- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:166.12-167.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《尼各马可伦理学》卷三第八章(1116b30–1117a9)的注释。埃乌斯特拉提乌斯阐明出于血气的勇敢如何通过结合抉择与目的(高尚)而转变为真正的勇敢,对比了在突发危险中展现的真正勇敢与预先准备者的差异,并解释了基于无知的假勇敢的特征与脆弱性。
" Οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν." Εἰπὼν ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς, πῶς, ἐξηγήσατο·1 οὐ γὰρ ὡς διὰ θυμὸν ποιοῦντες ὡς τὰ θηρία καὶ οἱ διὰ θυμόν τι ποιοῦντες ἄνθρωποι, ἀλλ’ ὅτι συνεργεῖ αὐτοῖς ὁ θυμός, ἐνθουσιαστικωτέρους αὐτοὺς ποιῶν πρὸς τὰς πράξεις τοῦ καλοῦ χάριν γινομένας ὑπ’ αὐτῶν. τὰ θηρία δέ, φησί, οὐ διὰ τὸ καλὸν χρῆται τῷ θυμῷ ἀλλὰ διὰ λύπην, 〈ἔτι δὲ〉 καὶ ἀλγηδόνα καὶ φόβον. εἶπε δὲ περὶ τῶν θηρίων τὸ ὥσπερ καὶ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι φέρονται μὲν οἱ θυμοειδεῖς διὰ τὸν θυμὸν ἐπὶ τοὺς κινδύνους ὡς καὶ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας. οὐ μὴν καὶ τὰ θηρία διὰ θυμὸν ἁπλῶς εἶπε νῦν, διὰ γὰρ λύπην αὐτά φησιν ἐπιέναι τισί, καὶ ὅτι γε μὴ ἀνδρεῖα τὰ θηρία ἐδήλωσε διὰ τοῦ ὁρμᾶν αὐτὰ πρὸς τὸν κίνδυνον, οὐδὲν τῶν ἀπαντησομένων δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε καὶ οἱ ὄνοι ἀνδρεῖοι ἂν εἶεν· Ὅμηρος “ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν〈ἰὼν〉 ἐβιάσατο παῖδας” καὶ τὰ ἑξῆς. τοῦτο δὲ εἰς δήλωσιν παρέθετο τοῦ μὴ πᾶσαν ὑπομονὴν δεινῶν κατ’ ἀνδρείαν γίνεσθαι. ὡσαύτως καὶ οἱ μοιχοὶ οὐ τοῦ καλοῦ χάριν ὑπομένουσι τὰ δεινὰ ἀλλὰ τῆς αἰσχρᾶς ἐπιθυμίας.
“因此,勇敢者是因高尚而行事的。” 在说明了勇敢者亦富有血气之后,他解释了这是如何可能的:因为他们并非像野兽以及出于血气行事的人那样单凭血气行事,而是因为血气与他们同心协作,使他们对由自身为了高尚之故而付诸的行动更加充满热情。然而他说,野兽使用血气并非为了高尚,而是出于痛苦,进而出于疼痛与恐惧。他谈及野兽时所说的“正如野兽亦冲向伤及它们的人”,乃是指富有血气的人因血气而奔赴危险,恰如野兽亦冲向伤及它们的人一样。不过,他现在并非说野兽仅仅是出于血气而行动;因为他说野兽是由于痛苦而扑向某些人,并且他通过野兽冲向危险却完全不预见任何将要遭遇的可怕之物这一事实,表明了野兽决非勇敢,否则驴子亦将是勇敢的了;荷马曾言“正如驴子走过田边强行压过孩子们”等等。他引述此诗,是为了表明并非所有对可怕之物的忍受都是依照勇敢而产生的。同样,通奸者忍受可怕之物亦非为了高尚,而是为了可耻的欲望。
"Φυσικωτάτη δὲ ἔοικεν ἡ διὰ τὸν θυμὸν εἶναι." Φυσικωτάτην εἶναί φησι τὴν διὰ θυμὸν ἀνδρείαν, ἐπεὶ φυσικὸν πάθος ὁ θυμός. διὸ καὶ προσλαβοῦσα ἡ τοιαύτη ἀνδρεία προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἡ ἀληθῶς ἀνδρεία γίνεται.2 ἐν μεσότητι γὰρ τῶν παθῶν αἱ ἠθικαὶ ἀρεταί, γίνεται δὲ ἐν μεσότητι ὁ θυμὸς ταῦτα προσλαβών. ἔτι ἡ ἀνδρεία περὶ τὸν θυμόν· ὑπηρετεῖται γὰρ ὁ θυμός, ὡς ἔφην, τῷ ἀνδρείῳ. οἱ δὲ διὰ ταῦτα μάχιμοι μέν, οἱ δι’ ἡδονήν, φησί, καὶ λύπην.
