- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:172.20-173.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德1118b21–1118b28,埃乌斯特拉提奥斯举例说明个体特有快乐中的各种过差(对象、程度与方式)以及放荡者的全面逾矩,并论证节制与放荡关涉痛苦的方式不同于勇敢与怯懦,乃是关涉对于快乐之不在场的痛苦(或免于此种痛苦)。
" Περὶ δὲ τὰς ἰδίας τῶν ἡδονῶν." Ἡ πολλή φησι διαμαρτία περὶ τὰς ἐπιθυμίας τε καὶ ἡδονὰς γίνεται. τῶν γὰρ οἰκείως πρός τινα ἐχόντων καὶ ἀπὸ τῆς περὶ αὐτὰ ἀμέτρου σπουδῆς ἀπ’ ἐκείνων παρονομαζομένων· λέγονται γὰρ οἱ μὲν περὶ 〈τὰς〉 ὄρτυγας ἐσπουδακότες φιλόρτυγες, φίλιπποι δὲ οἱ περὶ 〈τοὺς〉 ἵππους 〈καὶ φίλοινοι οἱ περὶ τοὺς οἴνους〉 καὶ ἐφ’ ἑκάστου σπουδαίου ὁμοίως. τούτων δέ φησι τῶν παρονομαζομένων τούτοις περὶ ἃ ἀμέτρως σπουδάζουσιν ἁμαρτανόντων1 ἢ τῷ χαίρειν οἷς μὴ δεῖ. οἱ γὰρ τῇ τῶν μειρακίων χαίροντες συνουσίᾳ καὶ διὰ τοῦτο φιλόπαιδες καλούμενοι τῷ τὴν ἀρχὴν χαίρειν οἷς μὴ δεῖ ἁμαρτάνουσιν. ἐν τούτοις εἰσὶν οἱ ἀρρητοποιοί. μᾶλλον δὲ χαίροιεν ἂν ἢ ὡς οἱ πολλοί· καὶ κατὰ τοῦτο ἁμαρτάνοιεν οἱ φίλοινοι. κατὰ δὲ τὸ μὴ ὡς δεῖ ἡ διαμαρτία, εἴ τις τὰ 〈ἑαυτοῦ〉 τέκνα φιλῶν μηδὲν αὐτὰ συγχωρεῖ μανθάνειν φόβῳ τοῦ λυπῆσαι αὐτά. καὶ κατὰ τὸ μὴ ᾧ δεῖ δὲ οἱ αὐτοὶ οὗτοι ἁμαρτάνοιεν ἄν. εἰπὼν δὲ περὶ τὰς ἰδίας τῶν ἡδονῶν ἁμαρτίας μάλιστα γίνεσθαι καὶ κατὰ πολλοὺς τρόπους ἄλλων κατ’ ἄλλα ἁμαρτανόντων, τοὺς ἀκολάστους φησὶ περὶ τὰς ἡδονὰς κατὰ πάντα ὑπερβάλλειν τε καὶ ἁμαρτάνειν. χαίρουσί τε γάρ τισιν οἷς οὐδ’ ὅλως χαίροι τις ἂν κατὰ φύσιν ἔχων καὶ τῷ μᾶλλον ἢ δεῖ καὶ οὕτως ὡς οὐ δεῖ. μισητὰ γὰρ διὰ τὴν ἀμετρίαν καὶ διὰ τὸ μὴ ὅτε καὶ ὡς δεῖ χρῆσθαι αὐτοῖς καὶ ὅλως διὰ τὸ εἶναι φαῦλά τε καὶ αἰσχρά.
“然而关于特有的快乐。” 他说,诸多过差乃是关涉欲望与快乐产生的。因为对于那些与某些事物有特殊亲近关系,并由于对它们的过度热衷而从它们得名的人——因为热衷于鹌鹑的人被称为爱鹌鹑者,热衷于马的人被称为爱马者,热衷于酒的人被称为嗜酒者,而在每一种所热衷之物上皆是如此——他说,这些因过度热衷的事物而得名的人犯过,或是通过喜爱不当喜之物。因为那些喜爱与少年交接并因此被称为爱童者的人,乃是通过一开始便喜爱不当喜之物而犯过的。在这些人之中有犯下不可言说之事者。或者他们可能比大众喜爱得更多;嗜酒者便可能在这方面犯过。而在不依应有方式上的过差,则是如果某人深爱自己的孩子,却因害怕让他们痛苦而丝毫不允许他们学习。并且这些相同的人亦可能在非应施予的对象上犯过。在指出关于特有的快乐最容易产生过差,并且因不同的人在不同方面犯过而有多种方式之后,他说,放荡者在快乐上于一切方面皆陷于过度并犯过。因为他们喜爱某些处于合乎自然状态的人根本不会喜爱的事物,并且喜爱得超过应有的程度,以及以不当的方式喜爱。因为它们由于其过度,由于未在应有之时且以应有之方式享用它们,并且总的来说由于其恶劣与可耻,乃是令人憎恶的。
