- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:178.17-179.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥通过与勇敢者的比较解释了为何慷慨者“几乎”最受爱戴,论述了依据德性实施给予的诸项条件(为了高尚的目的、无痛苦、对象恰当),并阐明慷慨并非取决于绝对的数量,而是依据个人财产与受惠者的需要而定。
" Φιλοῦνται δὲ σχεδὸν μάλιστα οἱ ἐλευθέριοι." Τὸ σχεδὸν πρόσκειται· οὐ γὰρ τοῦ ἀνδρείου,1 ὠφελιμώτερος γὰρ οὗτος, ἅτε πατρίδα ῥυόμενος καὶ τὴν ἄλλην περιουσίαν, ᾗ καὶ ὁ ἐλευθέριος χρήσεται κατὰ τὴν αὑτοῦ ἀρετὴν καὶ ὁ μεγαλοπρεπής. αἱ δὲ κατ’ ἀρετὴν πράξεις καλαί. τὰς κατ’ ἀρετὴν πράξεις φησὶ καλὰς εἶναι καὶ τοῦ καλοῦ ἕνεκα. τοῦτο δέ ἐστιν ἐν τῷ ὡς δεῖ καὶ ὅσα δεῖ καὶ οἷς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ φορτικῶς δώσει οὐδὲ κηρύττων οὐδὲ ἐπὶ μαρτύρων. καὶ ταῦτα δὲ τοῦ καλοῦ ἕνεκα· ἐνδέχεται γὰρ καὶ οἷς 〈δεῖ〉 διδόντα μὴ τοῦ καλοῦ χάριν διδόναι ἀλλὰ δόξης ἢ τιμῆς ἢ θήρᾳ μείζονός τινος κέρδους ἢ διὰ φόβον, δι’ ἃ οὐκ ἐλευθέριος οὕτω διδούς, ἀλλὰ καὶ ἡδέως, φησί, ἢ ἀλύπως δώσει. τοῦτο δέ φησιν, ἐπεὶ τὸ κατ’ ἀρετὴν ἅπαν ἡδὺ ἢ ἄλυπον ἐνεργούμενον. ὁ γὰρ λυπηρῶς διδοὺς οὐκ ἐλευθέριος. μᾶλλον γὰρ αἱρεῖται λυπούμενος τὰ χρήματα τῆς ἐλευθεριότητος. εἴρηκε δὲ τὸ ἀλύπως καὶ διὰ τὴν ἀνδρείαν. ὡς γὰρ καὶ ἀνωτέρω ἐπεσημαινόμεθα ἐν τῷ κατ’ αὐτὴν λόγῳ, οὐ πᾶσαι αἱ κατ’ αὐτὴν 〈ἐνέργειαι〉 τοῦτο ἡδέως δέχονται. ἀλλ’ οὐδὲ πᾶσα πάλιν δόσις κατὰ τὸ ἡδὺ ἐνεργουμένη ἐλευθέριος. οὐδὲ γὰρ οἷς μὴ δεῖ διδούς τις ἐλευθέριος, ἐπεὶ οἱ ἀκόλαστοι καὶ οἱ ἄσωτοι ἡδέως διδόντες, ἐπεὶ μὴ οἷς δεῖ διδόασιν, οὐκ ἐλευθέριοι· 〈οὐ γὰρ χάριν καλοῦ.〉οὐδὲ ὅθεν μὴ δεῖ λήψεται, καταφρονητικὸς γὰρ χρημάτων ὁ ἐλευθέριος· ἀλλὰ ἄλλος τις ῥηθήσεται, τουτέστιν ἄσωτος ἢ φιλότιμος ἢ ἐμπορικός. οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος. ὅτι καὶ τὸ θεῖον εὐεργετικὸν οὐκ εὐεργετούμενον.
