- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:16.21-17.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》第一卷第二章(1094b2–1094b9)中关于政治学统领统帅术与修辞术等能力并涵盖实践科学,以及在城邦或民族中成就善比在个人身上更为重大且神圣的论述,欧斯特拉提奥斯详细阐释了其论证结构以及伦理学与政治学目的的关系。
" Ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν." Τὴν ὑπεροχὴν τῆς πολιτικῆς ἐκ τούτων παρίστησι καὶ ὡς ἀρχιτεκτονικωτάτη ἐστὶν αὕτη τῶν ἐν ταῖς πόλεσιν ἐπιστημῶν καὶ δυνάμεων. τοῦτο δὲ δείκνυσι διχῶς, πῶς τε ἔχουσι λέγων αἱ τούτων ἐντιμόταται πρὸς αὐτήν, ἤγουν ὅτι ὑπόκεινται αὐτῇ ὡς ἐπιταττόμεναι παρ’ αὐτῆς οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική· τοῦ πολιτικοῦ γὰρ διορίσασθαι1 στρατηγῷ τε πῶς χρηστέον τῷ στρατοπέδῳ καὶ ῥήτορι πῶς καὶ μέχρι τίνος τοῖς λόγοις ἔν τε βουλαῖς καὶ δίκαις καὶ πανηγύρεσι καὶ οἰκονομικῷ πῶς ἂν καλῶς καὶ δικαίως καὶ σωτηρίως τὸν οἶκον καὶ τοὺς αὐτῷ συνοικοῦντας διάθηται· καὶ αὖθις πῶς ἡ πολιτικὴ πρὸς αὐτάς.
“并且我们看到,即使是诸能力中最受尊重的,例如统帅术、家政术、修辞术,也都处在它的统辖之下。” 他由此阐明政治学的卓越地位,并表明它是城邦中诸科学和能力里最具统括性的。他从两方面证明了这一点:一方面通过说明其中最受尊重者相对于它是如何相关的,即它们服从于它,接受它的指令,诸如统帅术、修辞术、家政术(因为规定将领应当如何使用军队,修辞家应当如何在议会、法庭和公众集会中并在何种限度内使用演说,以及家政者应当如何良好、正义且稳妥地安置其家庭及其同居者,都是政治家的职分);另一方面又通过说明政治学相对于它们是如何相关的。
"Χρωμένης γὰρ ταύτης ταῖς λοιπαῖς πρακτικαῖς τῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων. ὥστε τοῦτ’ ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθόν." Εἰ γὰρ αἵ τε ἐντιμόταται τῶν δυνάμεων ταύτῃ ὑπόκεινται μετρούμεναι παρ’ αὐτῆς καὶ ἐπιταττόμεναι, καὶ αἱ πρακτικαὶ ἐπιστῆμαι τὸ εἶναι ἔχουσιν ὡς αὐτῇ χρησιμεύουσαι, καὶ αὕτη ἐστὶν ἡ περὶ τῶν καλῶν καὶ δικαίων ἐν ταῖς πόλεσι διατάττουσα, ὡς αὐτὴν μὲν πρὸ τῶν ἄλλων εἶναι τὰς τῶν ἀνθρώπων κοινωνίας καὶ πολιτείας συνέχουσαν ἐν τοῖς δέουσι,2 μηδεμίαν δὲ πρὸ αὐτῆς, ἅτε καὶ αὐτῆς μὲν ἐπιταττούσης καὶ προεχούσης, τῶν δ’ ἄλλων ὑποκειμένων αὐτῇ, πῶς οὐχὶ καὶ τὰ τῶν ἄλλων τέλη τῷ ταύτης ἂν ὑποκέοιτο καὶ ὑπ’ αὐτὸ ἀναφέροιτο, καὶ εἴη ἂν τοῦτο τὸ ἀνθρώπινον ἀγαθόν.
“因为,既然它使用其余实践性的诸科学,且进而立法规定何者当为、何者当戒,那么它的目的便会包容其他各门科学的目的。因此,这便会是属人的善。” 因为,如果最受尊重的诸能力都服从于它,由它来衡量和命令,实践性的诸科学也都作为为其服务而拥有其存在,并且正是它在城邦中对高尚与正义之事作出规定——以致它自身居于其他诸门之先,在必需的事项中维系着人类的共同体与国制,而没有任何一门居于它之先,因为它发号施令并居于首位,其余的则服从于它——,那么其他各门的目的又怎能不从属于它的目的并归于它之下呢?而这又怎能不是属人的善呢?
"Εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει, μεῖζόν γε καὶ θειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σώζειν." Τὴν ταὐτότητα καὶ τὴν διαφορὰν ἔοικε τιθέναι διὰ τούτων, ἣν αὐτὴ πρὸς ἑαυτὴν ἀναδέχεται ἡ εὐδαιμονία,3 ὡς τέλος οὖσα πολιτικῆς τινος, ἤγουν ἠθικῆς ἅμα καὶ πολιτικῆς ἁπλῶς, ταὐτὸν μὲν γάρ ἐστι τὸ τέλος ἀμφοῖν ὅπερ ἐστὶ τὸ ἐν ἀρεταῖς τέλειον ὡς οὕτως εἰπεῖν ἐν τῷ παρόντι, ἀλλὰ τὸ μὲν μεῖζον καὶ θειότερον, τὸ δὲ ἔλαττον καὶ ἀνθρωπικώτερον· καὶ τοῦτο κατασκευάζει δι’ ὧν ἐπιφέρει.
“因为即使对于个人和对于城邦而言[善]是同一的,但城邦的[善]无论在获取还是在保持上,显现出都更为重大且更为神圣。” 通过这些话,他似乎确立了幸福自身相对于自身所具有的同一性与差异,因为它是某种政治学——即伦理学——的目的,同时也是纯粹政治学的目的;因为两者的目的确实是同一的,即目下权且可以说是德性上的完善,但一者更为重大且更为神圣,另一者则较为逊色且更为属人;而这一结论是他通过接下来所补充的内容来论证的。
"Ἀγαπητὸν γάρ φησι καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν." Καὶ τὸ ἐν ἑνὶ μὲν γὰρ τὸ ἀγαθὸν κατορθοῦν ἄξιον ἀγάπης ἐστὶν ὡς καλόν, εἴτε ἐν ἑαυτῷ τοῦτό τις εἴτε ἐν ἑτέρῳ κατορθοῖ· ἀλλὰ κάλλιον ἐστὶ καὶ θειότερον εἰ ἐν ἔθνει καὶ πόλεσιν ἡ τοῦ ἀγαθοῦ κατόρθωσις γίνεται· κάλλιον μέν, ὡς ἐπὶ πλειόνων ἐξαπλουμένης τῆς καλλονῆς καὶ πλείονος γινομένης τῆς κοσμιότητος, ὥσπερ εἴ τις ἐρεῖ φωτεινότερον εἶναι φῶς τὸ εἰς πλεῖον διάστημα ἐξαπλούμενον τοῦ ἐξαπλουμένου εἰς ἔλαττον· θειότερον δέ, ὅτι τὸ ἀγαθοποιεῖν θεῖον ἔργον ἐστίν. ὅσῳ οὖν πλείω τὰ ἀγαθοποιούμενα τε καὶ βελτιούμενα, τοσούτῳ πλείων ἡ ἀγαθοποίησις· καὶ διὰ τοῦτο καὶ τὸ ἔργον θειότερον.
“因为他说,即使仅对单独一人而言也是令人满意的,但对一个民族和诸城邦而言则更为美好且更为神圣。” 因为在一己之中成全善固然作为高尚之事值得喜爱,无论一个人是在自身中还是在他人中成全这一点;但若善的成全发生在一个民族和诸城邦之中,则更为美好且更为神圣。说是更为美好,是因为美好扩展到更多人身上,秩序更加宏大,正如若有人说,扩展到更大空间的光亮比扩展到较小空间的光亮更为明亮;说是更为神圣,则因为行善是神圣的作为。因此,受恩惠且变善的事物越多,行善的作为就越大;正因如此,这一作为也就更为神圣。
- 1.12τοῦ πολιτικοῦ γὰρ διορίσασθαι
属格 τοῦ πολιτικοῦ 是表示职责或本分的谓语性属格(所有格的引申用法)。不定式 διορίσασθαι 在句法上充当主语,意为“规定……是政治家的职责”。其后出现的与格词(στρατηγῷ, ῥήτορι, οἰκονομικῷ)则作为 διορίσασθαι 的间接宾语指示各类具体践行者,其后各接一个间接疑问从句。
- 1.13ὡς αὐτὴν μὲν πρὸ τῶν ἄλλων εἶναι τὰς τῶν ἀνθρώπων κοινωνίας καὶ πολιτείας συνέχουσαν ἐν τοῖς δέουσι
从属分句 ὡς αὐτὴν μὲν ... εἶναι 对前文的 διατάττουσα 作进一步说明,借助对比结构(μὲν ... δέ)表达政治学规整事务时的状态或结果。带 ὡς 的带对格的不定式结构(αὐτὴν ... εἶναι)在此具有说明性或结果性功能,分词 συνέχουσαν 则修饰对格主语 αὐτήν。
- 1.14ἣν αὐτὴ πρὸς ἑαυτὴν ἀναδέχεται ἡ εὐδαιμονία
关系代词 ἣν 为阴性单数,在语法上被前文成对名词“同一性与差异”(τὴν ταὐτότητα καὶ τὴν διαφορὰν)中邻近的后项差异(διαφοράν)所吸引,或直接指代幸福自身相对于自身所承受的这种差异。尽管上下文兼顾两者,但句式着重强调了幸福内部所展现出的这种差异。
