- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:167.27-169.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解了亚里士多德《尼各马可伦理学》第3卷第9章(1117a26–1117b15),阐释了出于无知的勇敢之历史例证(阿尔戈斯人与斯巴达人之战)、勇敢行动虽伴随痛苦却因目的而快乐的特质,以及真正勇敢者与职业雇佣兵之间的本质差异。
" Ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις." Ξενοφῶν γὰρ ἐν τῇ ἕκτῃ τῶν Ἑλληνικῶν λέγει ἡττωμένων Σικυωνίων ὑπὸ Ἀργείων Πασίμαχον τὸν ὑφαρμοστὴν τῶν Λακεδαιμονίων ἔχοντα ὀλίγους 〈ἱππέας〉 μεθ’ ἑαυτοῦ ἀφελόμενον τὰς ἀσπίδας τῶν Σικυωνίων καὶ ὁπλίσαντα τοὺς ἑαυτοῦ καὶ τοὺς ἵππους πρὸς δένδροις τισὶ δήσαντα, ἐπελθεῖν τοῖς Ἀργείοις,1 τοὺς δὲ μέχρι μὲν ὀλίγου διὰ τὰ ἐπὶ τῶν ἀσπίδων ἐπίσημα Σικυωνίους οἴεσθαι τοὺς Λάκωνας καὶ καταφρονεῖν αὐτῶν δι’ ἄγνοιαν, ὕστερον μέντοι τῇ πείρᾳ μαθεῖν αὐτοὺς οἵτινες ἦσαν καὶ φεύγειν. διὸ καὶ ἐπίλυπον ἡ ἀνδρεία καὶ δικαίως ἐπαινεῖται. δικαίως ἐπαινεῖσθαί φησι τὴν ἀνδρείαν καὶ τῶν ἄλλων ἀρετῶν προκεκρίσθαι ἐνταῦθα διὰ τὸ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἔχειν. τὸ μὲν γὰρ τέλος οὗ χάριν πάντα πράσσει καὶ ὑπομένων ποιεῖ, ὅπερ ἐστὶν ἡδὺ τῷ ἀνδρείῳ, λυπηρὰ δὲ καὶ ἐπίπονα τὰ κύκλῳ, ἅ ἐστιν αἱ πράξεις καὶ τὰ παθήματα, δι’ ὧν τοῦ τέλους τυγχάνει. τραύματα γὰρ καὶ θάνατοι ὑφ’ ὧν ἐπισκοτεῖται καὶ ἐπικαλύπτεται τὸ ἐν 〈τῇ〉 ἀνδρείᾳ ἡδύ, ὡς μὴ εἶναι τοῖς πολλοῖς γνώριμον, ὃ καὶ σημεῖον ἐναργέστατον τοῦ τὸ τέλος αὐτῷ ἡδὺ εἶναι. διὰ γὰρ τὴν ἔφεσιν ἐκείνου καὶ τούτων ἀνέχεται. οὐ γὰρ ἡ τούτων ὑπομονὴ ἡδὺ αὐτῷ, ἀλλ’ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν ὑφίσταται αὐτά. μνημονεύσας δὲ καὶ τῶν πυκτῶν, οἷς τὸ μὲν στεφανοῦσθαι καὶ τιμᾶσθαι τέλος καὶ ἡδύ, τὰ δὲ δι’ ὧν γίνονται ταῦτα ἀηδῆ τε καὶ ἐπίπονα (πληγαὶ γὰρ καὶ τραύματα) τῷ πλείω ταῦτα καὶ μείζω 〈εἶναι〉 τῆς ἀπὸ τῶν στεφάνων ἡδονῆς. μικρὸν γὰρ ὡς πρὸς τἀηδῆ τὸ δι’ αὐτῶν γινόμενον παραβαλλόμενον γίνεται, ὡς μηδὲν ἔχειν αὐτοὺς δοκεῖν ἡδύ. εἰπὼν δὲ ἄκοντι τῷ ἀνδρείῳ ἔσεσθαι τά τε τραύματα καὶ τὸν θάνατον, ὑπομένειν μὲν ταῦτα ἢ διότι καλὸν ἢ διότι αἰσχρὸν τὸ μή, φησὶ τοσούτῳ μᾶλλον αὐτὸν ἐπὶ τῷ θανάτῳ λυπηθήσεσθαι, ὅσῳ μᾶλλον εὐδαιμονέστερός ἐστι καὶ περιφανέστερος ἐν ἀρετῇ. ὡς γὰρ πολλῶν τε καὶ μεγάλων ἀγαθῶν αὐτός τε ἀποστερούμενος καὶ ἀποστερῶν τοὺς οἰκείους καὶ τὴν πατρίδα τῆς ἐκ τοῦ τοιούτου προστασίας, εἰκότως ἐπὶ τῷ θανάτῳ λυπηθήσεται. διὸ καὶ τὸν μηδενὸς χάριν καλοῦ γινόμενον θάνατον φυλάσσοιτο ἂν οἷον τὸν ἐν θαλάσσῃ ἐμπρησμῷ σεισμῷ ἢ τινὶ ἄλλῃ τοιαύτῃ περιστάσει.