"Περὶ δὲ τὰς λύπας οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας τῷ ὑπομένειν λέγεται σώφρων." Οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας ὁ ἀνδρεῖος ἦν ἐν τῷ τὰ λυπηρὰ καὶ φοβερὰ καὶ ἐπίπονα ὑπομένειν τὰ ἔξωθεν προσπίπτοντα καὶ διὰ τοῦτο περὶ φόβους ἦν ἥ τε δειλία καὶ ἡ ἀνδρεία, οὐχ οὕτω καὶ ὁ ἀκόλαστος. ὁ γὰρ ἀκόλαστος ἔστι μὲν καὶ αὐτὸς περὶ λύπας, ὡσαύτως δὲ καὶ ὁ σώφρων. ἀλλ’ οὐχ ὁμοίως ἐκείνοις οὗτοι. οὐ γὰρ σώφρων λέγεται κατὰ τὸ ὑπομένειν τὰ λυπηρά, ὥσπερ ὁ ἀνδρεῖος ἐλέγετο ἐν τῇ τῶν φοβερῶν καὶ λυπηρῶν ὑπομονῇ, οὐδὲ ὁ ἀκόλαστος τῷ μὴ ὑπομένειν ὡς καὶ ὁ δειλός (τῷ γὰρ μὴ ὑπομένειν τὰ προσπίπτοντα φοβερὰ ὁ δειλός), ἀλλ’ ὁ ἀκόλαστος λέγεται κατὰ τοῦτο εἶναι περὶ τὰ λυπηρά, καθ’ ὅσον λυπεῖται ἐπὶ τῷ μὴ γίνεσθαί τι αὐτῷ, διότι γὰρ οὐ τυγχάνει τῶν ἡδέων. καὶ ἔστιν αὐτῶν ἡ ἡδονὴ τῆς λύπης ποιητική. οὐ γὰρ τῷ παθεῖν τι ἐκκλίνει καὶ οὐχ ὑπομένει ὡς ὁ δειλός, ἀλλ’ ἐπὶ τῷ μὴ πάσχειν·2 ἄχθεται γάρ· ὁμοίως καὶ ὁ σώφρων οὐ τῷ φέρειν τὰ φοβερὰ ὡς ὁ ἀνδρεῖος. οὗτος γὰρ ἐπὶ τῇ παρουσίᾳ τῶν λυπηρῶν οὐ λυπεῖται, ὁ δὲ σώφρων τῷ μὴ λυπεῖσθαι ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἡδέων σώφρων. ἔστι δὴ ὁ μὲν δειλὸς ἐπὶ τῇ παρουσίᾳ τινῶν λυπούμενος, ἀνδρεῖος δὲ ὁ μὴ λυπούμενος ἐπὶ τῇ τῶν αὐτῶν τούτων παρουσίᾳ, ἀκόλαστος δὲ ὁ ἐπὶ ἀπουσίᾳ τινῶν λυπούμενος, σώφρων δὲ ὁ ἐπὶ τῇ τούτων ἀπουσίᾳ μὴ λυπούμενος.
“然而关于痛苦,节制者并非如勇敢的情形那样因忍受而得名。” 并不像在勇敢的情形中那样,勇敢者在于忍受来自外部降临的痛苦、可怖与辛劳之事,且因此怯懦与勇敢皆是关于恐惧的,放荡者却非如此。因为放荡者本身亦是关涉痛苦的,节制者同样也是如此。然而这些人并不像那些人。因为并非按照忍受痛苦之事而被称为节制者,正如勇敢者是在对可怖与痛苦之事的忍受中得名的那样;放荡者亦非如怯懦者那样因不忍受而得名(因为怯懦者乃因不忍受降临的可怖之事而得名);相反,放荡者被称为关涉痛苦乃在这一方面:即就他因某事未发生于自身而痛苦而言,因为他未获得令人愉悦之物。并且对他们而言,快乐乃是痛苦的产生者。因为他并非像怯懦者那样因遭受某事而退避且不忍受,而是因未遭受[快乐]〔而不忍受〕;因为他苦恼不堪。同样,节制者亦非像勇敢者那样因承受可怖之事而得名。因为这个人[勇敢者]在痛苦之事的在场时不感到痛苦,而节制者则是通过在令人愉悦之物不在场时不感到痛苦而成为节制者的。因此,怯懦者是在某些事物的在场时感到痛苦的人,而勇敢者是在这些相同事物的在场时不感到痛苦的人;放荡者是在某些事物的不在场时感到痛苦的人,而节制者则是在这些事物的不在场时不感到痛苦的人。
- 3.42τῶν γὰρ οἰκείως πρός τινα ἐχόντων ... ἁμαρτανόντων
以 τῶν γὰρ οἰκείως ... παρονομαζομένων 开头的属格结构是一个复指重述结构(epanalepsis),在插入的具体例证(λέγονται γὰρ...)之后,由 τούτων δέ φησι τῶν παρονομαζομένων ... ἁμαρτανόντων 予以承接。整体作为引向 ἁμαρτανόντων 的独立属格结构,在句意结构上表示“这些得名者犯过,乃是通过喜爱不当喜之物”。
- 3.43οὐ γὰρ τῷ παθεῖν τι ἐκκλίνει καὶ οὐχ ὑπομένει ὡς ὁ δειλός, ἀλλ’ ἐπὶ τῷ μὴ πάσχειν
在这一对比中,动词 πάσχειν 结合前文(διότι γὰρ οὐ τυγχάνει τῶν ἡδέων)当理解为“承受/体验[快乐]”。怯懦者乃是因“遭受某事[痛苦之事]”(τῷ παθεῖν τι)而退避且不能忍受,放荡者则相反,乃是因“未曾遭受[快乐之事]”(ἐπὶ τῷ μὴ πάσχειν)而苦恼难耐。
