- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:175.6-175.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯对亚里士多德1119a25进行注解,从快乐与痛苦的性质(值得选取与当予逃避)、养成习惯的难易与有无危险、以及是否掺杂强制的角度,论证了放荡为何比怯懦更为自愿且更应受谴责,并将其与节制者的欲望状态进行了对比。
" Διὸ καὶ ἐπονειδιστότερον." Ἐπονειδιστότερον ἀκολασία δειλίας. μᾶλλον γὰρ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ἢ καὶ τὸ ἡδὺ τοῦ ἐπιπόνου αἱρετὸν 〈καὶ〉 μᾶλλον ἑκούσιον. διὰ τὸ αἱρετὸν εἶναί τι τὴν ἡδονὴν φευκτὸν δὲ τὴν λύπην, ἣν τῷ ἀποστρέφεσθαι ὡς φθαρτικήν (φευκτὸν γάρ τι χρῆμα καὶ οὐχ αἱρετόν) φυλαττόμεθα, τὴν ἀκολασίαν τῆς δειλίας μᾶλλον ἑκούσιόν φαμεν. ἑκούσια μὲν γὰρ ἄμφω, ἑκούσιοι γὰρ αἱ κακίαι, ὡς δέδεικται πολλάκις, φανερώτερον δὲ ἡ ἀκολασία δι’ ὃ καὶ προστίθησιν, ἡ μὲν γὰρ ἀκολασία δι’ ἡδονήν ἐστιν, ἡ δὲ δειλία διὰ λύπην, ὧν ἡ μὲν ἡδονὴ αἱρετὸν ἡ δὲ λύπη φευκτόν. μᾶλλον δὲ ἑκούσιον ἡ λύπη τοῦ φευκτοῦ,1 ἐπεὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐ τοιοῦτον· διὸ εἴη ἂν μετὰ βίας. τοιοῦτος δὲ ὁ δειλός. οἷς δὲ μέμικται βία, ταῦτα οὐχ ὁμοίως ἑκούσια τοῖς ἀμιγέσιν. ἔτι εἰ ὁ ψόγος καὶ τὰ ὀνείδη ἐπὶ τοῖς ἑκουσίοις, τὸ ἐπονειδιστότερον μᾶλλον ἑκούσιον. ἐπονειδιστότερον δ’ ἀκολασία δειλίας, ἐλεοῦνται γοῦν πολλάκις οἱ δειλοὶ ἢ ὀνειδίζονται. ἔτι τὰ ἐφ’ ἡμῖν μᾶλλον ἑκούσια. περὶ ἃ δὲ ῥᾷόν ἐστιν ἐθισθῆναι, ταῦτα ἐφ’ ἡμῖν μᾶλλον ἐστι. περὶ δὲ τὰς ἡδονὰς ἔστι μᾶλλον ἐθισθῆναι. πολλὰ γὰρ ἡδέα ἐν τῷ βίῳ καὶ συνέχειά ἐστιν αὐτῶν καὶ οὐδέποτε ἔστιν αὐτῶν ἀπορῆσαι, τὰ δὲ φοβερὰ οὐχ οὕτω πολλὰ καὶ συνεχῆ. ἔτι ῥᾷον ἐθισθῆναι περὶ ἃ οὐδεὶς κίνδυνος τῶν μετὰ κινδύνου γινομένων,2 ταῦτα δὲ μᾶλλον ἑκούσια. ἀκίνδυνα δὲ τὰ περὶ τὰ ἡδέα ἔθη, οὐκ ὄντων ἀκινδύνων τῶν ἐπὶ τοῖς φοβεροῖς. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ. οὐ γὰρ ἐκκόπτεται πάντῃ τὸ ἐπιθυμητικόν. τέτραπται δὲ οὗ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· οὗ μὲν δεῖ, πρὸς τὸ καλόν, ὡς δεῖ δέ, ἐκ νομίμων γάμων παιδοποιεῖν, ὅτε δὲ δεῖ, τροφῆς, ὅτε πεῖνα ἐνοχλεῖ.3 ἡ δειλία ὁμοίως ἔχουσα τῇ ἀκολασίᾳ κατὰ τὸ ἕξις εἶναι καὶ ἑκούσιος, διαφέρει τοῖς καθ’ ἕκαστα, ὅτι τὰ μὲν καθ’ ἕκαστα τῆς ἡδονῆς διὰ τὸ ἡδὺ καὶ αἱρετὰ καὶ ἑκούσια, τὰ δὲ τῆς δειλίας διὰ τὸ λυπηρὸν τῷ ἐπίπονα εἶναι οὔτε αἱρετὰ οὔτε ἑκούσια. ἀλλὰ καὶ μᾶλλον ἀκούσια, καὶ διὰ τοῦτο μᾶλλον τοῦ βίᾳ καὶ βίαιον. αἱρεῖται γάρ τις ἥδεσθαι ὀψοφαγῶν καὶ ἀφροδισιάζων ἤπερ τραυματιζόμενος καὶ κινδυνεύων κατὰ πόλεμον καὶ πολεμίοις μαχόμενος.