“正如阿尔戈斯人将斯巴达人当作西库昂人而遭遇时所遭受的那样。” 因为色诺芬在《希腊史》第六卷中说,当西库昂人被阿尔戈斯人打败时,斯巴达人的副总督帕西马科斯率领着身边的少数骑兵,夺下了西库昂人的盾牌,武装了自己的部下,并将马匹拴在几棵树上,随后向阿尔戈斯人发起进攻;而阿尔戈斯人在短时间内由于盾牌上的标识而误将斯巴达人认作西库昂人,并出于无知而轻视他们,然而随后他们通过实战认清了对手是谁,便仓皇逃窜。因此,勇敢亦伴随着痛苦,并且受到理所当然的称赞。他说,勇敢受到理所当然的称赞,并且在此被置于其他德性之上,乃是因为它所包含的痛苦多于快乐。因为勇敢者为之行一切事并忍受着付诸行动的那个目的(其所为何事),对他而言是快乐的,然而围绕着目的的诸事,亦即他赖以达成目的的行动与受苦,却是痛苦且艰难的。因为创伤与死亡遮蔽并掩盖了勇敢中的快乐,以致多数人无法辨识,而这正是目的对他而言乃是快乐的最明晰标志。因为出于对目的的向往,他亦忍耐了这些苦难。忍耐这些并非对他而言是快乐的,但他之所以承受它们,乃是因为不忍受是可耻的。在提及拳击手时——对他们而言,加冠与受敬重是目的且是快乐的,但赖以实现这些的途径却是令人不快的且艰难的(即击打与创伤)——他说这是由于这些苦难比源于花冠的快乐更多且更大。因为与令人不快的事物相比,通过它们所产生的事物变得微不足道,以致他们看似毫无快乐可言。并且在谈及创伤与死亡对勇敢者而言将是非自愿的,而他忍受这些乃是由于这是高尚的,或者是由于不忍耐是可耻的之后,他说勇敢者因死亡而感到悲痛的程度,恰与他更为幸福且在德性上更为卓著的程度成正比。因为他自身既被剥夺了诸多伟大的善物,又剥夺了家人与祖国从这样一个人身上所获得的庇护,因而他在面对死亡时理应感到悲痛。因此,对于并非为任何高尚之故而发生的死亡,例如在海中、火灾、地震或任何其他此类灾难中的死亡,他都会加以戒备。
"Οὐ δὴ δὲ ἐν ἁπάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει." Τοῦ ἔμπροσθεν εἰρημένου ἐπὶ τοῦ κατ’ ἀρετὴν ζῶντος τοῦ ἢ μὴ λυπουμένου γε, νῦν αἰτίαν ἀποδίδωσι καί φησι τὸ 〈οὐ δὴ ἐν πάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει,〉 πλὴν ἐφ’ ὅσον τοῦ τέλους ἐφάπτονται. αἱ γὰρ κατὰ τὴν ἀνδρείαν ἐνέργειαι τοιαῦται, στρατιώτας δέ, φησίν, οὐδὲν ἴσως κωλύει μὴ τοὺς κρατίστους ἀνδρείους εἶναι ἀλλὰ τοὺς ἧττον μὲν ἀνδρείους, μηδὲν ἄλλο ἀγαθὸν ἔχοντας. διὸ ἀντιποιήσονται τοῦ βίου.2 οὗτοι γὰρ εὐώνως καὶ ἐπὶ μικροῖς λήμμασι καταφρονοῦσι τοῦ ζῆν· διὸ χρησιμώτεροι τοῖς προσδεομένοις οὐ περὶ πολλοῦ ποιούμενοι τὴν ἑαυτῶν σωτηρίαν. οἱ γὰρ ἀνδρεῖοι οὔτε ῥιψοκίνδυνοι οὔτε περὶ τῶν τυχόντων, ἀλλ’ εἰσὶ μεγαλοκίνδυνοί τε καὶ ἐν οἷς κινδυνεύειν καλόν, ἐπὶ τούτοις θαρραλέοι. τὸ δὲ ἴσως πρόσκειται· εἴη γὰρ ἄν ποτε καὶ ὁ ἀνδρεῖος τοῖς στρατιώταις κατειλεγμένος. εἴη ἂν οὖν ἡ ἀνδρεία ἕξις ἐν μεσότητι τῇ περὶ φόβους καὶ θάρρη, ὑπομενετικοὺς παρεχομένη κινδύνων τε καὶ θανάτου ἕνεκα τοῦ καλοῦ. ἐν ἁπάσαις ταῖς ἀρεταῖς. ἐγώ φημι ἐν οὐδεμιᾷ. διὰ γὰρ τὸ τέλος ἐν πάσαις τὸ ἡδύ, ἐπεὶ τὰ πρὸς τὸ τέλος ἐπίπονα πάντα, εἴ γε καὶ διὰ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. ἄλλο δ’ ἀγαθὸν μηδὲν ἔχοντας. διὰ γὰρ ἔνδειαν ἀγαθοῦ μὴ ἔχοντες οὐκ ἀντιποιήσονται, πρὸς μικρὰ κέρδη τὸν βίον, ἤτοι τὴν ζωήν, ἀλλάττονται, ὅτι οἱ στρατιῶται ῥιψοκίνδυνοι καὶ μικροκίνδυνοι μικρῶν χάριν κερδῶν καταλλάττοντες ζωήν, οἱ δὲ ἀνδρεῖοι οὐ δρῶσιν ῥιψοκινδύνως οὐδὲ μικροκινδύνως ἀλλὰ μεγαλοκινδύνως· τοῦ καλοῦ γὰρ χάριν καὶ ὑπὲρ πατρίδος ἤ τινος τοιούτου αἱροῦνται τοὺς κινδύνους.
