- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:169.19-170.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯阐释了亚里士多德在勇敢之后论述节制的原因(即作为非理性部分的德性以及对人生的重大影响),将快感区分为身体的与灵魂的,并解释了嗅觉之快乐何以仅属附带性质。
" Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης." Εἰπὼν περὶ ἀνδρείας, μέτεισιν ἐπὶ τὸν περὶ σωφροσύνης λόγον, καὶ τοῦ περὶ πρώτου τούτου λέγειν ἀποδίδωσιν αἰτίαν. λέγει γὰρ ὅτι τῷ δοκεῖν τῶν ἀλόγων μερῶν εἶναι αὐτὰς ἀρετάς.1 τοῦτο δὲ λέγοι ἂν οὐχ ὡς μόνων τούτων τοῦ ἀλόγου τῆς ψυχῆς οὐσῶν ἀρετῶν (πᾶσαι γὰρ αἱ ἠθικαὶ ἀρεταὶ τοιαῦται), ἀλλ’ ὡς τούτων μόνων δοκουσῶν2 τοῖς πρὸ αὐτοῦ. Πλάτων γοῦν τὴν μὲν τοῦ θυμικοῦ φησιν εἶναι, τὴν δὲ τοῦ ἐπιθυμητικοῦ. ὅτι γὰρ πρὸς τοῦτον εἶπε, δηλοῖ καὶ διὰ τοῦ προσθεῖναι τὸ τῶν ἀλόγων μερῶν. δοκεῖ γὰρ Πλάτων τὰς δυνάμεις ταύτας τῆς ψυχῆς καὶ τοῖς τόποις χωρίζειν. λέγοι δ’ ἂν περὶ τούτων ὅτι κυριώτεραι καὶ μεγάλην ἔχουσαι πρὸς τὸν βίον ῥοπήν, ἡ μὲν γὰρ εὔτολμον καὶ θαρραλέον πρὸς τὰ δεινὰ τὸ ἦθος τοῦ ἔχοντος παρεχομένη καὶ λύπαις καὶ φόβοις ἀδούλωτον, ἡ δὲ κόσμιόν τε καὶ ἀήττητον ὑφ’ ἡδονῶν. τὰ γὰρ πάθη ταῦτα, θυμός τε καὶ ἐπιθυμία παιδαγωγηθέντα μὲν εὐσταθείας τῆς κατὰ τὸν βίον αἴτια, ἀπαιδαγώγητα δὲ μείναντα διαταράττει καὶ θηριώδη ποιεῖ. διὸ καὶ εἰκότως τιμιώταται μὲν καὶ αἱρετώταται αἱ περὶ ταῦτα ἀρεταί, ἀτιμόταται δὲ καὶ φευκτόταται αἱ κακίαι.
“在此之后,论节制。” 在论述了勇敢之后,他转向关于节制的讨论,并给出了首先论述这一德性的原因。因为他说,这是由于它们看似属于非理性部分的德性。然而,他这样说并非由于仅有这些才是灵魂非理性部分的德性(因为一切伦理德性皆是如此),而是由于在他之前的先哲们看来仅有这些是如此。例如柏拉图便说,其一属于激情部分,其二属于欲望部分。他针对柏拉图而发,这一点通过他加上“非理性诸部分的”亦表明了;因为柏拉图似乎还将灵魂的这些机能依其居所部位加以区分。关于这些德性,亦可以说它们更为根本,对人生具有重大影响:因为前者使其拥有者的性格面对可怕事物时果敢且大胆,不屈从于痛苦与恐惧;而后者则使其规矩有序,不为快乐所击败。因为激情与欲望这两种情感,若受教化,便是在生活中带来安定的原因;但若任其不受教化,就会带来扰乱并使人变得野蛮如兽。因此,合乎情理的是,关涉这些的诸德性最受尊崇、最值得选取,而相应的恶习则最为可耻、最应规避。