“因此它亦更应受谴责。” 放荡比怯懦更应受谴责。因为这类事物更多地在我们掌控之中,或者说令人愉悦之物比辛劳之物更值得选取且更为自愿。由于快乐是某种值得选取之物,而痛苦是当予逃避之物——我们通过将痛苦视作破坏性的而回避它,从而对它加以戒备(因为它确是某种当予逃避而非值得选取之物)——我们说放荡比怯懦更为自愿。因为二者皆是自愿的——正如屡次表明的那样,恶习是自愿的——然而放荡更为显然;因此他亦补充道:“因为放荡是由于快乐,而怯懦是由于痛苦;在这些之中,快乐是值得选取的,而痛苦是当予逃避的。”另一方面,痛苦因其属于当予逃避之物[而较少出于自愿],因为痛苦使承受者的本性陷入狂乱并将其破坏,而快乐则非此类事物;因此它必带有强制。而怯懦者正属于此类。凡掺杂强制的事物,皆不如未掺杂者那样出于自愿。再者,如果责难与谴责针对的是自愿的事物,那么更应受谴责的便更为自愿。而放荡比怯懦更应受谴责;怯懦者无论如何往往被怜悯而非被谴责。再者,在我们掌控之中的事物更为自愿。而在其上更容易养成习惯的事物,则更多地在我们掌控之中。在快乐上更容易养成习惯。因为生命中有许多令人愉悦之事,且它们具有连续性,绝不会缺乏它们,而可怕之事则没有如此繁多且连续。再者,在毫无危险的事物上养成习惯,比在伴随危险发生的事物上更容易,而这些[无危险的事物]更为自愿。关涉愉悦之事的习惯是无危险的,而在可怕之事上的习惯则并非毫无危险。并且“节制者欲望所应当欲望之物”。因为欲望官能并非被彻底切除。而是被导向所应当之处、以所应当的方式以及在所应当之时:在所应当之处,即导向高尚;以所应当的方式,即通过合法的婚姻繁衍后代;在所应当之时,即在饥饿侵扰时[欲望]食物。怯懦虽然在作为品质以及出于自愿方面与放荡具有相似的状况,但在具体情境上有所不同:快乐的具体情境由于其愉悦性而是既值得选取又出于自愿的,而怯懦的具体情境由于其痛苦性因其辛劳而既不值得选取亦非出于自愿。反之,它们更是非自愿的,且因此更多出于强制并属于被迫。因为比起在战争中受伤、冒着危险以及与敌人作战,人们更愿意在享用美食与纵情声色中获得愉悦。
- 3.46μᾶλλον δὲ ἑκούσιον ἡ λύπη τοῦ φευκτοῦ
此处原文若按字面直译则语意颠倒(“痛苦比当予逃避之物更为自愿”)。根据前文关于快乐值得选取而痛苦当予逃避的对比,结合下文论及强制(βία)的语境,此处实指痛苦因其属于当予逃避之物而具有较少的自愿性(即非自愿)。
- 3.46ἔτι ῥᾷον ἐθισθῆναι περὶ ἃ οὐδεὶς κίνδυνος τῶν μετὰ κινδύνου γινομένων
带有比较级 ῥᾷον 的比较结构。属格 τῶν μετὰ κινδύνου γινομένων 作比较属格,表示比较的基准(“比[在]伴随危险发生的事物上[养成习惯]”),主语是不定词短语 ἐθισθῆναι περὶ ἃ οὐδεὶς κίνδυνος。
- 3.46ὅτε δὲ δεῖ, τροφῆς, ὅτε πεῖνα ἐνοχλεῖ
承前省略了支配属格的动词 ἐπιθυμεῖ,其句法结构为 ὅτε δὲ δεῖ [ἐπιθυμεῖ] τροφῆς(“在所应当之时,即[欲望]食物”)。
