← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§182.14-183.26

吝啬的难治性与慷慨和豪爽的差异

厄斯特拉提奥斯依循亚里士多德的论述,阐明了吝啬因与老年、虚弱及无能相关而难以救药的缘由,列举了各种吝啬者的称谓,并分析了高利贷者、强盗与赌徒,进而探讨了慷慨与豪爽在涉及金钱开销的范围与功能上的异同及关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9

" Ἡ δ’ ἀνελευθερία ἀνίατός τίς ἐστι." Εἰπὼν ἀνίατον εἶναι ἤτοι δυσίατον τὴν ἀνελευθερίαν, αἰτίαν προστίθησιν, ὡς ἐν γήρᾳ μάλιστα γίνεται καὶ ὑπὸ τῆς ἡλικίας συναύξεται. ὡς γὰρ οἱ ἄσωτοι ὑπὸ τῆς ἡλικίας βοηθούμενοι λέγονται εὐίατοι (τὸ γὰρ γῆρας περιεκτικωτέρους [εὐιάτους] αὐτοὺς ἐποίει), οὕτως οἱ ἀνελεύθεροι διὰ τὴν φυσικὴν τοῦ γήρως πρὸς αὐτὴν ἐπιτηδειότητα ἀνίατοι. ἐπιγίνεται γὰρ μᾶλλον ὑπὸ τῆς ἡλικίας τοῦτο τὸ πάθος. τοῦ δὲ ἐν γήρᾳ ἐπιτείνεσθαι μᾶλλον τὴν κακίαν ταύτην δεικτικὸν παρέθετο τὸ πᾶσαν ἀδυναμίαν καὶ ἀσθένειαν ἀνελευθέρους ποιεῖν, ἀντιποιουμένους τῶν χρημάτων ὡς μάλιστα αὐτῶν δεομένους1 (τὸ δὲ γῆρας ἀσθένειά τίς ἐστι καὶ ἀδυναμία ἄλλη), καὶ διὰ τοῦτο συμφυέστερον τοῦτο τὸ πάθος εἶναι τοῖς ἀνθρώποις, διὸ καὶ δυσιατότερον. 〈τὰ γὰρ φύσει ὑπάρχοντά τισι δυσιατότερα.〉 ἰστέον ὅτι φειδωλοὶ λέγονται οἱ ἐπὶ τῷ φυλάττειν ὑπερβάλλοντες, κίμβικες 〈καὶ〉 κυμινοπρίσται καὶ γνίφωνες καὶ σκνιποὶ οἱ μικρὰ προϊέμενοι καὶ διδόντες, οἱ δὲ μόγις, γλίσχροι,2 οἱ δὲ καὶ μετὰ διατάσεως καὶ ὀργῆς διδόντες μικρολόγοι.

“而吝啬乃是某种不可救药之物。” 在说明吝啬是不可救药、或者毋宁说是难以救药之后,他[亚里士多德]补充了理由,即它尤其在老年产生,并随着年龄而一同增长。因为正如挥霍者被认为借助年龄的帮助而易于救药(因为老年使他们变得更懂得守财),同样地,吝啬者由于老年对于此种状态具有的自然适合性而是不可救药的;因为这种情态更容易随着年龄而滋生。而作为这种恶习在老年更容易加剧的证明,他指出一切无能与虚弱都会使人变得吝啬,因为他们执着于钱财,认为自己最为需要钱财(而老年乃是某种虚弱和另一种无能);亦因此之故,这种情态对人类而言更为根深蒂固,从而也更为难以救药。[因为自然地属于某些人的事物是更难救药的。]应当知晓的是,那些在保守财物上过度的人被称为抠搜鬼;那些付出并给予甚少的人被称为锱铢必较者、剖孜然者、悭吝汉和小气鬼;勉强给予的人被称为涩啬者;而带着紧绷与怒气给予的人则被称为斤斤计较者。

