← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§173.26-175.5

放荡中的痛苦与相较于怯懦的自愿性

埃乌斯特拉提乌斯注解亚里士多德《尼各马可伦理学》第3卷(1119a2–1119a21),阐述了放荡者不仅在缺乏快乐时而且在欲望本身中承受痛苦,指出快乐上的匮乏(麻木不仁)极为罕见,并通过区分具体行为与品质状态来解释放荡为何比怯懦更为自愿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.44

" Ὥστε ἀντὶ τῶν ἄλλων ταῦθ’ αἱρεῖσθαι." Τῶν ἄλλων φησὶ 〈τῶν〉 περὶ ταῦτα. καὶ γὰρ οἰκείων καὶ τοῦ καλοῦ καὶ νόμων προτιμῶσι τὰς οἰκείας ἡδονάς. εἶπε δὲ τὸν ἀκόλαστον ὅτι καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν λυπεῖται.1 ὅτι καὶ ὁ ἀκόλαστος περὶ λύπας ἐστὶ τῷ λυπεῖσθαι αὐτός. ἐπὶ τίσιν οὖν λυπεῖται; ἐπ’ ἀμφοτέροις φησί, καὶ ἐπὶ τῇ ἀποτυχίᾳ τῶν σπουδαζομένων ἡδονῶν καὶ ἐν αὐτῷ τῷ ἐπιθυμεῖν. διὸ καὶ ἀτόπῳ φησὶν ἐοικέναι τὸ πάθος αὐτοῦ τὸ δι’ ἡδονὴν λυπεῖσθαι. ἐν γὰρ τῷ ἐπιθυμεῖν τοῦ ἡδέος λυποῦνται. 〈διὰ δὲ τούτων ἅμα ἔδειξε τὸν βίον αὐτῶν λυπηρότατον, καίτοι δοκοῦντα περὶ ἡδονὰς εἶναι καὶ ἐν ἡδοναῖς. εἰ γὰρ ἐν τῷ ἐπιθυμεῖν λυποῦνται〉, οὐδέποτε δὲ ἔστιν ὅτε οὐκ ἐπιθυμοῦσιν οἱ ἀκόλαστοι, ἀεὶ ἂν εἶεν ἐν λύπαις. ὥστε διὰ τὴν ἄπληστον περὶ ἡδονὰς σπουδὴν ἐν τῷ ἐναντίῳ τῆς ἡδονῆς πλεῖστα διατελοῦσιν ὄντες. εἰπὼν δὲ περὶ τῶν ἀκολάστων, οἳ καθ’ ὑπερβολὴν ἁμαρτάνουσι τῶν ἡδέων καὶ λυπηρῶν, ἐν οἷς μεσότης ἡ σωφροσύνη, ἐλλείποντας περὶ τὰς ἡδονὰς εἶναί φησι καὶ ἧττον ἢ δεῖ ἔχοντας μὴ πάνυ γίνεσθαι. οὐ γὰρ ἀνθρωπικὴ ἡ περὶ ταῦτα ἀναισθησία, ἀλλ’ οὐδὲ αἴσθησιν ἔχοντος τοῦτο, οἷον ἡ περὶ τὰς τροφὰς ἀναισθησία. εἶπε δὲ τοῦτο ἐν τῷ δευτέρῳ. καὶ ἧττον ἢ δεῖ χαίροντες. μᾶλλον γὰρ ἢ δεῖ χαίρουσιν αὐταῖς οἱ ἄνθρωποι, ἢ ἧττον κατάφοροί γέ εἰσιν ἐν τούτοις, μὴ ἐμποδίων τούτοις ὄντων, τῶν πρὸς ὑγίειαν καὶ εὐεξίαν δηλονότι, ἢ ὑπὲρ τὴν οὐσίαν τῶν χρημάτων φησίν. ὁ γὰρ οὕτως ἔχων μᾶλλον ἀγαπᾷ, ὡς αἱρεῖσθαι δηλονότι τινὰς ἡδονὰς παρὰ τὰ εἰρημένα μᾶλλον τῆς ἀξίας σπουδάζει περὶ τὰς ἡδονάς.

