- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:176.2-176.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《尼各马可伦理学》第四卷开篇关于慷慨的论述(Bekker 1119b21),欧斯特拉提乌斯阐明了通过对活动的称赞来确定德性对象及中道的方法,并解释了“财物”的定义与多义性。
" Λέγομεν δ’ ἑξῆς περὶ ἐλευθεριότητος." Εἰπὼν περὶ τίνα ἡ ἐλευθεριότης, ἅμα καὶ μέθοδον ἡμῖν ὑπέγραψεν ᾗ δυνησόμεθα ἑκάστην ἀρετὴν γνωρίζειν περὶ τίνα ἐστὶ καὶ τίνων πράξεων ἢ παθῶν μεσότης. ἐπεὶ γὰρ πᾶσα ἀρετὴ ἕξις ἐπαινετή, ἐπαινετὸν καὶ ἀγαθὸν ἡ ἀρετή, περὶ ἃ ἐπαινεῖται ἡ κατ’ αὐτὴν ἐνέργεια.1 δῆλον γὰρ ὅτι περὶ ταῦτα ἔστιν. οὐ γὰρ δὴ περὶ ἄλλα μὲν ἡ κατ’ αὐτὴν ἐνέργεια, περὶ ἄλλα δὲ ὁ ἔπαινος αὐτῇ. ἐπὶ γὰρ ταῖς ἐνεργείαις ταῖς ἀπ’ αὐτῶν ὁ ἔπαινός ἐστιν. ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης περὶ δόσιν ἐστὶ χρημάτων ἐπαινετὴ καὶ λῆψιν, δῆλον ὅτι καὶ ἡ ἕξις ἡ ἐλευθεριότης, ἀφ’ ἧς αἱ ἐπαινεταὶ ἐνέργειαι, περὶ δόσιν καὶ λῆψίν ἐστι χρημάτων, μεσότης ἕξις οὖσα, οὐδ’ ἐν οἷς ὁ σώφρων,2 ἃ ἐν τῇ συμμετρίᾳ τῇ περὶ τὰς δι’ ἁφῆς ἡδονὰς ὁρίζεται. χρήματα δὲ λέγομεν. ὅτι χρήματα λέγεται πάντα ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. χρῆμα γὰρ κυρίως τὸ νόμισμα, ὁμωνύμως δὲ καὶ πᾶν πρᾶγμα χρῆμα λέγεται, ἀφ’ οὗ φαμέν τινα, ὅτι χρῆμά τι ἔπραξεν ἤτοι πρᾶγμα, καὶ τοὺς διοικοῦντάς τι καὶ πράσσοντας χρηματίζειν φαμέν.
“接下来我们谈论慷慨。” 在说明慷慨关涉何物的同时,他亦为我们勾勒了一种方法,借此我们将能够认识每一种德性关涉何物,以及它是何种行为或情感的中道。因为既然一切德性皆是值得称赞的品质,而作为值得称赞且善的事物的德性,[正是关涉]依其而行的活动受称赞的那些事物。因为显而易见,它正关涉这些事物。因为绝非依其而行的活动关涉某些事物,而对它的称赞却关涉另一些事物。因为称赞所针对的正是由它们[品质]生发出的诸活动。因此,既然慷慨在财物的给予和接受上受称赞,那么显而易见,作为受称赞诸活动之源泉的慷慨品质,作为中道的品质,亦关涉财物的给予和接受,而非在节制者所处的事物中,后者是在关于触觉快感的均衡中被界定的。“并且我们所说的财物”。因为凡价值可用货币衡量的事物皆被称为财物。因为本义上的财物是货币,但各类事物亦按同名异义被称为财物[事情],由此我们评说某人做了某件财物[即事情],即做了某件事,且我们称管理和从事某事者为“办理事务”。
- 4.1ἐπεὶ γὰρ πᾶσα ἀρετὴ ἕξις ἐπαινετή, ἐπαινετὸν καὶ ἀγαθὸν ἡ ἀρετή, περὶ ἃ ἐπαινεῖται ἡ κατ’ αὐτὴν ἐνέργεια.
在以 ἐπεὶ γὰρ... 开头的原因从句之后,主句的系动词(ἐστίν)及先行词(如 τοῦτό ἐστιν)在 περὶ ἅ 之前被省略,其句式骨架为:“[德性即关涉]依其而行的活动受称赞的那些事物”。紧随其后的 δῆλον γὰρ ὅτι περὶ ταῦτα ἔστιν 明确重申了这一谓语关系。
- 4.1οὐδ’ ἐν οἷς ὁ σώφρων
紧承前文谓语(περὶ δόσιν καὶ λῆψίν ἐστι χρημάτων)的简练省略结构,应补全理解为 οὐδὲ [ἐν τούτοις ἐστίν], ἐν οἷς ὁ σώφρων [ἐστίν](即[慷慨这一品质]并非处于节制者所处于的事物中)。