§4.10

"Καὶ τὰ μικρὰ ἐπὶ πολλῷ." Οὐ γὰρ ἁπλῶς δηλονότι ἀλλ’ ἐπὶ μεγάλοις τόκοις δανείζοντες. καὶ οἱ μὲν κινδύνους τοὺς μεγίστους. οἱ λωποδύται καὶ λῃσταί, οἷς καὶ ὁ ἱερόσυλος συναρίθμιος. πάντες γὰρ οὗτοι μικροῦ λήμματος εἰς αὐτὸ τὸ ζῆν κινδυνεύουσιν. οἱ μέντοι κυβευταὶ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς μᾶλλον παρέχειν καὶ εὐεργετεῖν αὐτοὺς δίκαιον.

“且细微之物以大量〔回报〕为条件。” 因为他们放贷显然不是单纯地放贷,而是以巨额利息放贷。“而一些人[冒着]最大的危险”[关于这句话],乃是指扒手和强盗,盗庙者亦算在其中。因为所有这些人为了微薄的收益而拿生命本身去冒险。然而赌徒们却是从朋友那里获利,而他们对朋友本应当毋宁说是给予供养和施惠的。

§4.11

"Ἢ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν." Τὸ γὰρ οἰκειότερον καὶ δυσαποτριπτότερον κακὸν ὡς φυσικώτερον καὶ διὰ τοῦτο καὶ ἐναντιώτερον. οὐχ ὥσπερ δ’ ἡ ἐλευθεριότης διατείνει περὶ πάσας. ἐπιζητήσει ἄν τις, πῶς εἰ ἡ ἐλευθεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, οὐ καὶ περὶ ταύτας ἐστὶ περὶ ἃς καὶ ἡ μεγαλοπρέπεια· εἴτε γὰρ μὴ ἔστι περὶ ταύτας, οὐκ ἀληθὲς ἂν εἴη τὸ τὴν ἐλευθεριότητα διατείνειν περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, εἴτε διατείνοι καὶ περὶ ταύτας, πότερον καὶ ὁ ἐλευθέριος οὕτω ἐν αὐταῖς ἀναλώσει ὡς καὶ 〈ὁ〉 μεγαλοπρεπὴς ἢ ἄλλως. ἀλλ’ εἰ μὲν οὕτω, μέρος ἔσται τῆς ἐλευθεριότητος ἡ μεγαλοπρέπεια, ἢ εἰ μὴ οὕτως, ἡ ἑτέρα αὐτῶν οὐκ ἀναλώσει κατὰ τὸ πρέπον καὶ τὸν ὀρθὸν λόγον καὶ ὡς δεῖ καὶ ὅσον δεῖ, οὕτω δὲ οὐδ’ ἂν ἀρετὴ εἴη μὴ κατὰ τὸ πρέπον ἀναλίσκουσα. μήποτε οὖν τὸ περὶ πάσας ἀντὶ τοῦ κατὰ τὰς πλείονας κεῖται καὶ κοινάς.3 περὶ δὲ τὰς δαπάνης μείζονος δεομένας ἢ κατ’ ἀξίαν ἀναλίσκουσα μεγαλοπρέπειά ἐστιν. ὡς εἶναι δύο ἀρετὰς περὶ χρήματα, τὴν μὲν ἐν ταῖς συνήθεσι καὶ κοιναῖς χρείαις τῶν χρημάτων τὸ κατ’ ἀξίαν ἔχουσαν, τὴν δὲ ἐν ταῖς δαπάνης πλείονος δεομέναις. λέγομεν οὖν τὴν ἐλευθεριότητα καὶ περὶ ταύτας περὶ ἃς ἡ μεγαλοπρέπεια, ἀλλὰ καὶ περὶ ταύτας τὸ ἴδιον φυλάξει, τὸ ὅσον δεῖ καὶ ὅτε καὶ ὡς· ἴδιον γὰρ αὐτῆς τὸ εὐλόγως ἀναλίσκειν. τὸ μέντοι καὶ πρὸς τὸ γινόμενον ὁρᾶν καὶ τὸ μεγαλεῖον ζητεῖν τοῦ ἔργου τοῦ γινομένου ἀπὸ τῶν ἀναλισκομένων ἴδιον ἤδη τῆς μεγαλοπρεπείας.4 ὡρίσατο δὲ τὴν μεγαλοπρέπειαν ἀπὸ τοῦ ὀνόματος, ἐν μεγέθει πρέπουσαν δαπάνην.