“以至于选取这些来代替其他事物。” 他说,“其他事物”是指关涉这些方面的[其他善好]。因为他们确实把自己的快乐置于亲人、高尚之事物与法律之上。并且他说放荡者在未能获得[快乐]时与在欲望时皆感到痛苦。因为放荡者本身亦是通过自身感到痛苦而关涉痛苦的。那么,他因何而痛苦呢?他说,因二者皆然:既因未能获得所热衷追求的快乐,亦在欲望本身之中感到痛苦。因此他说,他的这种由于快乐而感到痛苦的受动类似于一件荒谬之事。因为他们在欲望令人愉悦之物时感到痛苦。[并且通过这些话,他同时表明了他们的生活是极其痛苦的,尽管这生活看似关涉快乐并处于快乐之中。因为如果他们在欲望时感到痛苦],而放荡者又绝无不欲望之时,那么他们就将始终处于痛苦之中。因此,由于对快乐不可满足的热衷,他们绝大部分时间都处于快乐的对立面之中。在谈论了放荡者——他们在快乐与痛苦上因过度而犯过,而节制乃是其中的中道——之后,他说在快乐上匮乏且享有少于应有程度的人几乎不会产生。因为关涉这些事物的麻木不仁并非合乎人性的,甚至根本不属于具有感觉者,如同关于滋养物的无知觉一样。他在第二卷中曾说过这一点。“并且喜爱少于应有程度的人[亦几乎不产生]。”他说,因为人们喜爱它们超过应有的程度,或者只要那些有利于健康与良好身体状况的事物不构成阻碍,且不超出财物资产,他们就极易沉溺于这些事物之中。因为处于这种状态的人爱得更多,以至于显见地会选取某些违背上述准则的快乐,并且超出其价值地热衷于快乐。

§3.45

"Ἑκουσίῳ δὲ μᾶλλον ἔοικεν ἡ ἀκολασία τῆς δειλίας." Συγκρίνει τήν τε δειλίαν καὶ τὴν ἀκολασίαν, καὶ δείκνυσι φευκτοτέραν τὴν ἀκολασίαν, 〈καὶ πρῶτον μὲν μᾶλλόν φησιν εἶναι καὶ ἑκούσιον τὴν ἀκολασίαν〉, ἑξῆς δὲ ὅτι οὐχ ὁμοίως φευκτόν. εἰς τὰ καθ’ ἕκαστα γὰρ καὶ τὰς πράξεις ἀποβλέποντι τῆς τε δειλίας καὶ τῆς ἀκολασίας δόξει, φησίν, οὐχ ὁμοίως φευκτὸν ἡ δειλία τῇ ἀκολασίᾳ.2 ἡ μὲν γὰρ ἕξις αὐτὴ ἑκούσιον ἡ δειλία, τὰ δὲ καθ’ ἕκαστα, καθ’ ἃ αἱ ἐνέργειαι αὐτῆς, τὰ προσπίπτοντα τῷ δειλῷ φοβερὰ καὶ διὰ τοῦτο ἀκούσια. τοιαῦτα δέ ἐστιν ὡς ἔκστασιν ἐμποιεῖν καὶ βιάζεσθαι ῥίπτειν τὰ ὅπλα καὶ τἆλλα ἀσχημονεῖν. διὸ δοκεῖ βίᾳ 〈μᾶλλον〉 καὶ οὐχ ἑκὼν ποιεῖν ἃ ποιεῖ. ἐπὶ δὲ τοῦ ἀκολάστου ἀνάπαλιν φησιν εἶναι. τὰ μὲν καθ’ ἕκαστα καὶ αἱ πράξεις αὐταὶ ἑκούσιοι· ἡδεῖαι γὰρ ἐπιθυμοῦντι καὶ ὀρεγομένῳ, οὐχ ὡς τῷ δειλῷ ἀβούλητοι αἱ πράξεις, ἡ δὲ ἀκολασία αὐτὴ ἧττον ἑκούσιος τῶν κατ’ αὐτὴν πράξεων. διὸ καὶ αἱ πράξεις αὐτῇ μᾶλλον ἦσαν ἑκούσιοι. τὸ γὰρ ἐπιθυμεῖσθαι τοῦτο οὐκέτι ὑπάρχει τῇ ἀκολασίᾳ. οὐ γὰρ δὴ καὶ ἀκόλαστοι ἐπιθυμοῦμεν εἶναι, ἀλλ’ οὕτω γε οὐδὲ δειλὸς οὐδεὶς ἐπιθυμεῖ. ἢ πρὸς τὰ καθ’ ἕκαστα εἶπε τὴν ἕξιν αὐτὴν συγκρίνων, δείξας διὰ τί τὰ καθ’ ἕκαστα ἑκούσια. διότι γὰρ ἐπιθυμοῦντι καὶ ὀρεγομένῳ περιγίνεται, οὐκέτι φησὶ τὴν ἀκολασίαν ἑκούσιον εἶναι, ὡς τὰ καθ’ ἕκαστα. οὐ γὰρ καὶ τῆς ἀκολασίας ἐπιθυμήσει τις ὥσπερ τῶν καθ’ ἕκαστα. οὐδεὶς γὰρ ἀκόλαστος εἶναι ἐπιθυμεῖ, ἀλλὰ τῶν καθ’ ἕκαστα δι’ ὧν ἀκόλαστοι γίνονται, ὥστε οὔτε τῇ δειλίᾳ ὑπάρχει τὸ λυπεῖσθαι, διὸ αἱ καθ’ ἕκαστα αὐτῆς πράξεις ἀκούσιοι δοκοῦσι. διὸ οὐχ ὁμοίως ἡ ἕξις ἀκούσιος οὔτε τῇ ἀκολασίᾳ αἴτιον τὸ ἐπιθυμεῖσθαι, δι’ ἣν ἐπιθυμούμεναι αἱ καθ’ ἕκαστα πράξεις αὐτῆς εἰσιν ἑκούσιοι.

