- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:171.1-172.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了亚里士多德为何将节制与放荡的对象定位于触觉的享受而非味觉的辨别(涉及祈求鹤颈者的事例及触觉作为最共通感觉的野兽性),随后结合伊壁鸠鲁学派的分类,讨论了自然欲望与后起欲望的划分以及在其中的过差特征。
" Περὶ τὰς τοιαύτας δὴ ἡδονὰς ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστίν." Πάνυ ἐναργῶς διέβαλε τούτοις τὰς τῶν ἀκολάστων ἡδονὰς ὡς ἀνδραποδώδεις καὶ θηριώδεις· κοιναὶ γὰρ αὐτοῖς αἱ σπουδαὶ πρὸς τὰ θηρία καὶ ἀνδράποδα· χαίρουσι γὰρ καὶ οὗτοι οἷς κἀκεῖνα. ἢ οὐχ οἵ γε ἀκόλαστοι. οἱ ἀκόλαστοι οὐχὶ τῇ κρίσει τῶν χυμῶν χαίρουσιν ἀλλὰ τῇ ἀπολαύσει. 〈τῇ γεύσει μὲν οὖν κρίνουσι τὸ γλυκύ τε καὶ μή, ὃ γίνεται τῇ γλώσσῃ.〉 ἡ γεῦσις δὲ δι’ ἁφῆς γίνεται. τὸ γὰρ ἐπὶ τὸ πολὺ τοῦ γλυκέος ἐμφορεῖσθαι τῇ συνεχείᾳ τῆς ἁφῆς χαίροντός ἐστι,1 οὐ τῇ γεύσει καὶ τῇ κρίσει, τοῦτο δὲ τῷ ἐπὶ πολὺ ἅπτεσθαι καὶ ἐμφορεῖσθαι τοῦ ἡδέος γίνεται, καὶ ὅτι δι’ ἁφῆς ἡ διὰ τῶν βρωμάτων ἡδονὴ γίνεται, ὁ τὸν φάρυγγα εὐξάμενος εἰς γεράνου μῆκος ἐκταθῆναι πιστοῦται τοῦτο ὡς ἂν ἐπὶ πλεῖστον ἥδοιτο τῇ ἁφῇ.2 κοινοτάτη δὴ τῶν αἰσθήσεων, ἡ αἴσθησις δηλονότι, ἣ καὶ πρώτη τοῖς ζῴοις, ὡς ἐν τῷ Περὶ ψυχῆς δείκνυται. καὶ διὰ τοῦτο καὶ θηριῶδες ἡ ἀκολασία, ὡς περὶ ταύτας ὑπάρχουσα τὰς ἡδονάς, αἳ περὶ ἁφὴν καὶ γεῦσιν συνίστανται, τὰς κοινοτέρας ἡμῖν καὶ τοῖς ἀλόγοις ζῴοις. αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι οὐχ ᾗ ζῴοις ἡμῖν ἀλλ’ ᾗ ἀνθρώποις περιγίνονται, ὧν 〈καὶ〉 τὸ ἑκούσιον, οὗ μηδὲν τῶν λοιπῶν κοινωνεῖ ζῴων. ἀλλὰ περί τινα μέρη, οἷον περὶ λαιμὸν μὲν ἡ τῶν βρωμάτων, ἐν οἷς ἡ λιχνεία, 〈περὶ δὲ τὰ αἰδοῖα τὰ ἀφροδίσια, ἐν οἷς ἡ λαγνεία〉. αὐτὸς μέντοι τῇ ἀποσιωπήσει εὐφυῶς παρέστησε τὸ αἰδοῖον.