“抑或依前述之挥霍。” 因为那更为切身且难以摆脱之恶,乃是更为自然的,且因此也是更为对立的。“然而并不像慷慨扩展至所有[行为]那样。”有人或许会追问:若慷慨扩展至一切涉及钱财的行为,它何以不亦关涉那些豪爽所关涉的行为?因为若它不关涉这些行为,那么说慷慨扩展至一切涉及钱财的行为就不会是真的;而若它亦扩展至这些行为,那么慷慨者在这些行为中究其消费而言是像豪爽者那样消费,还是以别的方式消费?但若是那样[以相同方式],豪爽便将成为慷慨的一部分;或者若不是那样,那么它们两者之一就未能依照恰当与正理、按照当有的方式且以当有的数量去耗费,而如此一来,不依照恰当耗费的便甚至不能成为德性。那么,是否“关于一切”乃是用来替代“按照大多数且普遍的[行为]”?而在需要更大开销的行为中依配称而耗费的则是豪爽。从而关涉钱财的德性有两种:一种是在通常且普遍的钱财使用中持守配称,另一种则是在需要更多开销之事上。因此我们说,慷慨亦关涉那些豪爽所关涉之事,但即便在这些事上它亦将保全自身特有之物,即当耗费之量、时机与方式;因为合乎理据地耗费乃是其所固有的。然而,亦着眼于所生成的成果、并追求由所耗费之物产生的功业之宏大,这便已经是豪爽所特有的了。而他[亚里士多德]依据其名称将豪爽定义为:在规模上相称的开销。

语法注4 条
  1. 4.9ἀντιποιουμένους τῶν χρημάτων ὡς μάλιστα αὐτῶν δεομένους

    分词 ἀντιποιουμένους 在语法上是宾格,与 ἀνελευθέρους(即不定式 ποιεῖν 所省略的宾语——由于虚弱而变得吝啬的人)一致。连词 ὡς 搭配分词 δεομένους 表示主观理由或视角(“视其为自身最需要之物”)。

  2. 4.9οἱ δὲ μόγις, γλίσχροι

    在 οἱ δὲ μόγις 之后省略了前句的分词或谓语动词(προϊέμενοι καὶ διδόντες),应理解为“而那些勉强[付出/给予]的人”。其后的 γλίσχροι 为表名称的述语名词。

  3. 4.11μήποτε οὖν τὸ περὶ πάσας ἀντὶ τοῦ κατὰ τὰς πλείονας κεῖται καὶ κοινάς.

    μήποτε 搭配直陈式现在时(κεῖται)为表达委婉推测或设问的惯用结构(“莫非/是否……”)。介词短语 ἀντὶ τοῦ 引出被替换的表达(“用来替代……”)。

  4. 4.11τὸ μέντοι καὶ πρὸς τὸ γινόμενον ὁρᾶν καὶ τὸ μεγαλεῖον ζητεῖν τοῦ ἔργου τοῦ γινομένου ἀπὸ τῶν ἀναλισκομένων ἴδιον ἤδη τῆς μεγαλοπρεπείας.

    该句的主语是由中性冠词 τό 统摄的两个不定式短语(καὶ πρὸς τὸ γινόμενον ὁρᾶν 与 καὶ τὸ μεγαλεῖον ζητεῖν...),表语为 ἴδιον ... τῆς μεγαλοπρεπείας(系动词 ἐστί 省略)。τοῦ ἔργου 为修饰 τὸ μεγαλεῖον 的属格,分词 τοῦ γινομένου 修饰 ἔργου,ἀπὸ τῶν ἀναλισκομένων 表来源或出处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:182.14-183.26