“然而放荡比怯懦更类似于出于自愿。” 他对比了怯懦与放荡,并表明放荡是更应当逃避的,[并且首先他说放荡更出于自愿],接着说二者并非以同样的方式当予逃避。他说,因为对于着眼于怯懦与放荡的个别情境与具体行为的人而言,怯懦显得并非以与放荡相同的方式当予逃避。因为怯懦这种品质本身是自愿的,然而其活动所依据的个别情境,乃是降临在怯懦者身上的可怕之事,且因此是非自愿的。并且这些情境足以引发惊惶失措,并迫使他抛弃武器以及在其他方面表现得有失体统。因此他显得宁可是受到强迫而非自愿地做出他所做之事。但他说,在放荡者身上情况恰好相反。个别情境与行为本身乃是自愿的;因为对于欲望与渴求者而言它们是令人愉悦的,并非像怯懦者的行为那样违背意愿;然而放荡这种品质本身却不如依其而为的行为那样出于自愿。因此这些行为比该品质本身更为自愿。因为“被欲望”这一特征已不再属于放荡这种品质。因为我们绝不会欲望成为放荡的,然而以此种方式,亦绝无任何人欲望成为怯懦的。或者他是将该品质本身与个别情境相对比而这样说的,在表明了个别情境为何是自愿的之后。因为他说,正由于它是伴随着欲望与渴求者而产生的,放荡便不再像个别情境那样是自愿的。因为没有人会像欲望个别情境那样去欲望放荡本身。因为没有人欲望成为放荡的,而是欲望那些使他们变为放荡的个别情境;从而,痛苦并不属于怯懦[这种品质本身],尽管因痛苦之故其个别行为显得是非自愿的——因此该品质并非以相同方式属于非自愿——被欲望亦非放荡[品质本身]的原因,尽管因其被欲望之故,依该品质而行的个别行为是自愿的。

语法注2 条
  1. 3.44εἶπε δὲ τὸν ἀκόλαστον ὅτι καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν λυπεῖται

    提宾句式(先取构式,prolepsis),从属分句的逻辑主语 τὸν ἀκόλαστον 被提前置于主句主动词 εἶπε 的宾格位置。在语义上等同于 εἶπε ὅτι ὁ ἀκόλαστος... λυπεῖται(“他说放荡者在未能获得时与在欲望时皆感到痛苦”)。

  2. 3.45εἰς τὰ καθ’ ἕκαστα γὰρ καὶ τὰς πράξεις ἀποβλέποντι τῆς τε δειλίας καὶ τῆς ἀκολασίας δόξει, φησίν, οὐχ ὁμοίως φευκτὸν ἡ δειλία τῇ ἀκολασίᾳ

    分词 ἀποβλέποντι 作为表判断者的与格(关系与格),依附于类无人称动词 δόξει(“将显得/将认为”)。整句的结构为:对于着眼于(ἀποβλέποντι)个别情境与行为的人而言,怯懦(ἡ δειλία)将显得并非以与放荡相同的方式当予逃避(οὐχ ὁμοίως φευκτὸν... τῇ ἀκολασίᾳ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:173.26-175.5