← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§183.27-185.2

豪爽与慷慨之别及开销的相称性

厄斯特拉提奥斯依据《尼各马可伦理学》第4卷第2章(1122a21–26),从开销规模与对成果的审视这两个维度阐明豪爽与慷慨的区别。他解释道,开销的相称性因公共职役(如战船造办人与使节长)与功业目标(如庙宇、城墙)而具有相对性,并阐释了何以能在宏大开销中准确辨明相称尺度的豪爽者堪比知识者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12

" Ἐν τούτοις δ’ ὑπερέχει τῆς ἐλευθεριότητος μεγέθει." Οὐ τοῦτο λέγει διὰ τοῦ ἐν τούτοις ὅτι ἐν τοῖς αὐτοῖς καὶ περὶ τὰ αὐτὰ δαπανηρὰ ὄντος καὶ τοῦ ἐλευθερίου, ὁ μεγαλοπρεπὴς διαφέρει τῷ μεγέθει τῶν ἀναλωμάτων. εἴη γὰρ ἂν οὐκέτι περὶ τὰ αὐτὰ ὁ ἐλευθέριος ὡς δεῖ ἀναλίσκων.1 ἀλλ’ εἰπὼν περὶ τὰς δαπανηρὰς μόνην εἶναι τὴν μεγαλοπρέπειαν, λέγει τίνι ὁ περὶ ταῦτα ὢν τὰ ἀναλώματα τοῦ περὶ ἐκεῖνα ὄντος διαφέρει· ὅτι γάρ τοι μεγέθει. καὶ τοῦ ἐλευθερίου δὴ αἱ περὶ τὰ τοιαῦτα δαπανήματα ἐνέργειαι οὐκέτι καθὸ ἐλευθέριος ἔσονται. τὴν ἀρχὴν γὰρ οὐδὲ ἦν περὶ ταῦτα ἡ ἐλευθεριότης, ἀλλ’ ὁ μεγαλοπρεπὴς αὐτὰς ἐνεργήσει. ἀντακολουθοῦσι γὰρ αἱ ἀρεταὶ ἀλλήλαις. ἢ οὐ τοῦτο λέγει, ἀλλ’ ὅτι οὔσης καὶ περὶ ταῦτα τῆς ἐλευθεριότητος, ἡ μεγαλοπρέπεια διοίσει αὐτῆς οὐκ ἐν τῷ εὐλόγως ἀναλίσκειν ἀλλ’ ἐν τῷ εἰς μεγάλα ὁρᾶν καὶ πρὸς τὸ γινόμενον. τὸ δὲ μέγεθος πρός τι, τουτέστιν ἄλλῳ γὰρ ἄλλο δαπάνημα. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα τριηράρχῳ καὶ ἀρχιθεώρῳ. ἀρχιθεωροὺς ἔλεγον τοὺς πεμπομένους δημοσίᾳ εἰς τὰς πανηγύρεις ἢ εἰς θεοὺς χρησομένους τοῖς μαντείοις. ἄλλο μὲν οὖν τὸ πρέπον ἄλλῳ. ἄλλο μὲν γὰρ ἐὰν ἱερὸν κατασκευάζῃ, ἄλλο δ’ ἂν γυμνασιαρχῇ, ἄλλο ἂν τείχη περιβάλλῃ τῇ πατρίδι. ἐν πᾶσι δὴ τὸ πρέπον αὐτῷ, περὶ ὃ καὶ εἰς ὃ γίνεται τὸ δαπάνημα, ἀναλώσει. ἐκ παραλλήλου δὲ εἶπε τὸ ἐν ᾧ καὶ περὶ ὃ.2

“然而在这些事上[豪爽]在规模上超越慷慨。” 他[亚里士多德]通过“在这些事上”所说的,并不是指当慷慨者亦处于相同事物中且关涉相同的昂贵开销时,豪爽者因开销的规模而有所不同。因为若是如此,慷慨者就将不再是在相同事物中按照当有的方式去耗费了。相反,在说明了唯有豪爽才关涉昂贵的开销之后,他说明了关涉这些开销的人与关涉那些开销的人究竟以何种方式相区别:因为确实[区别]在于规模。并且,慷慨者关涉此类开销的诸活动将不再是就其作为慷慨者而言的。因为从根本上说,慷慨甚至不是关涉这些开销的,而是豪爽者将实行这些活动;因为诸德性是彼此相随的。抑或他所说的不是这个意思,而是说即使慷慨亦关涉这些开销,豪爽与它的区别亦不在于合乎理据地耗费,而在于着眼于宏大的事物并着眼于所生成的成果。“而规模乃是相对的”,即对于不同的人有不同的开销。因为三列桨战船造办人与献祭使节长的开销并非相同。他们把为了宗教集会或为了向神明求神谕而由公家派遣的人称为献祭使节长。因此,对某人相称之物与对另一人相称之物是不同的。因为修建庙宇是一回事,担任体育馆监督是另一回事,为祖国筑造城墙又是另一回事。在一切事物中,他都将依照对其相称之物去耗费,即开销所关涉且所针对的事物。而他[亚里士多德]是将“在其中”与“关于何物”作为平行的等义语来表述的。