“而因血气而产生的[勇敢]似乎是最具自然本性的。” 他说因血气而产生的勇敢是最具自然本性的,因为血气乃是一种自然的情感。因此,此类勇敢在接纳了抉择与目的(亦即其所为何事)之后,便成为真正的勇敢。因为伦理德性在于情感的中道,而血气在接纳了这些之后便处于中道之中。此外,勇敢与血气相关;因为正如我所说,血气是为勇敢者效力的。“而因这些事物行事的人固然是好斗的”,他说,这是指那些因快乐与痛苦而行事的人。
"Παραπλήσιον δ’ ἔχουσί τι." Τὸ ὁμόσε δηλονότι τοῖς κινδύνοις χωρεῖν, ᾧ τὸ εἶναι ἀνδρεῖοι φαντάζονται καὶ οὗτοι. ἀλλ’ οἱ μὲν ἀνδρεῖοι διὰ τὰ προειρημένα θαρραλέοι, διὰ τὸ καλὸν δηλονότι καὶ τὴν τοῦ αἰσχροῦ φυγήν. ἀνδρείου δ’ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ μὴ φαινόμενα ὑπομένειν,3 τὰ καὶ ὄντα καὶ φαινόμενα φοβερά, μὴ ὡς οἱ εὐέλπιδες· ἐκεῖνοι μὲν γὰρ φαινόμενα μὲν φοβερὰ ὑπομένουσιν, ὄντα δὲ φεύγουσιν. ἀνδρειότερον δέ φησι τὸν ἐν τοῖς αἰφνιδίοις φοβεροῖς ἀπαθῆ μένοντα καὶ ἀπτόητον, οὐ τὸν ἐν παρασκευῇ, ᾧ καὶ λόγος τι συνεργήσει καὶ ἡ τοῦ πράγματος φύσις ἐπεσκεμμένη πείσει μὴ ἀποδειλιᾶν ἀλλ’ ἐγκαρτερεῖν τοῖς δεινοῖς. ταῦτα δὲ ἐν τοῖς κατ’ ἀνθρώπους φησὶ φόβοις, οὐκ ἐν τοῖς ὑπὲρ ἄνθρωπον, σεισμοῖς δηλαδή, ἐπικλύσεσι θαλάττης καὶ τοῖς ὁμοίοις. ἀνδρεῖοι δὲ φαίνονται καὶ οἱ ἀγνοοῦντες. πέμπτου καὶ τελευταίου μνημονεύει τρόπου, καθ’ ὃν δοκοῦσιν εἶναί τινες ἀνδρεῖοι οὐκ ὄντες, τοῦ δι’ ἄγνοιαν. καὶ γὰρ οἱ ἀγνοοῦντες καὶ ἄπειροι τῶν ἐπιφερομένων δεινῶν καὶ διὰ τοῦτο θαρροῦντες πρὸς αὐτὰ ἀνδρεῖοι δοκοῦσιν εἶναι, ὅθεν καὶ ἡ παροιμία ἐρρύη ‘γλυκὺς ἀπείρῳ πόλεμος’. εἰσὶ δὲ καὶ οὗτοι παραπλήσιον ἔχοντες τοῖς εὐέλπισιν· οἴονται γοῦν καὶ αὐτοὶ μηδὲν πείσεσθαι· πλὴν ἐκεῖνοι μὲν τῷ διὰ πείρας γεγονέναι καὶ κεκρατηκέναι πολλάκις ἔχουσι τὸ εὐέλπιδες εἶναι (διὸ καὶ παραμένουσι χρόνον τινά), οἱ δὲ ἀγνοοῦντες καὶ ἠπατημένοι οὐδὲν ἀξίωμα ἔχουσιν· οὐ γὰρ εἰδότες ὑπερορῶσι. διὸ γνόντες τἀληθὲς ἢ μόνον ὑποπτεύσαντες φεύγουσιν 〈εὐθύς〉.
