέπεια τοῖς πρέπουσιν ἔργοις, ἤτοι τοῖς ἔχουσι μέγεθος ἡγουμένου τῆς ἀρετῆς τοῦ ὀρθοῦ λόγου, χαρακτηρίζεται καὶ γνωρίζεται. τὴν δὲ δαπάνην τοῦ ἔργου ἢ καὶ ὑπερβάλλειν.1 τοῦτό φησιν, ἐπεὶ μὴ ἐξισοῦσθαι τὴν δαπάνην τῷ ἔργῳ δεῖ. ἀκριβοῦς γὰρ καὶ μικρολόγου τοῦτο οὐδὲ μεγαλοπρεποῦς. καὶ ἀπὸ τῆς ἴσης δαπάνης. καὶ τοῦτο ἴδιον τοῦ μεγαλοπρεποῦς, τὸ ἀπὸ τῆς ἴσης δαπάνης τὸ γινόμενον ἔργον ποιεῖν μεγαλοπρεπέστερον, ἤτοι μέγα καὶ καλόν. οὐ γὰρ τὸ πλείονος ἄξιον μεγαλοπρεπές. κτήματος μὲν γὰρ αὕτη ἀρετή· διὸ ὁ χρυσὸς δοκεῖ τιμιώτατος, ὅτι ἐστὶ πλείστου ἄξιος, μεγαλοπρεπὲς δὲ ἔργον τὸ μέγα καὶ καλόν. ἀπὸ τῶν ἴσων δέ φησι ἀναλωμάτων, ἐπεὶ ἔστι καὶ μικρὸν ἐκ μεγάλων ἀναλωμάτων, πολυτελὲς μέντοι, κατασκευάσαι. ἠδύνατο γὰρ Περικλῆς τὸν Ὀλύμπιον Δία ἀπὸ τῶν αὐτῶν ἀναλωμάτων μικρότερον κατασκευάσαι, πολυτελέστερον δὲ λίθοις καὶ μαργάροις ποικίλοις. καὶ ὅσα περὶ πᾶν τὸ δαιμόνιον. δαιμόνιόν 〈φησιν ἢ δαίμονάς τινας〉 ἐπιχωρίους κατά τινας νόμους πατρίους ἢ καὶ τοὺς κατοιχομένους. πρὸς τὸ κοινὸν δὲ εὐφιλοτίμητα ὅσα λαμπρά ἐστι καὶ ἐπαινουμένην ἔχει τὴν φιλοτιμίαν. καὶ πρὸς τὸν πράττοντα ἀναφέρεται. δεῖ γάρ, ὡς ἐπὶ τοῦ γένους εὐγενῆ καλοῦμεν τὸν ἀπὸ πατέρων εὖ γεγονότα, οὕτω καὶ τὸ μεγαλοπρεπὲς ἔχειν τὸν πράττοντα πλούτῳ καὶ γένει τὸ μακάριον ἐπιφαίνοντα. καὶ τοῖς εὐγενέσι καὶ τοῖς ἐνδόξοις. ἀπὸ κοινοῦ δὲ τὸ πρέπον,2 εἰ καὶ μὴ προϋπάρχει 〈τι〉 αὐτῶν ἔργον τοιοῦτον. τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον, διὸ δεῖ ἔχειν αὐτὰ μέγεθος τι καὶ ἄξια εἶναι μεγαλοπρεποῦς ἀνδρός.

“因为正如我们在起初所说。” 这是指他当时说慷慨是关于财物的中道。因为正如慷慨是从其所关涉并在其中产生对慷慨者称赞的那些活动出发,作为此类事物而被构成并被指明的那样,显而易见,豪爽亦同样是由相称的功业——即在正当理性引领德性之下具有规模的功业——来表征并被认识的。“而开销应当[配称于]功业,抑或甚至超越它。”他这样说,是因为开销不应当与功业等同;因为这是锱铢必较之人的特征,绝非豪爽者所为。“并且由同等的开销。”这亦是豪爽者所特有的:由同等的开销使生成的功业更为宏伟,即巨大而优美。因为价值更高的东西并不就是宏伟的;因为这是占有物的优良品质——因此黄金被认为最为宝贵,因为它价值最高——而宏伟的功业乃是巨大而优美的功业。他说“由同等的耗费”,是因为由巨大的耗费制造出微小却奢华之物亦是可能的;因为伯里克利本可以用相同的开销把奥林匹亚宙斯像制造得更小,却因各色宝石与珍珠而更加奢华。“以及凡关涉一切神明之事。”他所说的神明之事,是指依循某些祖传习俗的本土神祇,抑或亦指亡者。“对于共同体而言值得追求荣誉之事”,是指一切光彩夺目且其荣誉心受到赞誉的事物。“而且它关联于行动者。”因为,正如在出身方面我们把由父辈善生者称为高贵,同样,以财富与出身彰显有福之状的行动者亦应当具有豪爽。“对于出身高贵者与享有名望者亦然。”共同补足的是“相称”,即使在他们自身这一方预先并不存在此类功业。“而礼物与奉献物有某种相似之处”,因此它们应当具有某种规模,并配得上豪爽之人。