§4.13

"Ὁ δὲ ἐν μικροῖς." Σαφῶς διὰ τούτων ἔδειξε τὴν διαφορὰν τοῦ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευθερίου. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ὁ ἐλευθέριος, ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος. οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὡς τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς. ἰστέον δὲ ὅτι ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία καὶ βαναυσία τῆς ἀσωτίας διαφέρουσιν, οὕτω καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευθεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τοὺς 〈βαύνους, τουτέστιν τὰς〉καμίνους, ἐργαζόμενοι. ἢ ἐν μετρίοις κατ’ ἀξίαν δαπανῶν.3 δῆλον ἐξ ὧν λέγει ὅτι αἱ μὲν ἐλευθέριοι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ μεγαλοπρέπειαι πλούτου δέονται. ὁ δὲ μεγαλοπρεπὴς ἐπιστήμονι ἔοικε, καθόσον θεωρητικός ἐστι τοῦ πρέποντος ἐν τοῖς μεγέθους ἀναλωμάτων δεομένοις ἔργοις, τὸ δὲ θεωρεῖν ἐπιστήμονος· κατὰ τοῦτο ἐπιστήμονι ἐοικέναι λέγοι τὸν μεγαλοπρεπῆ. ἐν μὲν γὰρ τοῖς μικροῖς τὸ κατ’ ἀξίαν συνιδεῖν οὐ χαλεπόν, ἐν δὲ τοῖς μεγάλοις οὐ ῥᾴδιον. διὸ ὁ δυνάμενος περὶ μεγάλα ἀναλίσκειν μεγάλα, τὸ κατ’ ἀξίαν τῶν γινομένων τηρῶν μέγεθος, ἐπιστήμονι ἔοικεν, ἐπεὶ ἔστι μεγάλα ἀναλώσαντα μὴ φυλάξαι τὸ μεγαλεῖον τοῦ προκειμένου ἔργου, ὡς ἐρεῖ.

“而在细小之事中的人。” 通过这些话,他清楚地表明了豪爽者与慷慨者的区别。因为慷慨者乃是关涉细小且适度的开销,既然慷慨者在细小之事上也同样如此。因为他的本质并不在于如豪爽者那样在宏大事物上耗费,而在于美好地耗费。应当知晓的是,正如小气区别于吝啬,浅薄无味与粗鄙区别于挥霍,豪爽亦将同样区别于慷慨。那些在不应当耗费之事上过度耗费的人亦被称为粗鄙者,并非仅指在炉子——即熔炉——旁劳作的手艺人。抑或[被解释为]“在适度之事中依配称而耗费者”。从他所说的话中可以明了,慷慨的活动即便在不富有的人中间亦能产生,豪爽的活动却需要财富。“豪爽者犹如知识者”,在于他是需要开销规模的诸项功业中对相称之事的审视者,而审视乃是属于知识者的;就此而言,他会说豪爽者犹如知识者。因为在细小之事中辨明配称并不困难,而在宏大事物中却并不容易。因此,凡能在宏大事物上宏大地耗费、守持与所产生之成果相称的规模之人,便犹如知识者,因为正如他将要说到的那样,有可能某人耗费甚巨,却未能保全既定功业的宏伟。

语法注3 条
  1. 4.12εἴη γὰρ ἂν οὐκέτι περὶ τὰ αὐτὰ ὁ ἐλευθέριος ὡς δεῖ ἀναλίσκων

    带有 ἄν 的希求法(εἴη ἄν)构成的归谬推理句。分词 ἀναλίσκων 与主语 ὁ ἐλευθέριος 构成表语性/状语性搭配(“作为一个耗费者/若去耗费”),指出若慷慨者亦同样处理巨额开销,则他将不再是“如其所当(ὡς δεῖ)”耗费之人这一荒谬结论。

  2. 4.12ἐκ παραλλήλου δὲ εἶπε τὸ ἐν ᾧ καὶ περὶ ὃ

    修辞与语法解说。ἐκ παραλλήλου 意为“平行地、作为同义重复”。注解者指明,亚里士多德原文(1122a25)中的两个介词短语 ἐν ᾧ(在其中)与 περὶ ὃ(关于何物)并非指涉两个不同领域,而是平行重叠指称开销之场合与对象的同义表达。

  3. 4.13ἢ ἐν μετρίοις κατ’ ἀξίαν δαπανῶν

    由连词 ἤ(抑或)引导的无限定动词的分词短语(δαπανῶν)。该短语作为省略句,对前文给出了另一种定义,或作为对亚里士多德引文标目(ὁ δὲ ἐν μικροῖς)的补充性重述与诠释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:183.27-185.2