“因此,节制与放荡便是关涉这样的快乐。” 通过这些话,他极为明晰地将放荡者的快乐斥为奴隶般的与野兽般的;因为他们的追求与野兽和奴隶是共通的;因为这些人所喜爱的,也正是那些生物所喜爱的。“抑或至少放荡者并非如此。”放荡者所喜爱的并非对滋味的辨别,而是享受。借由味觉,他们辨别何为甘甜、何为非甘甜,这是通过舌头实现的;然而味觉是通过触觉实现的。因为大量享用甘甜之物,乃是喜爱触觉之连绵不断者的特征,而非喜爱味觉与辨别者的特征;而这乃是通过长久触及并充分享用令人愉悦之物而实现的。并且,源自食物的快乐是通过触觉产生的,那祈求自己的喉咙能延长到如鹤颈一般长的人证实了这一点,以便他能尽可能长久地在触觉中获得享受。这确是诸感觉中最具普遍性的感觉,显然,正如在《灵魂论》中所表明的,它也是动物最早具备的感觉。因此放荡亦是野兽般的,因为它关涉的是在触觉与味觉中构成的那些快乐,而这些感觉对我们与无理性的动物而言是更为普遍的。因为德性与恶习并非就我们是动物而言、而是就我们是人类而言附于我们,在人类的属性中亦包含意愿性,而在意愿性中其余任何动物皆无分。“然而关涉某些部位”,例如关于食物的快乐是关涉喉咙的,食饕即在其中;而性事的快乐是关涉生殖器官的,淫荡即在其中。不过,他本人通过避而不谈而巧妙地暗示了生殖器官。
"Τῶν δ’ ἐπιθυμιῶν." Ἐπίκουρος καὶ οἱ ἀπ’ αὐτοῦ οὕτως διαιροῦσι· ‘τῶν ἐπιθυμιῶν [τῶν ἡδονῶν] αἱ μέν τινες ἀναγκαῖαι, 〈αἳ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δέ,〉 αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ ἀλλὰ κατὰ κοινὴν γινόμεναι δόξαν. ἡ μὲν οὖν τῆς τροφῆς ἐπιθυμία καὶ τῆς ἐσθῆτος ἀναγκαία, ἡ δὲ τῶν ἀφροδισίων φυσικὴ μὲν οὐκ ἀναγκαία δέ, ἡ δὲ τῶν τοιῶνδε σιτίων ἢ τοιᾶσδε ἐσθῆτος ἢ τοιῶνδε ἀφροδισίων οὔτε φυσικὴ οὔτε ἀναγκαία.’ Ἀριστοτέλης δὲ 〈πρὸ τούτων〉 ἄριστά τε καὶ φανερῶς φαίνεται χρώμενος, τὰς μὲν τῶν ἐπιθυμιῶν κοινὰς εἶναι φάσκων, τὰς δὲ ἰδίας, κοινὰς μὲν τὰς φυσικὰς λέγων, ἰδίας δὲ καὶ ἐπιθέτους τὰς ἐκ μοχθηρῶν ἠθῶν καὶ δόξης κενῆς ἐπιγινομένας, τάσσων τὰς φυσικὰς ὑπὸ τὰς κοινὰς καὶ τὰς ἀναγκαίας, 〈ὡς εἶναι τῶν φυσικῶν τὰς μὲν ἀναγκαίας〉, τὰς δὲ φυσικὰς μὲν οὐκ ἀναγκαίας δέ. ὅτι δὲ τὰς κοινὰς φυσικὰς λέγει καὶ τὰς ἀναγκαίας ὑποτάσσει ταῖς φυσικαῖς, δι’ ὧν ἐπήνεγκεν ἐδήλωσε λέγων οἷον ἡ μὲν τῆς τροφῆς φυσική· πᾶς γὰρ ἐπιθυμεῖ ἐνδεὴς ἢ ὑγρᾶς ἢ ξηρᾶς· αὗται γάρ εἰσιν ἀναγκαῖαι· διότι δέ εἰσι φυσικαί τε καὶ κοιναὶ ἔδειξε. ποιησάμενος δὲ τὴν προειρημένην διαίρεσιν, ὀλίγην μέν φησιν εἶναι τὴν ἐν ταῖς φυσικαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις ἁμαρτίαν καὶ ἐφ’ ἡμῖν γίνεσθαι. ἡ γὰρ ἐπὶ τὸ πλέον ἐν τούτοις ἐστὶ διαμαρτία, τὸ γὰρ ἐπὶ πλέον ἐμφορεῖσθαι τοῦ δέοντος τῆς τυχούσης τροφῆς ἢ ποτοῦ καὶ ἕως ἂν ὑπερπλησθῇ.3 ἡ γὰρ ἐπὶ τὸ ἔλασσον διαμαρτία ὑπὸ τῆς φυσικῆς ὀρέξεως ἐμποδίζεται καὶ ἐνδείας. ἡ γὰρ ἀναγκαία καὶ κατὰ φύσιν ἐπιθυμία ἀναπλήρωσίς ἐστι τῆς ἐνδείας, καὶ εἰσὶν οἱ κατὰ τὴν ἐν τούτοις ὑπερβολὴν ἁμαρτάνοντες οἱ λεγόμενοι γάστριδες, οἱ ὑπερπληροῦν ἑαυτοὺς ὀρεγόμενοι τῆς ὁποιασοῦν τροφῆς. τοιαῦτα δὲ καὶ τῶν ἀλόγων τὰ ἀδδηφάγα. διὸ καὶ τῶν ἀνθρώπων οἱ τοιοῦτοι ἀνδραποδώδεις καὶ οἱ περὶ τὰ ἀφροδίσια ἐπτοημένοι λάγνοι. μᾶλλον γὰρ ἢ δεῖ χρῶνται.