"Περὶ ποίας οὖν τῶν ἡδονῶν." Ὥσπερ ἐπὶ τῆς ἀνδρείας εἰπὼν αὐτὴν περὶ θάρρη καὶ φόβους εἶναι ἔδειξε περὶ ποῖα ταῦτα, οὕτω καὶ νῦν περὶ ἡδονὰς εἰπὼν τὴν σωφροσύνην καὶ λύπας εἶναι δείκνυσι περὶ ποίας ταύτας. ἔοικε δὲ περὶ ἀνδρείας καὶ σωφροσύνης πρῶτον διδάσκειν, ὅτι καὶ αὗται πρὸς τὸν βίον μεγάλην ἔχουσι ῥοπήν, ἡ μὲν τὸ εὔτολμον τῷ ἤθει πορίζουσα, ἡ δὲ τῶν ἡδονῶν τὸ ἀήττητον. διῃρήσθωσαν δὲ αἱ ψυχικαί. ψυχικαὶ ἡδοναί εἰσιν αἱ ἄνευ τοῦ σώματος, μηδὲν πάσχοντος 〈τούτου〉 ἢ διατιθεμένου 〈πως〉 ἐπιγινόμεναι, οἷον φιλοτιμία καὶ τὰ ὅμοια. ἀλλὰ μᾶλλον τῆς διανοίας.3 τοῦτο εἴρηται ἀντὶ τοῦ τῆς ψυχῆς, ἢ πάθη κοινότερον καὶ τὰ νοήματα εἶπεν, ὡς ἀρχόμενος καὶ τοῦ Περὶ ἑρμηνείας “ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα.” διαθέσεις γὰρ αἱ τῆς διανοίας ἐνέργειαι, ἀλλ’ οὐ κυρίως πάθη. ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμιῶν. ἀνάμνησις μὲν τοῖς ἀκολάστοις τῶν ἐπιθυμητῶν, ἀλλ’ οὐ προηγουμένως, κατὰ συμβεβηκὸς δέ. προηγουμένως γὰρ σπουδάζεται ὑπ’ αὐτῶν ἄλλα. ἀνάμνησις δὲ αὐτῶν τούτοις γίνεται διὰ τούτων· ἀφροδισίων μὲν διὰ τῶν ὀσμῶν, καὶ βρωμάτων δὲ διὰ τῶν αὐτῶν, ἢ καὶ διὰ βρωμάτων πάλιν ἀνάμνησις τῶν ἀφροδισίων· εἰς τοῦτο γὰρ ἡ τρυφὴ ἄγει. οἱ τοιοῦτοι δὲ οὐ διὰ τὰς τῶν ὀσφρήσεων ἡδονὰς ἐσπουδάκασι περὶ τὰ ὀσφραντά, ἀλλ’ ὅτι ὑπομιμνήσκει αὐτοὺς ταῦτα ἀφροδισίων καὶ βρωμάτων, περὶ ἅ ἐστιν αὐτοῖς προηγουμένως σπουδή. κατὰ συμβεβηκὸς οὖν ὡς ὀσφραντοῖς αὐτοῖς χαίρουσι· συμβέβηκε γὰρ τούτοις καὶ εὐώδεσιν εἶναι. τὰ μὲν οὖν μῦρα ὑπομιμνήσκει αὐτοὺς τῶν ἀφροδισίων, ἡ δὲ ἀπὸ τῶν ὄψων ὀσμὴ τῶν σπουδαζομένων βρωμάτων. ὅτι δὲ κατὰ συμβεβηκὸς γίνεται τισιν ἡδονὴ δι’ ὀσφρήσεως δείκνυσι διὰ τοῦ καὶ τοὺς πεινῶντας χαίρειν ταῖς ἀπὸ τῶν βρωμάτων ὀσμαῖς. οὐ γὰρ καὶ κορεσθέντες χαίρουσι ταύταις. εἰπὼν δὲ ταῦτα ἐπιφέρει, ὅτι καὶ τὸ τούτοις χαίρειν ἀκολάστου.4 ἀναμιμνήσκουσι γὰρ αὐτοὺς αὗται τῆς περὶ τὰ ἀφροδίσια λαγνείας καὶ 〈τῆς περὶ τὰ βρώματα〉 λιχνείας.