“固然,快乐地活动并非存在于一切德性之中。” 对于此前就依德性生活者所言的“或者至少是不受痛苦”,他现在给出了原因,并说“快乐地活动并非存在于一切德性之中,除非就触及目的而言”。因为依循勇敢的活动便是如此,而关于士兵,他说,或许完全不妨碍最优秀的士兵并非真正的勇敢者,反而是那些虽缺乏勇敢却别无其他善物的人。因此他们将对生命有所主张[/弃绝生命的保全]。因为这些人轻贱地为了微薄的报酬而轻视活着;因此,由于他们并不将自身的安全视为大事,他们对于需要他们的人而言反倒更为有用。因为勇敢者既非鲁莽弄险者,亦非因偶然琐事而冒险者,而是敢于承担重大危险的人,且在适宜冒危险的高尚之事上是坚定大胆的。至于加上“或许”,乃是因为勇敢者有时亦可能被编入士兵之列。因此,勇敢应当是关于恐惧与大胆之中道上的品质,能够造就为了高尚之故而忍受危险与死亡的人。“在一切德性之中”:依我之见,乃是“在任何德性之中都无[此种纯粹快乐的活动]”。因为在一切德性中,快乐都归因于目的,因为通向目的之途径全都是艰难的,假若我们甚至是因为痛苦才避开高尚之事的话。“别无其他善物[的人]”:因为出于善物的匮乏,由于一无所有,他们便不会对生命有所执着,为了微薄的利益而换取生计,亦即换取生命,因为士兵是轻率冒险且为蝇头小利弄险的人,为了微小利益而出卖生命;然而勇敢者既不轻率冒险亦非为琐事冒险,而是担当大险行事;因为他们是为了高尚之故,且为了祖国或类似之事才选择危险的。
- 3.36Ξενοφῶν γὰρ ἐν τῇ ἕκτῃ τῶν Ἑλληνικῶν λέγει ἡττωμένων Σικυωνίων ὑπὸ Ἀργείων Πασίμαχον τὸν ὑφαρμοστὴν τῶν Λακεδαιμονίων ἔχοντα ὀλίγους 〈ἱππέας〉 μεθ’ ἑαυτοῦ ἀφελόμενον τὰς ἀσπίδας τῶν Σικυωνίων καὶ ὁπλίσαντα τοὺς ἑαυτοῦ καὶ τοὺς ἵππους πρὸς δένδροις τισὶ δήσαντα, ἐπελθεῖν τοῖς Ἀργείοις
由动词 λέγει 所统摄的长篇“带不定式的宾格”结构(A.c.I.)。主语宾格为 Πασίμαχον,其对应的不定式为 ἐπελθεῖν。中间插入了一个属格绝对结构(ἡττωμένων Σικυωνίων ὑπὸ Ἀργείων)以及与 Πασίμαχον 一致的多个分词(ἔχοντα, ἀφελόμενον, ὁπλίσαντα, δήσαντα)。随后由 τοὺς δὲ 引导的从句亦通过不定式 οἴεσθαι, καταφρονεῖν, μαθεῖν, φεύγειν 继续受 λέγει 支配。
- 3.37διὸ ἀντιποιήσονται τοῦ βίου
中间态动词 ἀντιποιέομαι 接属格,意为“主张对……的所有权、执着于……”。然而,正如注解者在后文所阐释的“διὰ γὰρ ἔνδειαν ἀγαθοῦ μὴ ἔχοντες οὐκ ἀντιποιήσονται”(由于缺乏善物,一无所有,因而他们不会执着于生命)那样,此处的肯定形式 ἀντιποιήσονται 与上下文关于雇佣兵轻视生命以求微利的逻辑存在张力。译文保持手稿所传的肯定式,读者需参照后文注解者的进一步说明。