“在欲望之中。” 伊壁鸠鲁及其追随者作如下区分:“在欲望之中,有些是必需的,有些是自然但非必需的,有些则是既非必需亦非自然、而是依于世俗见解产生的。因此,对营养和衣服的欲望是必需的;对性事的欲望是自然的但非必需的;而对特定食物、特定衣服或特定性事的欲望,则是既非自然亦非必需的。”然而亚里士多德在此辈之前,便显得以极其卓越且明晰的方式加以运用,他主张欲望中有些是共通的,有些是特有的,将自然的欲望称为共通的,而将由于不良品性与虚浮见解而后生者称为特有的与外加的,把自然的和必需的归于共通的之下,从而使自然的欲望中有些是必需的,有些则是自然但非必需的。至于他把共通的称为自然的,并把必需的隶属于自然的之下,他通过随后补充的话表明了这一点,他说“例如对食物的欲望是自然的;因为凡有所匮乏者,皆欲求流质或固质的滋养;因为这些是必需的”;并且他也表明了它们何以既是自然的又是共通的。作了上述区分之后,他说在自然的快乐与欲望中的过差是微少的,并且是在我们掌控之中的。因为在这些事物中的过差乃是偏向过度,即过度享用手边偶然所得的食物或饮料超出应有的限度,直至被过分填满。因为偏向不足的过差受阻于自然的欲求与匮乏。因为必需且合乎自然的欲望乃是对匮乏的填补,而因这些事物中的过度而犯过者,便是所谓的饕餮之徒,即欲求以任何食物来过分填满自身的人。无理性动物中的贪食者亦是如此。因此在人类之中,这类人是奴隶般的,而那些在性事上神魂颠倒的人则是淫荡的;因为他们超过应有的程度去享用它们。
- 3.40τὸ γὰρ ἐπὶ τὸ πολὺ τοῦ γλυκέος ἐμφορεῖσθαι τῇ συνεχείᾳ τῆς ἁφῆς χαίροντός ἐστι
属格分词 χαίροντος 作表语性属格,表示特征(“属于……者的特征”),主语是定冠词引导的不定词短语 τὸ ἐπὶ τὸ πολὺ τοῦ γλυκέος ἐμφορεῖσθαι。
- 3.40ὡς ἂν ἐπὶ πλεῖστον ἥδοιτο τῇ ἁφῇ
连词 ὡς ἄν 后接希求法 ἥδοιτο,从属于过去分词 εὐξάμενος,表达目的或祈愿者主观上的意图(“以便能够尽可能长久地享受”)。
- 3.41τὸ γὰρ ἐπὶ πλέον ἐμφορεῖσθαι τοῦ δέοντος τῆς τυχούσης τροφῆς ἢ ποτοῦ καὶ ἕως ἂν ὑπερπλησθῇ
此句是对前一句(ἡ γὰρ ἐπὶ τὸ πλέον ἐν τούτοις ἐστὶ διαμαρτία)表语内容的同位与解释性展开,带有冠词的不定词短语 τὸ ... ἐμφορεῖσθαι 具体界定了这种过度(可理解为承前省略了系词)。
