- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:179.22-180.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者探讨了慷慨者不富裕的原由及责怪运气的合理与否(1120b18),进而阐明适度给予与获取之间的伴随关系,并论证了德性行动中适度激情不可或缺的作用(1120b32)。
" Συμβαίνει δὲ οὐκ ἀλόγως τοῦτο." Τὸ μὴ πλουτεῖν δηλονότι. ῥᾴδιον προετικῷ ὄντι ὡς δι’ ἀπορίαν ἐπικαλεῖσθαι τὴν τύχην·1 διὰ γὰρ τούτου ἔδειξεν ὡς οὐκ ἀλόγως ἐπικαλοῦσι τύχῃ. καλῶς δὲ ἄλογον τὸ τοιοῦτον· οὐ γὰρ μισθὸν δεῖ περιβλέπειν ὑπὲρ τῆς ἀρετῆς καὶ τὴν τύχην ἀπαιτεῖν, ὡς οὐδὲ ὑπὲρ τῶν ἄλλων ἀγαθῶν, οἷον τοῦ ὑγιαίνειν τὸν ὑγιαίνοντα ὅτι ὑγιαίνει (ἀρκεῖ γὰρ αὐτῷ τὸ τοιοῦτον ἀγαθόν) οὐ μισθὸν ἀπαιτεῖν ὃν ἔχει ἐν ἑαυτῷ,2 οὐκ ἔξωθέν τινα οὐδὲ ἐπεισοδιώδη, τουτέστι τὸ ὑγιαίνειν, καὶ προείληφεν αὐτὸν ἐν ἑαυτῷ.
“而此事的发生并非毫无缘由。” 显然是指并不富裕。既然是乐于付出的人,由于匮乏而责怪运气乃是容易发生的;因为通过这一点,他表明人们责怪运气并非毫无缘由。然而此类事情不合情理亦是恰当的;因为人不应当为德性寻找报酬并向运气索求,正如对其他善物亦不该如此,比如健康者并不因自己健康而为健康索求报酬(因为此类善物对他而言已足够),这一报酬他自身已然拥有,既非外在的亦非偶然附带的,亦即健康本身,并且他已在自身中预先获得了它。
"Ἕπεται γὰρ τῇ ἐπιεικεῖ δόσει ἡ τοιαύτη λῆψις." Συνᾴδει γὰρ τῇ τοιαύτῃ δόσει ἡ ὁμοία λῆψις, ὡς τῇ ἀτόπῳ δόσει ἡ ἄτοπος λῆψις, ὡς ἐπὶ τῶν ἀσώτων, οἷον ἵνα διδόναι ἔχωσι, καὶ λῃστήρια συνιστῶσι καὶ πάσης ἄλλης ἰδέας κακοῦ οὐκ ἀπέχονται. οὐ μέντοι τῇ ἀτόπῳ λήψει ἕψεται ἡ ἐπιεικὴς δόσις (πῶς γὰρ ὁ κακῶς κτησάμενος καὶ περὶ πολλοῦ τοῦτο ποιησάμενος καλῶς καὶ ἐλευθερίως ἀναλώσει;), ὡς οὐδὲ τῇ φορτικῇ δόσει ἡ δέουσα λῆψις. ἐκ τῶν δεόντων γὰρ συνάγειν ἐθέλοντι τῷ ἀσώτῳ εἰς στενὸν κομιδῇ καὶ ἄπορον καταστήσεται αὐτῷ τὰ τῆς ἀσωτίας. αἱ μὲν οὖν ἑπόμεναι γίνονται ἅμα ἐν τῷ αὐτῷ, οὐ γὰρ ἐναντίαι, ἡ ἐπιεικὴς δόσις καὶ λῆψις δηλονότι, ἡ δὲ ἐναντία, ἤτοι δόσις ἢ λῆψις, οὐχ ἕπονται. τῇ γὰρ κακῇ δόσει πῶς ἕπεται καλὴ λῆψις; οὐδ’ ἔμπαλιν. ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμβαίνῃ αὐτῷ, οἷον εἰ θεωρίας ἀναγκάζοιτο [ὁ] ὑπὲρ πατρίδος ἢ μονομαχίας συνιστᾶν ἢ διανομὰς ἢ εἴς τινας ἄλλας οἰκείας πράξεις ἀναλίσκων τὰ ἑαυτοῦ, λυπήσεται μετρίως καὶ ὡς δεῖ. οὐ γὰρ πᾶσα λύπη οὐδὲ πᾶν πάθος παρὰ τὸν ὀρθὸν λόγον, ὡς οἴονταί τινες, ἀλλ’ ἔστι λυπηθῆναι καὶ ὡς δεῖ, τουτέστιν εὐλόγως. οὐδὲν δὲ εὐλόγως γινόμενον ἡμαρτημένον. τοιαύτη ἐστὶν ἡ λύπη, ἣν οἱ ἀπὸ τῆς Στοᾶς ἀντὶ λύπης συστολὴν καλοῦσι. τῷ Σιμωνίδῃ δὲ μὴ ἀρεσκόμενος· τὸν μελοποιὸν φάσκων.3 ὡς φιλαργύρου γὰρ αὐτοῦ μέμνηνται ἄλλοι τε καὶ Θεόφραστος ἐν τοῖς Περὶ ἠθῶν καὶ ἐν τοῖς Περὶ πλούτου. τῆς ἀρετῆς δὲ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ· ἐφ’ οἷς, ἐπὶ τοῖς μὴ κατ’ ἀξίαν, ὡς δεῖ, μετρίως. εἰ γὰρ μήτε ἥδοιτ’ ὅλως μήτε λυποῖτο, ἀδιαφόρως ἂν ἔχοι πρὸς πάντα· οὕτω δὲ καὶ πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας. τοιοῦτος δὲ ὢν οὐδ’ ἂν σπουδαῖος εἴη. τὰ γὰρ πάθη συνεξορμᾶν ἐπὶ τὰς πράξεις πέφυκεν· οὐ γὰρ ἱκανὸς ὁ λόγος καὶ ἡ κρίσις· οἱ γὰρ γέροντες κατὰ τοῦτο τῶν νέων ἀπρακτότεροι. ἔτι αἱ ἀρεταὶ ἕξεις εἰσὶ προαιρετικαί, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, ἡ δ’ ὄρεξις πάθος. οὐκ ἂν οὖν εἴη κατ’ ἀρετὴν ἐνεργῆσαι χωρὶς πάθους.4
“因为如此的获取伴随着适度的给予。” 因为类似的获取与如此的给予相谐调,正如不当的获取与不当的给予相谐调一样,如在挥霍者那里,例如为了能够给予,他们甚至组织强盗团伙,不避开任何其他形式的恶行。然而,适度的给予绝不会伴随不当的获取(因为以恶劣手段获取并对此极力看重的人,又如何能高尚且慷慨地花费?),正如正当的获取亦不会伴随庸俗的给予一样。因为对于想要从正当来源募集财物的挥霍者而言,挥霍之事对他来说将变得极其窘迫与行不通。因此,相互伴随的事物在同一个人身上同时发生,因为它们并非相反,显然是指适度的给予与获取;但相反的事物,无论给予还是获取,皆不相互伴随。因为良好的获取如何能伴随恶劣的给予呢?反之亦然。但如果发生违背当有之事与良好状态的情况,例如若是被迫为祖国组织节庆观览或角斗表演或分发财物,或将自身所有花费在某些其他适宜的行动上,他将适度地且依当有之方式感到痛苦。因为并非一切痛苦或一切激情皆违背正确理性,如某些人所认为的那样,而是亦可能依当有之方式感到痛苦,亦即合乎理性地感到痛苦。而凡合乎理性产生的事物,皆非过失。这种痛苦,便是斯多亚学派之人不用痛苦而用“收缩”来称呼的情感。说“不赞同西莫尼德斯”,乃是提及那位抒情诗人;因为其他诸人以及泰奥弗拉斯托斯在《性格论》与《论财富》中皆提到他是贪财之人。德性的特征在于对当悦当忧之事依当有之方式感到快乐与痛苦:对何事,即对不合应得之事;依当有之方式,即适度地。因为若是既完全不感到快乐亦不感到痛苦,便会对一切事物漠不关心;从而对依据德性的活动亦会如此。若是如此,他甚至不可能成为卓越之人。因为激情本性上便共同激发行动;因为理性与判断并不充分;在此点上,老年人比青年人更少行动。此外,诸德性乃是关涉选择的品质,而选择是经由深思的欲求,欲求则是激情。因此,没有激情便不可能依据德性实施活动。
- 4.5ῥᾴδιον προετικῷ ὄντι ὡς δι’ ἀπορίαν ἐπικαλεῖσθαι τὴν τύχην
与格分词 προετικῷ ὄντι 充当无人称谓词 ῥᾴδιον [ἐστι] 的逻辑主语(“对于乐于付出的人而言,……是容易的”)。虚词 ὡς 修饰介词短语 δι’ ἀπορίαν,赋予其主观动机或借口的色彩(“仿佛出于匮乏”)。
- 4.5οἷον τοῦ ὑγιαίνειν τὸν ὑγιαίνοντα ὅτι ὑγιαίνει (ἀρκεῖ γὰρ αὐτῷ τὸ τοιοῦτον ἀγαθόν) οὐ μισθὸν ἀπαιτεῖν ὃν ἔχει ἐν ἑαυτῷ
由 οἷον 引导的举例句构。受属格冠词 τοῦ 管辖的实词化不定式 τοῦ ὑγιαίνειν(“为健康一事”)承接前文的 ὑπὲρ τῶν ἄλλων ἀγαθῶν,而后方带宾格主语 τὸν ὑγιαίνοντα 的否定不定式短语 οὐ μισθὸν ἀπαιτεῖν 则从属于前文的 δεῖ。关系代词 ὃν 承接先行词 μισθόν,并通过下文的解释性成分 τουτέστι τὸ ὑγιαίνειν 进一步阐明其内容,形成多层嵌套。
- 4.6τῷ Σιμωνίδῃ δὲ μὴ ἀρεσκόμενος· τὸν μελοποιὸν φάσκων
引用亚里士多德原文词句(1121a7“不赞同西莫尼德斯”)的分词短语。这是一个省略了限定动词的省略句构,用于注文指认所涉及的对象:“[他说]‘不赞同西莫尼德斯’,乃是指这位抒情诗人”。
- 4.6οὐκ ἂν οὖν εἴη κατ’ ἀρετὴν ἐνεργῆσαι χωρὶς πάθους
带有 ἄν 与希求法的潜能语气结论句。基于前文三段论式的论证推导(德性=关涉选择的品质,选择=经深思的欲求,欲求=激情),通过无人称句式 οὐκ ἂν εἴη + 不定式得出逻辑结论:“没有激情,便不可能依据德性实施活动”。
