← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§164.27-166.11

基于强迫、经验与血气的伪勇敢

厄斯特拉提奥斯评注了被强迫产生的伪勇敢(以波斯和斯巴达军队为例),进而探讨基于经验与技艺的假勇敢以及苏格拉底将勇敢视为知识的学说,并结合历史事件与荷马史诗分析了因战争空虚之物或血气冲动而产生的大胆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.31

" Καὶ οἱ προστάττοντες, κἂν ἀναχωρῶσι, τύπτοντες." Ὡς παρ’ Ἡροδότῳ Πέρσαι· ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμοπύλαις Ἕλλησιν ἐμάχοντο. καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες. τοῦτο περὶ Λακεδαιμονίων λέγοι ἄν· τοιαύτην γάρ τινα μάχην, ὅτε πρὸς Μεσσηνίους ἐμαχέσαντο, ἐπολέμουν, ἧς καὶ Τυρταῖος μνημονεύει. δοκεῖ δὲ καὶ ἡ ἐμπειρία ἡ περὶ ἕκαστα ἀνδρεία εἶναι, οἷον ἐπὶ τῶν θαλαττίων ἔφη καὶ ἐπὶ τῶν νόσων οἱ ἰατροὶ μὴ ἀπογινώσκοντες τὸν δοκοῦντα ἀνίατα νοσεῖν, διὰ δὲ τὴν τῶν προεφωδευμένων πεῖραν εὐθαρσεῖς ὄντες· καὶ ἐπὶ τῶν προκειμένων ὡσαύτως. καὶ ἐν ἑκάστῃ τέχνῃ καὶ ἐπιτηδεύματι ἐν τοῖς κινδύνοις εὐθαρσεῖς οἱ ἔμπειροι, καὶ κατ’ οἰκοδομικὴν καὶ ναυτικὴν καὶ εἴ τις ἑτέρα τέχνη. ὅθεν καί φησιν Σωκράτης ᾠήθη ἐπιστήμην εἶναι τὴν ἀνδρείαν. λέγει γὰρ ἐν Λάχητι Σωκράτης παρὰ τῷ Πλάτωνι, ἐπιστήμην δεινῶν τε καὶ μὴ τὴν ἀνδρείαν εἶναι. καὶ τὸ ἐν Πρωταγόρᾳ δὲ εἰρημένον τοιοῦτον. ὅτι γὰρ τοῦ ἐπιστήμονός ἐστιν ἐν οἷς ἐπίσταται θαρραλεώτατος εἶναι, καὶ ὁ ἀνδρεῖος θαρραλεώτατος, τὸν ἐπιστήμονα εἰς τ’ αὐτὸ 〈συνάγων〉 τῷ ἀνδρείῳ, οὐ πάνυ τι συλλογιστικῶς· ὡς δὲ ἀκολουθοῦντος τῷ τοὺς ἐπιστήμονας1 καὶ ἐμπείρους θαρραλέους 〈εἶναι καὶ τοὺς θαρραλέους〉 ἐπιστήμονας, καὶ διὰ τοῦτο τὴν ἀνδρείαν οὖσαν γνῶσιν καὶ ἐμπειρίαν τινά.

“以及那些下令,且若退缩便施以鞭打的人。” 如同希罗多德著作中的波斯人;因为他们在温泉关正是在此类监工之下同希腊人作战。 “以及那些在壕沟及类似事物前布阵的人”[亦然]。他这或许是对斯巴达人而言;因为他们在同美塞尼亚人交战时,正曾进行这样一场战斗,提尔泰奥斯亦记载了此事。此外,关于各类具体事务的经验亦似乎是勇敢,正如他谈及海上之事那样,以及面对疾病时,医生们不对看似患有不治之症者感到绝望,而是凭借既往观察的经验而怀有信心;在眼下的事情中亦是如此。并且在每一门技艺和行当里,富有经验者在面临危险时皆怀有信心,无论是在建筑术、航海术,还是在任何其他技艺中。故而他说,苏格拉底亦曾认为勇敢是知识。因为在柏拉图的《拉刻斯篇》中苏格拉底说道,勇敢乃是关于可怕之物与不可怕之物的知识。而在《普罗泰戈拉篇》中所言亦是如此。因为基于在所知晓的领域中显得最大胆乃属于知晓者,而勇敢者亦是最大胆的,他便将知晓者与勇敢者混同为同一者,这完全不是合乎推论的;就仿佛随着知晓者与富有经验者是大胆的这一事实,大胆者亦是知晓者便必然随之成立,并由此认为勇敢乃是某种认识和经验。

