← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§176.18-178.16

作为使用原则的德性与慷慨的本质

厄斯特拉提奥斯考察了亚里士多德《尼各马可伦理学》第四卷开端(1120a4起)关于“使用”的概念,论证德性与恶习自身并非被使用的对象而是使用的原则,并在批判关于中性事物观点之同时,解释了为何慷慨的本质更多在于给予而非接受。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2

" Ὧν δέ ἐστι χρεία τις." Ὧν ἐστι χρεία εἴρηκεν ἀντὶ τοῦ ὧν ἐστι χρῆσις, ταῦτ’ ἐστὶν οἷς χρώμεθα. ἐχρήσατο δὲ τῷ ‘δὲ’ ἀντὶ τοῦ ‘γάρ’· τὸ γὰρ ἑξῆς ἐστιν ‘ὧν γάρ ἐστι χρεία’· καὶ ὧν μέν ἐστι χρεία, ἤτοι χρῆσις, τούτοις χρώμεθα οὐχ ἅμα πᾶσιν, ἀλλ’ ὧν ἐστι χρεία· ὧν δ’ οὐκ ἔστιν, οὐδὲ χρώμεθα. οὐ ταὐτὸν δὲ χρῆσις καὶ χρήσιμον· χρῆσις μὲν γάρ ἐστι, καθὸ χρώμεθά τισι, τὰ δὲ οἷς κατ’ ἐκεῖνο χρώμεθα, ταῦτά ἐστι χρήσιμα. αἱ μὲν γὰρ τέχναι καὶ ὅλως αἱ ἕξεις, ἐν αἷς καὶ ἀρετὴ καὶ κακία, αἱ χρώμεναι ἄλλοις εἰσί, τουτέστι καθ’ ἃς χρώμεθά τισι. κατὰ γὰρ τὴν τεκτονικὴν τοῖς ὑποκειμένοις τῇ τεκτονικῇ χρώμεθα, κατὰ δὲ τὴν μουσικὴν τοῖς τῇ μουσικῇ, ὁμοίως καθ’ ἑκάστην ἀρετὴν καὶ κακίαν, περὶ ἃ ἡ ἀρετὴ καὶ κακία, τοῖς μὲν καλῶς δηλονότι ὅσοις κατ’ ἀρετήν, τοῖς δὲ κακῶς ὅσοις κατὰ κακίαν. αὐτῶν δὲ τῶν ἕξεων οὐκ ἔστι χρῆσις, ὅθεν καὶ ἄτοποι οἱ διὰ τούτων κατασκευάζονται1 τὴν ἀρετὴν ἀγαθὸν καὶ τὴν κακίαν κακόν, πλοῦτον δὲ καὶ τὰ ὡς δυνάμεις λεγόμενα ἀγαθὰ μήτε ἀγαθὰ μήτε κακά, ὅτι τῇ μὲν ἀρετῇ οὐχ οἷόν τε χρήσασθαι κακῶς ὡς οὐδὲ τῇ κακίᾳ καλῶς, τούτοις δὲ καὶ εὖ καὶ κακῶς. ἐκείνων μὲν γὰρ οὐδ’ ἔστι χρῆσις, διὸ οὐδὲ καλῶς λέγοιτ’ ἄν τις αὐτοῖς χρῆσθαι. οὐ γὰρ τούτοις χρώμεθα, ἀλλὰ διὰ τούτων τοῖς ἄλλοις, τὰ δὲ οὕτως ἀγαθά ἐστι τὰ ἐν χρείᾳ ὄντα καὶ χρήσει. πάντα δὲ τὰ ὧν ἔστι χρῆσις τοιαῦτά ἐστιν, ὥστε δύνασθαί τινα καὶ εὖ αὐτοῖς καὶ κακῶς χρήσασθαι. 〈καὶ ὁ πλοῦτος δέ ἐστι τῶν χρησίμων, ὡς καὶ αὐτός φησιν, ὥστε διὰ τοῦτο ἔνεστι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς χρήσασθαι.〉 ἀλλ’ οὐδὲ συνάγουσιν ἐξ ὧν λαμβάνουσιν ὃ οἴονται.2 συνάγεται γὰρ καὶ τὸ ἀγαθὰ καὶ κακὰ εἶναι οἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, ἀλλ’ οὐκ οὔτε ἀγαθὰ οὔτε κακά. εἰ γὰρ οἷς εὖ χρώμεθα ἀγαθὰ καὶ οἷς κακῶς κακά, ἕποιτ’ ἂν καὶ οἷς ἀμφοτέρως ἀμφότερα. οὐ γὰρ τὸ λαμβανόμενόν ἐστιν, ὅτι οἷς εὖ χρώμεθα ταῦτα οὐκ ἔστι κακά, οὐδὲ οἷς κακῶς ἀγαθά. οὕτω γὰρ οὐκέτ’ ἂν τὴν ἀρετὴν ἀγαθὸν ἀλλ’ οὐ κακὸν δεικνύοι, καὶ τὴν κακίαν οὐ κακὸν ἀλλ’ οὐκ ἀγαθόν. ἀλλὰ καὶ ἄτοπον τὸ τοῖς χρωμένοις συμμεταπίπτειν τὰ οἷς χρῶνται. οὕτω γὰρ ἂν καὶ τὰ ὄργανα λέγοιεν συμμεταπίπτειν. ἔτι εἰ λέγοι ἄν τις, εἰ ᾧ τις κακῶς χρήσεται, τοῦτο ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθὸν οὔτε κακόν, καὶ Σωκράτης ἐπεὶ κακῶς αὐτῷ Ἀθηναῖοι ἐχρήσαντο, ἢ κακὸς ἦν ἢ οὔτε κακὸς οὔτε ἀγαθός·3 ὁμοίως Ἀνάξαρχος· ἐχρήσατο γὰρ αὐτῷ κακῶς Νικοκρέων ὁ τύραννος· ὁμοίως καὶ Ζήνων. ἑκάστῳ δ’ ἄριστα χρῆται. διὰ τούτων σαφῶς δηλοῖ, ὅτι αὐταῖς ταῖς ἀρεταῖς οὕτω χρώμεθα. ἐπεὶ οὕτως ἄν εἴη καὶ τῆς ἀρετῆς ἀρετή, καθ’ ἣν πάλιν ταῖς ἀρεταῖς εὖ χρώμεθα, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁ ἔχων τὴν περὶ ἕκαστον ἀρετήν. οἱ γὰρ τὴν ἑκάστου τῶν χρησίμων χρηστικὴν ἀρετὴν ἔχοντες, οὗτοί εἰσιν οἱ καλῶς αὐτῇ χρώμενοι. οὕτω καὶ τεχνίτης, καὶ ὁ τὴν ἀρετὴν δὴ ἔχων ὁ σπουδαῖος ὡσαύτως. ἢ τὸ εὖ πάσχειν. τοῦτο ἐκ τοῦ λαμβάνειν ὅθεν δεῖ γίνεται ἢ τὰ αἰσχρὰ μὴ πράττειν, ὃ ἐν τῷ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ κρίνεται. καὶ ἡ χάρις τῷ διδόντι· ὅ ἐστι σύμβολον τοῦ εὖ πάσχειν, δι’ οὗ πιστοῦται τὸ ἐν δόσει ἢ λήψει τὴν ἐλευθεριότητα εἶναι. καὶ ῥᾷον δὲ τὸ μὴ λαμβάνειν τοῦ δοῦναι. καὶ διὰ τοῦτο δείκνυσι τὸ προκείμενον οὕτως ἔχον. εἰ ἡ ἀρετὴ γὰρ τὸ χαλεπώτατον (διὰ τοῦτο γὰρ καὶ ἡ ἀνδρεία μάλιστά ἐστιν ἀρετή), χαλεπώτερον δὲ καὶ δυσχερέστερον τὰ οἰκεῖα προΐεσθαι τοῦ μὴ λαμβάνειν τὰ ἀλλότρια, περὶ τὴν δόσιν ἂν μᾶλλον ἡ ἐλευθεριότης εἴη. ἀλλ’ οὐχ ἧττον εἰς δικαιοσύνην· ἀντὶ τοῦ μᾶλλον, οὐ πάνυ δὲ οὐδ’ οὗτοι εἰς δικαιοσύνην. εἰσὶ γὰρ οἳ γλισχρότητος χάριν τοῦτο ποιοῦσι, μήτε λαμβάνειν θέλοντες μήτε διδόναι, καὶ διὰ τοῦτο μὴ λαμβάνοντες ἵνα μηδὲ δῶσιν, ὃ καὶ Πλάτων φησὶν ἐν Πολιτείαις, ὅτι οἱ ἄνθρωποι τοὺς περὶ δικαιοσύνης ἔθεντο νόμους οὐ τοῦ μὴ ἀδικεῖν χάριν, ἀλλὰ τοῦ μὴ ἀδικεῖσθαι φόβῳ. οἱ δὲ λαμβάνοντες οὐδὲ ἐπαινοῦνται πάνυ. οἱ λαμβάνοντες, φησίν, οὐ πάνυ ὑγιῶς ἐπαινοῦνται. οὐδὲν γὰρ ἄξιον ἀρετῆς ποιοῦσι, τοῦ λαμβάνειν ἐν τῷ εὐεργετεῖσθαι, ἀλλ’ οὐκ ἐν τῷ εὐεργετεῖν κειμένου. ὥστε μᾶλλον ἐλευθεριότητος τὸ διδόναι σημεῖον, ἀλλ’ οὐ τὸ λαμβάνειν κἂν ὅθεν δεῖ.