“而慷慨的人几乎最受喜爱。” 加上“几乎”一词;因为并不比勇敢的人[更受喜爱],因为后者更有益,因为他保卫祖国以及其余的财产,而慷慨的人以及大度的人也将依据自身的德性使用这些[财产]。 “而依据德性的行为是高尚的。”他说依据德性的行为是高尚的,且是为了高尚的缘故。而这在于以当有的方式、当有的数量、向当予之人以及在当予之时[给予];因为他既不会庸俗地给予,亦不会张扬地或在见证人面前[给予]。而这些亦是为了高尚的缘故;因为即使向当予之人给予,也有可能并非为了高尚的缘故,而是为了声誉、荣誉、追求某种更大的利益,或是出于恐惧,由于这些缘故,如此给予的人并非慷慨之人;但他亦会乐意地,他说,或毫无痛苦地给予。他之所以这样说,是因为依据德性的一切现实活动在实施时皆是令人愉悦的或无痛苦的。因为痛苦地给予的人不是慷慨的人;因为他在感到痛苦时宁愿选择财富而非慷慨。而他说“毫无痛苦地”,亦是由于勇敢的缘故;因为正如我们先前在关于勇敢的论述中所指出的那样,依据勇敢的一切活动并非皆乐意地接纳这一点。但反过来,也并非每一次依据愉悦而实施的给予都是慷慨的。因为向不当予之人给予的人亦不是慷慨的,因为放纵者与挥霍者虽然乐意地给予,却因未向当予之人给予而不是慷慨的;〈因为并非为了高尚之故。〉他亦不会从不当取之处获取,因为慷慨的人是轻视财富的;否则他将被称作别的某种人,即挥霍者、好名者或商人。 “因为这不是施善者的特征。”因为神圣之物亦是施惠者而非受惠者。
"Τὸ γὰρ ἐπιβλέπειν ἐφ’ ἑαυτὸν ἐλευθερίου.2" Οὐ γάρ ἐστιν ἐλευθερίου τὸ τὴν οἰκείαν χρείαν τῆς τοῦ δεομένου προτιμοτέραν ἄγειν ἀνάγκης. κατὰ τὴν οὐσίαν δ’ ἡ ἐλευθεριότης λέγεται. οὐ γὰρ ἐν τῷ πολλὰ διδόναι ὁ ἐλευθέριος ἀλλ’ ὁ † ἐν τῇ διοικείᾳ τῆς χρείας τῶν χορηγουμένων τὴν δόσιν καὶ τῶν εὐεργετουμένων ποιούμενος. κατὰ γὰρ τὴν δύναμιν τῆς οὐσίας ἡ ἐλευθεριότης ὁρίζεται. ἐπεὶ δώσει γε καὶ ὀλίγα ἔσθ’ ὅτε, τῇ χρείᾳ μετρῶν τοῦ λαμβάνοντος τὴν δόσιν. οὐ γὰρ καὶ παραδώσει· προαναλίσκοντος γὰρ τοῦτο ἐν τῷ ὅσον οὐ δεῖ καὶ ἐξαποροῦντος τὴν πρὸς ἑτέρους χρείαν. ἢ καὶ δώσει ὀλίγα ἐξ ὀλίγων καὶ οὐ δήπου διὰ τοῦτο οὐκ ἐλευθέριος, ὥσπερ οὐδὲ ὁ ἐκ πολλῶν πολλὰ διδούς. διὸ καὶ ἐγκαλεῖται τῇ τύχῃ· ἐν καιροῖς ἐπεσημήνατο, ὅτι ἐγκαλοῦσιν οἱ ἄλλοι τῇ τύχῃ ὡς ἀδίκῳ, ἅμα μὲν δεικνὺς ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευθέριοι, εἴ γε δι’ αὐτοὺς καὶ ἡ τύχη ἐπικαλεῖται, ἅμα δὲ καὶ ἐπιλυόμενος, ὅτι μηδὲ ἡ τύχη μηδὲ τὸ θεῖον τούτου αἴτιον, ἀλλ’ ἔστι γινόμενον τύχῃ καὶ ἐπιμελείᾳ. οὐ γὰρ ῥᾴδιον ἔχειν μὴ ἐπιμελούμενον ὅπως ἔχει. οὐδὲ γὰρ ὑγείαν ἔχειν ῥᾴδιον, μὴ ἐπιμελούμενον ὅπως ἔχει, οὔτε ἰσχὺν ἀμελοῦντα ταύτης, οὔτε ἄλλο τι ἀγαθόν.
“因为顾及自身乃是慷慨者的[特征]。” 因为将自身的需要置于匮乏者的紧迫需求之上,绝非慷慨者的特征。 “而慷慨乃是依据财产而言的。”因为慷慨的人不在于给予得多,而在于使给予符合所供给之物的需要以及受惠者们的[需要]的调节。因为慷慨是依据财产的能力[规模]而被规定的。因为有时他甚至会给予少量的物,以接受者的需要来衡量给予。因为他绝不会倾囊相授;因为那是属于在不当有的限度上预先耗尽、并在满足对其他人的需要上面临匮竭之人的做法。或者他亦会从微薄的财产中给予少量,但这绝不意味着他不是慷慨的,正如从丰厚财产中给予很多的人亦非不是慷慨的一样。“因此运气亦受到责备。”他在适当时机指出,其他人责备运气是不公正的,这既表明了慷慨的人并不富裕——倘若运气确实因他们而受到咎责的话——同时亦化解了这一问题,即运气与神明皆非此事的根源,而是由运气与照管共同生成的。因为不照管如何保有财富的人,要保有财富并不容易。正如不照管如何保有健康的人要拥有健康并不容易,忽视力量的人要拥有力量并不容易,拥有任何其他善物亦是如此。
- 4.3οὐ γὰρ τοῦ ἀνδρείου
省略句,含比较属格。承接前文的“最受喜爱”(φιλοῦνται μάλιστα),此处理解为“因为并不比勇敢的人[更受喜爱]”(οὐ γὰρ [μᾶλλον φιλοῦνται] τοῦ ἀνδρείου)。后文紧接着的“因为后者更有益”(ὠφελιμώτερος γὰρ οὗτος)证实了这一解读。
- 4.4Τὸ γὰρ ἐπιβλέπειν ἐφ’ ἑαυτὸν ἐλευθερίου.
引文的肯定表述与注文的否定句式之间的呼应。尽管引文本身缺少否定词 μή,但其后的注文本体立即补充否定词进行阐释:“因为将自身的需要置于……之上,绝非慷慨者的特征”(Οὐ γάρ ἐστιν ἐλευθερίου τὸ...)。注疏者显然是遵循亚里士多德原文本意(EN 1120b6:τὸ γὰρ μὴ βλέπειν ἐφ’ ἑαυτὸν ἐλευθερίου)作出的否定性理解。
