- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:180.26-182.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》卷四第一章(1121a12–1121a28),阐释挥霍为何比吝啬更易纠正且更为优越,并辨析真正的挥霍与各种放纵(尤其是饮食与色欲)类型的区别。
" Καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν." Τοῦτο εἶπεν, ἐπεὶ τὸν ἄσωτον οἶδεν οὐ τοσοῦτον εἰς τὴν δόσιν ἀναλίσκοντα ὅσον εἰς τὰς μὴ προσηκούσας δαπάνας. πλὴν ἐπὶ μικροῖς. οὗτοι ἐπονείδιστοί εἰσιν, οἷον καὶ οἱ μικροκλέπται λεγόμενοι· οἱ γὰρ ἐν τῷ μεγάλα λαμβάνειν ὑπερβάλλοντες οἷοι οἱ τύραννοι ἄπληστοι καὶ πλεονέκται καὶ ἄδικοι καὶ ἀσεβεῖς, οὐκ ἀνελεύθεροι καλοῦνται. εἰπὼν δὲ τὸν ἄσωτον ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν καὶ διὰ τοῦτο ἐλλείπειν ἐν τῷ διδόναι, φησὶ μὴ πάνυ ταῦτα γίνεσθαι 〈ἅμα〉 ἀμφότερα, τό τε πολλὰ διδόναι καὶ τὸ μὴ λαμβάνειν. τὸν γὰρ οὕτως ἔχοντα ταχέως ἐπιλείπειν τὴν κτῆσιν,1 ὥστε καὶ ἡ κατὰ τὸ διδόναι ὑπερβολή.2 προσέθηκε τὸ τοὺς διδόντας ἰδιώτας. οὐ γὰρ τοὺς τυράννους 〈καὶ〉 τοὺς δυνάστας ἐπιλείπει ταχέως ἡ κτῆσις. οὐ γὰρ ἐλέγοντο οὗτοι ἄσωτοι, τῷ ἀσώτους μὲν εἶναι τοὺς ὑπὲρ τὴν οὐσίαν ἀναλίσκοντας, ἐκείνων δὲ διὰ τὸ πλῆθος τῶν χρημάτων καὶ προσόδων μὴ ὑπερβάλλειν τὰς δόσεις τὴν οὐσίαν τε καὶ κτῆσιν. καὶ τοῦτο δὲ εἰπὼν τὸ μὴ πάνυ συνδυάζεσθαι τὰ τῆς ἀσωτίας, τὸ ἅμα μὲν ὑπερβάλλειν ἐν τῇ δόσει, ἅμα δὲ ἐλλείπειν ἐν τῇ λήψει, φησίν, ὅτι ἄμφω ταῦτα ἔχων καὶ οὕτως ἄσωτος οὐκ ἀφυὴς οὐδ’ ἀνίατος ἀλλὰ μακρῷ ἀμείνων τοῦ ἀνελευθέρου καὶ δι’ ἃ προστίθησι, τῷ τε περὶ νέους γίνεσθαι τὴν τοιαύτην κακίαν μᾶλλον, τοὺς δὲ προκόπτοντας κατὰ τὴν ἡλικίαν ἐπιμελεστέρους γίνεσθαι καὶ προσεκτικωτέρους καὶ προσέτι τὴν ἀπορίαν ταχύ πως οὕτως ἔχουσι προΐστασθαι, δι’ ὧν ἀμφοτέρων ἡλικίας καὶ ἀπορίας σωφρονεῖν ἀναγκασθῆναι 〈καὶ κατάγνωσιν τούτων σχεῖν καὶ πρὸς τὸ ἄμεινον μετατεθῆναι.〉 ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου τὸ διδόναι καὶ μὴ λαμβάνειν. οὐ γὰρ προηγουμένως λήψεται ὁ ἐλευθέριος, ἀλλ’ ἀναγκαίως, ὡς εἴρηται, ὡς ἂν ἔχοι διδόναι. καὶ 〈οὐ〉 λήψεται ὅθεν οὐ δεῖ, ἐπεὶ καὶ τῷ ἐλευθερίῳ οὐ προηγούμενον τὸ λαμβάνειν ἀλλ’ ἀναγκαῖον. ἦν γὰρ περὶ δόσιν μᾶλλον ἡ ἐλευθεριότης. διὸ καὶ ἐλλείπει κατὰ τὴν λῆψιν, καὶ οὐχ ἡδέως λαμβάνει· καίτοι αἱ κατ’ ἀρετὴν ἐνέργειαι ἡδεῖαι. διὰ τοῦτο δὲ ὁ ἄσωτος οὐδὲ φαῦλος δοκεῖ τὸ ἦθος οὐδὲ ἀγεννής, ὡς ἔχων ἐν τῇ διανοίᾳ μεγαλεῖόν τι καὶ οὐκ εὐτελὴς ὤν, ἠλίθιος δὲ μᾶλλον, οἷον ἀμαθὴς καὶ ἀνόητος, ὃς εἰ παιδευθείη καλὸς ἂν εἴη.