“那么,是关涉何种快乐呢?” 正如在勇敢的情形中,他说过它是关涉大胆与恐惧之后,指出了这些究竟是何种事物;同样,现在他说过节制是关涉快乐与痛苦之后,也指出了这些是何种事物。他似乎之所以首先教授勇敢与节制,是因为它们对人生亦具有重大影响,前者赋予性格以果敢,后者则赋予其不为快乐所击败的品质。“应当区分灵魂的快乐。”灵魂的快乐是指脱离肉体、在肉体不受任何影响亦未受到某种状态调适的情况下随之而生的快乐,例如对荣誉的爱慕及类似者。“然而毋宁说是思想的。”这或是替代“灵魂的”而言,或是因为他在更广泛的意义上将思虑和概念亦称作“情感”,正如他在《解释篇》开篇中所言:“言语中的事物乃是灵魂中受动情感的符号。”因为思想的活动是状态,而非严格意义上的受动情感。“因为通过这些,在他们心中引起对欲望的忆念。”在放荡者心中会引起对所欲之物的忆念,但并非在本源上,而是附带地;因为在本源上被他们热烈追求的是其他事物。而对那些事物的忆念正是通过这些在他们心中引起的:通过气味引起对性事的忆念,亦通过气味引起对食物的忆念,或者反过来通过食物引起对性事的忆念;因为奢靡便导向此。但这类人并非为了嗅觉的快乐而热衷于芳香之物,而是因为这些使他们想起了性事与食物,而他们的本源热诚正是在于后者。因此,他们作为芳香之物而喜爱它们,纯属附带;因为散发芳香对这些事物而言也是附带的。因此,香水使他们忆起性事,而美味佳肴的气味使他们忆起所热衷的食物。通过嗅觉在某些人身上产生快乐纯属附带,他通过饥饿者亦喜爱食物的气味这一点来表明;因为饱食之后,他们便不再因之而欣喜。在谈及这些之后,他又补充道,喜爱这些亦属于放荡者;因为这些气味使他们忆起关于性事的淫乱,以及关于食物的贪馋。
- 3.38τῷ δοκεῖν τῶν ἀλόγων μερῶν εἶναι αὐτὰς ἀρετάς
由中性单数与格定冠词 τῷ 配合不定式 δοκεῖν 构成的表原因结构(“因看似……”)。宾格 αὐτάς(指勇敢与节制二德)作不定式 εἶναι 的主语,属格 τῶν ἀλόγων μερῶν 作表语性属格,表示所属(“非理性部分的德性”)。
- 3.38τοῦτο δὲ λέγοι ἂν οὐχ ὡς μόνων τούτων τοῦ ἀλόγου τῆς ψυχῆς οὐσῶν ἀρετῶν ... ἀλλ’ ὡς τούτων μόνων δοκουσῶν
主句为主动态希求式配合 ἄν(λέγοι ἄν,表审慎推测),并列管辖两个由 οὐχ ὡς ... ἀλλ’ ὡς 引导的属格绝对结构(τούτων ... οὐσῶν 与 τούτων ... δοκουσῶν)。小词 ὡς 表达主观理由或视点,构成“非因唯有这些是……,而是因唯有这些看似……”的对比。
- 3.39ἀλλὰ μᾶλλον τῆς διανοίας
引自亚里士多德原文的短语。在句法上,属格 τῆς διανοίας 与亚里士多德原文的 οὐδὲν πάσχοντος τοῦ σώματος(1117b30)并列构成属格绝对结构,省略了分词 πασχούσης(意为“毋宁说是思想[受到影响]”)。注解者提出了两种解释路径:或者以此代指“灵魂的”,或者亚里士多德在更广泛的意义上将概念/思虑(νοήματα)称为“受动情感(παθήματα)”。
- 3.39ὅτι καὶ τὸ τούτοις χαίρειν ἀκολάστου
带有中性单数冠词及与格补足语的不定式短语 τὸ τούτοις χαίρειν(“喜爱这些事物”)作主语,属格 ἀκολάστου 作表语(表特征/属于的属格,意为“属于放荡者/是放荡者的特质”),省略了系动词 ἐστί。