§4.15

"Σφαῖρα μὲν γάρ." Εἰπὼν καὶ περὶ ἃ τῶν ἰδίων ὁ μεγαλοπρεπὴς ἀναλώσει, ὅτι περὶ γάμους τέκνων καὶ εὐφημίας καὶ τὰ τοιαῦτα, φησὶ σφαῖρα μὲν γὰρ ἢ λήκυθος ἡ καλλίστη ἔχει μεγαλοπρέπειαν παιδικοῦ δώρου· ἡ γὰρ τούτων τιμὴ μικρὸν καὶ ἀνελεύθερον. καθότι καὶ διαφέρειν τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματί φησι. καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰν καὶ ἀνελεύθερον ἔχουσι τιμὴν καὶ δαπάνην. ὡς δὲ ἐν τοῖς τοιούτοις οὖσι παιδικοῖς δώροις ἔστι τι τῷ δαπανῶντι μέγεθος, οὕτω δὲ καὶ ἐν ἑκάστῳ γένει ἔστι τι οἰκεῖον μέγεθος. καὶ λαμπρύνεται παρὰ μέλος. παροιμία ἐπὶ τῶν μὴ προσφόρως τι ποιεῖν εἰωθότων. καὶ κωμῳδοῖς χορηγῶν. σύνηθες ἐν κωμῳδίᾳ παραπετάσματα δέρρεις ποιεῖν οὐ πορφυρίδας. Μυρτίλος ἐν Τιτανόπασι τὸ * * * “δεινῆς ἀκούεις, Ἡράκλεις, τοῦτ’ ἔστι σοι τὸ σκῶμμα ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα ψυχρόν. † γελᾶς, ὁρᾷς τὰ παιδία”. διασύρονται γὰρ οἱ Μεγαρεῖς ἐν κωμῳδίᾳ, ἐπεὶ καὶ ἀντιποιοῦνται αὐτῆς ὡς παρ’ αὐτοῖς πρῶτον εὑρεθείσης, εἴ γε καὶ Σουσαρίων ὁ κατάρξας κωμῳδίας Μεγαρεύς.3 ὡς φορτικοὶ τοίνυν καὶ ψυχροὶ διαβάλλονται, καὶ πορφυρίδι χρώμενοι ἐν τῇ παρόδῳ. καὶ γοῦν Ἀριστοφάνης ἐπισκώπτων αὐτοὺς λέγει που “μηδ’ αὖ γέλωτα Μεγαρόθεν κεκλημένον”. ἀλλὰ καὶ Ἐκφαντίδης παλαιότατος ποιητὴς τῶν ἀρχαίων φησὶ “Μεγαρικῆς κωμῳδίας † ᾆσμα δίειμαι αἰσχυνόμενος τὸ δρᾶμα Μεγαρικὸν ποιεῖν.” δείκνυται γὰρ ἐκ πάντων τούτων ὅτι Μεγαρεῖς τῆς κωμῳδίας εὑρεταί.

“因为皮球。” 在说明了豪爽者在私人事务中将耗费于何事——即子女的婚礼、荣誉及诸如此类的事——之后,他说:“因为皮球或最美丽的油瓶具有儿童礼物的豪爽,因为它们的价格微小且非慷慨。”正如他所说,功业上的巨大不同于开销上的巨大;因为皮球与最美丽的油瓶所具有的价格与开销是微小且非慷慨的。然而,正如在属于儿童礼物的此类事物中对于耗费者而言存有某种规模,在各个门类中亦同样存有某种适宜的规模。“并且不合调子地炫耀。”这是针对惯于不合时宜行事之人的谚语。“并且在为喜剧资助歌队时。”在喜剧中,通例是将挂幕制成毛皮而非紫袍。米尔提洛斯在《泰坦潘神》中说道:……“赫拉克勒斯,你听到了可怕之事;这对你而言是放荡、麦加拉式且极度冷场之嘲讽;[你笑了,你看那些孩童]。”因为麦加拉人在喜剧中常遭嘲弄,既然他们亦声称喜剧最早是在他们那里发明的,如果开创喜剧的苏萨利昂确实亦是麦加拉人的话。因此他们被讥讽为庸俗而冷场,并在入场行进中使用紫袍。无论如何,阿里斯托芬讥讽他们时在某处说:“亦绝非从麦加拉窃来的笑料。”而且古代诗人中最古老的埃克凡提得斯亦说:“我羞于麦加拉喜剧之歌而退却,耻于把剧作制成麦加拉式的。”因为从这一切中表明麦加拉人乃是喜剧的发明者。

语法注3 条
  1. 4.14τὴν δὲ δαπάνην τοῦ ἔργου ἢ καὶ ὑπερβάλλειν

    基于亚里士多德原文(1122b10)的省略式引述结构。不定式 ὑπερβάλλειν 从属于未明言的非人称义务动词(厄斯特拉提欧斯在紧接着的正文中以 δεῖ 加以补足),在语义上构成“开销应当配称于功业或甚至超越功业”这一规范性命题。

  2. 4.14ἀπὸ κοινοῦ δὲ τὸ πρέπον

    使用了注疏术语 ἀπὸ κοινοῦ(共同地)的句法说明。它指出对于前述引述短语 καὶ τοῖς εὐγενέσι καὶ τοῖς ἐνδόξοις(“对于出身高贵者与享有名望者亦然”),必须从上下文中共同补足谓词成分 τὸ πρέπον(“相称”)。

  3. 4.15εἴ γε καὶ Σουσαρίων ὁ κατάρξας κωμῳδίας Μεγαρεύς

    由连词 εἴ γε(“若确实……”)引导的条件从句,其中系动词(ἦν 或 ἐστί)被省略。名词短语 ὁ κατάρξας κωμῳδίας(“喜剧的开创者”)作主语 Σουσαρίων 的同位语,与表语名词 Μεγαρεύς(“麦加拉人”)相连。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:185.3-186.20