“因为我们亦将开销归于给予之中。” 他[亚里士多德]这样说,是因为他知道挥霍者在给予上的花费不如在不当的开销上那么多。“除了在细小之事上。”这些人是受谴责的,如同所谓的偷鸡摸狗的小偷;因为那些在攫取巨物上过度的人,例如僭主,被称为贪得无厌、索求无度、不正义且不敬神的人,而不被称为吝啬者。在说明挥霍者在给予上过度且在不索取上过度、并因此在给予上不足之后,他[亚里士多德]说,这两件事并非完全同时发生,即给予许多与不索取。因为对于处于这种状态的人而言,财产很快就会匮乏,从而在给予上的过度亦会匮乏。他补充道:“给予者为私人。”因为僭主与当权者们的财产并不会很快匮乏。这些人不被称为挥霍者,乃是因为挥霍者是指耗费超出自身家产的人,而对那些人而言,由于资财与岁入众多,其给予并不超过家产与财产。在说明了挥霍的特征——即同时在给予上过度且同时在获取上不足——并不完全结合在一起之后,他[亚里士多德]说,具有这两者且以这种方式成为挥霍者的人,既非缺乏资质亦非不可救药,而是远胜于吝啬者,并且由于他所补充的缘由:即此类恶习更容易在年轻人身上产生,而随着年龄增长的人会变得更为操心和谨慎,此外匮乏亦会很快呈现在处于此种状态的人面前,通过年龄与匮乏这两者,他被迫变得自制[并对这些事情有所省察自责,从而转向更好的状态]。因为他具有自由人的特征:给予与不获取。因为自由人并非首要地获取,而是如前所述出于必然地获取,以便能够给予。且他不会从不当取之处获取,因为对自由人而言获取亦非首要之事而是必然之事。因为慷慨毋宁说是关乎给予的。因此他在获取上亦有所欠缺,且不乐于获取;尽管依据德性的活动是令人愉悦的。亦因此之故,挥霍者在品性上既不显得低劣亦不显得卑鄙,因为其思想中具有某种宏大之处且并非琐屑鄙陋,毋宁说是愚蠢的,即无知且缺乏心智,他若是受到教化,便会成为高尚之人。
"Διά τε τὰ εἰρημένα." Τὸ διδόναι φησὶ καὶ μὴ λαμβάνειν. ὁ γὰρ ἀνελεύθερος καὶ λαμβάνει ὅθεν οὐ δεῖ καὶ οὐδενὶ δίδωσιν ἀλλ’ οὐδὲ ἑαυτῷ, ὡς ζωμῷ τὸ λεγόμενον ζῆν προαιρούμενος.3 εὐχερῶς γὰρ ἀναλίσκοντες. ἄσωτος μὲν κυρίως, ὡς καὶ ἀρχόμενος εἶπεν, ὁ τῆς οὐσίας ἑαυτοῦ δαπανητικός· τούτῳ δὲ ἐνίοτε συνδυάζεται καὶ ὁ ἀκόλαστος· καὶ ἐν τῇ συνηθείᾳ τοιοῦτον ἀκούουσι τὸν ἄσωτον τὸν εἰς αἰσχρὰ καὶ ἀφροδίσια ἀναλίσκοντα· οὐ μὴν ὁ κατ’ ἀλήθειαν ἄσωτος τοιοῦτος, ἀλλ’ ὁ ἀναλίσκων ἀδεῶς οἷς δεῖ καὶ μὴ δεῖ καὶ πάντοθεν λαμβάνειν προῃρημένος. εἶναι δέ τινά φησιν ἄσωτον εὐίατον, τυχόντα ἐπιμελείας· ἀλλ’ ὁ μὲν διδόναι προῃρημένος, λαμβάνειν δὲ μή, οὗτος 〈ὁ〉 ἄσωτός ἐστιν εὐίατος. ὁ γὰρ διδοὺς καὶ λαμβάνων ἀδιακρίτως καὶ κατὰ μὲν τὸ διδόναι ἄσωτος, κατὰ δὲ τὸ λαμβάνειν ἀνελεύθερος (ἐπεὶ καὶ τοῦτο καθ’ ἓν μέρος τοῦ ἀνελευθέρου πρᾶξις), οὗτος δυσίατος ἢ καὶ ἀνίατος ὡς ὁ κυρίως ἄσωτος, ὃς καὶ δίδωσιν ἀνυποστόλως καὶ λαμβάνει καὶ συνδυάζεται τῷ ἀκολάστῳ. τῶν δὲ ἀκολάστων ὁ μὲν περὶ τὰ ἀφροδίσια ἁμαρτάνων τῷ μᾶλλον ἢ δεῖ λάγνος καλεῖται, ὁ δὲ περὶ οἶνον οἰνόφλυξ, ὁ δὲ περὶ βρώσεις ποικίλος, ὁ μὲν οὐ περιμένων τοὺς προσήκοντας καιροὺς τῆς τροφῆς, ὀξυπείνης τις λεγόμενος, ὀψοφάγος δὲ ὁ πλείονι τῷ ὄψῳ χρώμενος, λιμβὸς δὲ ὁ περίεργος καὶ ποικίλος ἐν τῇ παρασκευῇ τῆς τροφῆς, τένθης δὲ ὁ λίχνος καὶ τὸ ἀπὸ παντὸς ἥδιστον θηρώμενος μεταφέρων αὐτὸ ἄλλοτ’ ἐπ’ ἄλλα, γάστρις δὲ ὁ πολλὰ καὶ πολυτελῆ ζητῶν, λαίμαργος ὁ ἐν τῷ ἐσθίειν ἐπιφαίνων μαργότητά τινα καὶ σπουδὴν καὶ ταχυτῆτα.