“然而凡有所用之物。” 他说“有所用”是用来代替“有使用”,即这些是我们所使用的东西。他用“然而(δὲ)”代替了“因为(γάρ)”;因为接下来的文脉正是“因为凡有所用之物”;并且凡有需用、即凡有使用的东西,我们并非同时使用所有这些东西,而是使用那些有需用的东西;至于那些无用的东西,我们甚至根本不使用。但使用与有用之物并非同一;因为使用是我们据以使用某些事物的根据,而我们依此使用的那些对象,这些便是有用之物。因为各门技艺以及总体上的各种品质——其中既有德性也有恶习——乃是使用他物的,也就是说,是我们据以使用某些事物的根据。因为依木工术我们使用木工术之下的对象,依音乐我们使用音乐之下的对象,同样依每一种德性与恶习[我们使用]德性与恶习所关涉的对象——显而易见,凡依德性便善加使用,凡依恶习便恶劣使用。但对于品质本身而言并不存在使用,因此那些试图借此确立德性为善、恶习为恶,而财富及被称为能力的善物则非善非恶的人也是荒谬的,他们理由是德性不可能被恶劣使用,正如恶习不可能被善加使用,但这些东西[如财富等]则既可被善加使用亦可被恶劣使用。因为对前者[品质]而言甚至根本没有使用,所以亦不能说有人能善加使用它们。因为我们并非使用它们,而是通过它们使用他物,而如此这般的善物乃是处于需用和使用之中的。凡存在使用的所有事物皆是如此,以致有人能够善加使用它们,亦能恶劣使用它们。〈且财富亦属于有用之物,正如他自己所言,因此由此缘故财富既可被善加使用亦可被恶劣使用。〉然而他们甚至未能从其所设定的前提中推导出其所认为的结论。因为能够推导出的乃是可以善加与恶劣使用的东西既是善的也是恶的,而非既非善亦非恶。因为倘若我们善加使用的东西是善的,恶劣使用的东西是恶的,那么结论当是我们在两方面使用的东西兼具二者。因为所设定的前提并不是我们善加使用的东西不是恶的,亦不是恶劣使用的东西不是善的。因为若那样,人们将不再能证明德性是善的,而只能证明它不是恶的;恶习亦不再能被证明是恶的,而只能证明它不是善的。此外,所使用的东西随使用者一同发生性质转变,这也是荒谬的。因为按此说法,他们亦将说工具也随之转变。再者,若有人声称,凡某人恶劣使用的对象,此物若非是恶的,便既非善亦非恶,那么苏格拉底既然雅典人恶劣地对待了[使用了]他,便要么是恶的,要么既非恶亦非善;阿那克萨库斯亦同样如此;因为僭主尼科克勒翁恶劣地对待了他;芝诺亦同样如此。并且最善用每一样事物。通过这些话他清楚地表明,我们并非以此种方式使用德性本身。因为若是那样,德性亦将有其德性,我们据之又善加使用诸德性,如此便将陷入无穷倒退。具有关涉各物之德性者。因为凡具有关于各项有用之物的使用之德性者,正是善加使用它的人。技艺匠人如此,具有德性的优秀之人亦同样如此。或是蒙受恩惠。此乃产生自取之应当之处,或是不做可耻之事,而后者是在不取之不当之处中被判定的。而感激属于给予者;这是蒙受恩惠的标志,通过它证实了慷慨在于给予而非在接受。且不取比给予更为容易。通过这一点他指明了论题正是如此。因为倘若德性乃是最困难之事(正因如此勇敢亦最具有德性),而放弃自身之物比起不取他人之物更为困难且艰辛,那么慷慨便更应当关涉给予。但亦不失为朝向正义;用来代替“更甚”,但这些人亦并非完全是朝向正义的。因为有人是出于吝啬而如此行事的,既不愿取亦不愿予,正因如此他们不取是为了甚至不必给予,这亦正如柏拉图在《理想国》中所言,人们制定关于正义的法律并非为了不做不正义之事,而是出于害怕遭受不正义。而接受者根本不受称赞。他说,接受者根本得不到健全的称赞。因为他们未做任何配得德性之事,接受乃在于蒙受善行,而非在于施加善行。因此给予更是慷慨的标志,而即使取之应当之处,接受亦非其标志。