“然而他们具有某种相似之处。” 显然,这指的是直接迎面奔赴危险,这些人亦正是凭此呈现出仿佛是勇敢的假象。然而勇敢者是大胆的乃是出于前述的缘由,即显然是为了高尚以及避开可耻之物。勇敢者的本分在于忍受那些对于人而言确实可怕而看似并非如此的事物,以及那些既确实可怕又显现为可怕的事物,而不像满怀希望者那样;因为后者固然忍受表面上看似可怕的事物,却逃避真正可怕的事物。并且他说,在突如其来的可怕境况中保持无动于衷且毫不畏缩的人,比在有准备的情形下如此行事的人更为勇敢;对于后者而言,理智亦会提供某种协助,且经过审视的事态本性会劝导他不要退缩,而是坚守以抗可怕之物。他说,这些乃是就合乎人之常情的可怕而言,而非针对超越人力的事物,亦即地震、海啸以及类似之事。“而处于无知者亦看似是勇敢的。”他提及了有些人看似勇敢而实则不然的第五种亦即最后一种方式,即出于无知的方式。因为那些对降临的可怕事物一无所知且缺乏经验、并由此对之怀有胆量的人,亦看似是勇敢的,由此亦流传着这样的谚语:“战争对于未经历者而言是甜美的”。这些人同满怀希望者亦有相似之处:他们至少亦认为自己不会遭受任何苦难。然而满怀希望者之所以满怀希望,乃在于通过经验而多次克敌制胜(故而他们亦能坚守一段时间),而因无知而受欺骗的人则毫无底气;因为他们正是由于不知而轻视之。因此,他们一旦知晓真相,或者哪怕仅仅有所怀疑,便会立刻逃走。
- 3.33Εἰπὼν ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς, πῶς, ἐξηγήσατο
间接疑问副词 πῶς 以插入方式置于句中,充当动词 ἐξηγήσατο 的宾语从句(“解释了这[是如何]可能的”)。前面的分词短语 Εἰπὼν ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς 则作为伴随状语分词,承接上文语境(1116b23起)。
- 3.34προσλαβοῦσα ἡ τοιαύτη ἀνδρεία προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἡ ἀληθῶς ἀνδρεία γίνεται
该句的主语是带有定冠词的阴性主格短语 ἡ τοιαύτη ἀνδρεία,由分词 προσλαβοῦσα 修饰。带有定冠词的短语 ἡ ἀληθῶς ἀνδρεία 则充当动词 γίνεται 的表语名词(“成为真正的勇敢”)。
- 3.35ἀνδρείου δ’ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ μὴ φαινόμενα ὑπομένειν
属格 ἀνδρείου 与 ἦν 连用充当表语,表示本分或特征(属有/特征属格,“属于勇敢者的本分”)。真正的主语是不定词 ὑπομένειν,其宾语为 τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ μὴ φαινόμενα(“对于人而言确实可怕而看似并非如此的事物”)。