“既由于前述之事。” 他[亚里士多德]是指给予与不索取。因为吝啬者既从不当取之处获取,又不给予任何人,甚至不给予自身,正如俗话所说宁愿喝菜汤度日。“因为轻易耗费。”严格意义上的挥霍者,正如他开篇所说,乃是耗尽自己家产的人;但与此人有时亦结合着放纵者;且在日常习惯中,人们把在可耻之事与色欲上挥霍的人理解为此类挥霍者;然而依真理而言的挥霍者并非如此,而是指肆无忌惮地花费在当用与不当用之处、并选择从一切地方获取的人。并且他[亚里士多德]说,若得到照管,某种挥霍者是容易纠正的;亦即,选择给予而不选择获取的人,这种挥霍者是易于纠正的。因为不加分别地给予且获取的人,在给予上是挥霍的,而在获取上是吝啬的(因为这在某个方面亦是吝啬者的行为),此人难以纠正甚至不可救药,正如严格意义上的挥霍者一样,他肆无忌惮地既给予又获取,并且与放纵者结合在一起。在放纵者中,就色欲而言超出当有限度而犯过错的人被称为好色之徒,就酒而言则被称为酒鬼,就食物而言则是多样的:那不等待恰当进食时间的人被称为亟饥者;过度享用美味佳肴的人则是好美食者;在食物制备上过分讲究与求多变的人是刁食者;贪馋且猎取一切食物中最甜美之物并转来转去品尝的人是馋嘴者;求取大量且昂贵食物的人是大食汉;在进食中表现出某种疯狂、急躁与迅速的人则是暴食者。
- 4.7τῷ ἀσώτους μὲν εἶναι τοὺς ὑπὲρ τὴν οὐσίαν ἀναλίσκοντας, ἐκείνων δὲ διὰ τὸ πλῆθος τῶν χρημάτων καὶ προσόδων μὴ ὑπερβάλλειν τὰς δόσεις τὴν οὐσίαν τε καὶ κτῆσιν.
由 μέν...δέ 形成对比的两个不定式从句(εἶναι 与 μὴ ὑπερβάλλειν)依附于表示原因的定冠词与格不定式 τῷ。在后一个从句中,τὰς δόσεις 是主词宾格(“给予”),τὴν οὐσίαν τε καὶ κτῆσιν 是 ὑπερβάλλειν 所支配的宾格宾语(“家产与财产”),而 ἐκείνων 则作为修饰 τὰς δόσεις 的领属属格(“他们的给予”)。
- 4.7τὸν γὰρ οὕτως ἔχοντα ταχέως ἐπιλείπειν τὴν κτῆσιν, ὥστε καὶ ἡ κατὰ τὸ διδόναι ὑπερβολή.
依赖于前文 φησί 的宾格加不定式间接引语结构。动词 ἐπιλείπειν 以人作宾格宾语,意为“某物(主语)在某人(宾语)处用尽”,因此 τὸν οὕτως ἔχοντα 是宾格宾语,而 τὴν κτῆσιν 是主格意义的主词宾格。在由 ὥστε 引导的结果从句中,并没有继续使用不定式结构,而是省略了限定动词 ἐπιλείπει,主语置于主格(ἡ ... ὑπερβολή),呈现出从间接引语向直接句式的过渡。
- 4.8ὡς ζωμῷ τὸ λεγόμενον ζῆν προαιρούμενος.
τὸ λεγόμενον 是惯用的副词性(插入语)宾格,意为“如俗话所说”或“所谓”。与格 ζωμῷ 修饰不定式 ζῆν,表示方式或手段(“靠汤水过活”)。