语法注3 条
  1. 4.2ὅθεν καὶ ἄτοποι οἱ διὰ τούτων κατασκευάζονται

    中间动词 κατασκευάζονται 在此用于论证层面,意为“通过论证确立”,支配宾格加不定式结构(τὴν ἀρετὴν ἀγαθὸν [εἶναι] ... πλοῦτον δὲ ... μήτε ἀγαθὰ μήτε κακά)。谓语名词 ἄτοποι 处省略了系动词 εἰσίν。

  2. 4.2ἀλλ’ οὐδὲ συνάγουσιν ἐξ ὧν λαμβάνουσιν ὃ οἴονται

    此句使用了逻辑学术语结构:λαμβάνουσιν 意为“作为前提预设”,συνάγουσιν 意为“推导出结论”。关系代词 ὧν 省略了先行词且受格引变为属格(即 ἐκ τούτων ἃ λαμβάνουσιν),关系从句 ὃ οἴονται 则作 συνάγουσιν 的直接宾语。

  3. 4.2καὶ Σωκράτης ἐπεὶ κακῶς αὐτῷ Ἀθηναῖοι ἐχρήσαντο, ἢ κακὸς ἦν ἢ οὔτε κακὸς οὔτε ἀγαθός

    主句主语 Σωκράτης 倒装(prolepsis)在原因从句 ἐπεὶ ... ἐχρήσαντο 之前。χρῆσθαι 搭配人的与格(αὐτῷ)在习惯上意为“对待某人”,但作者在此利用其“使用”之义进行归谬,以驳斥“能被恶劣使用者本身即为恶或非善非恶”的论调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:176.18-178.16