§3.32

"Δοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου." Κενὰ τοῦ πολέμου καλεῖ τὰ ἐν οἷς οὐδεὶς κίνδυνος τοῖς παραταττομένοις, φαίνονται δὲ τοῖς οὐκ εἰδόσιν αὐτά, κενὰ ὄντα, ἀνδρεῖοι οἱ δι’ ἐμπειρίαν μένοντες ἐν τούτοις. ὅτι δὲ μὴ δι’ ἀνδρείαν ποιοῦσι, δῆλον ἐκ τοῦ ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται ταῖς παρασκευαῖς πρώτους φεύγειν αὐτούς. δοκοῦσι δ’ εἶναι θαρραλέοι καὶ διὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ 〈τὴν〉 περὶ τὴν χρῆσιν αὐτῶν ἐμπειρίαν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. Ἕρμαιον ἐν Κορωνείᾳ τῆς Βοιωτίας τόπος οὕτω λεγόμενος πεδινὸς ἐν αὐτῇ, τῶν ἄλλων ἀνωμάλων ὄντων, ἐν ᾧ παρατεταγμένοι ποτὲ Κορωνεῖς σὺν τοῖς βοηθήσουσιν αὐτοῖς στρατιώταις ἐκ τοῦ Μεταχοίου μετὰ τῶν βοιωταρχῶν, ὅτε τὴν πόλιν κατέλαβε καὶ τὴν ἀκρόπολιν εἶχεν ὑφ’ ἑαυτῷ Ὀνόμαρχος ὁ Φωκεὺς προδοθεῖσαν αὐτῷ, αὐτοὶ μὲν μείναντες ἀπέθανον ὑπὸ τῶν ἀμφὶ τὸν Ὀνόμαρχον, ἀποκλείσαντες τὰς πύλας, ἵνα αὐτοῖς μηδὲ βουλομένοις εἴη φυγεῖν2 καὶ καταλιπεῖν τὴν πατρίδα. οἱ δὲ τῶν Βοιωτῶν βοηθήσαντες αὐτοῖς στρατιῶται ἐκ τοῦ Μεταχοίου, ἔφυγον εὐθὺς ἐν ἀρχῇ τῆς μάχης, αἰσθόμενοι ἕνα τεθνάναι τῶν βοιωταρχῶν Χάρωνα. ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῇ ιβʹ 〈τῶν〉 Περὶ τοῦ ἱεροῦ πολέμου καὶ Ἀναξιμένης ἐν τῇ τετάρτῃ τῶν Περὶ Φίλιππον καὶ Ἔφορος ἐν τῇ τριακοστῇ. καὶ οἱ διὰ θυμόν. οἱ θυμοειδεῖς ὡς Ῥωμαῖοι καὶ πάντα τὰ ἑσπέρια ἔθνη. ἰτητικώτατον γὰρ ὁ θυμός, ἀντὶ τοῦ ὁμόσε ἰέναι τοῖς κινδύνοις 〈ὁ θυμὸς〉 αἴτιος μάλιστα· τοιαῦτα δὲ καὶ τὰ θηρία. ἰτητικώτατον· κινητικώτατον, ὁρμητικώτατον. καὶ ἔζεσεν αἷμα· τοῦτο εἶπεν, ἐπεὶ δοκεῖ ζέσις τις τοῦ περὶ τὴν καρδίαν αἵματος ὁ θυμός, τὸ δὲ “οἱ δριμὺ μένος προὔτυψε φίλον πατέρα εἰσορόωντι” ἐκ τῶν ὑστάτων ἐστὶ τῆς Ὀδυσσείας, μένος τὸν θυμὸν λέγοντος αὐτοῦ. λέγοι δ’ ἂν ὅτι ἀνέπνευσεν εὐθαρσής τε καὶ θυμοῦ μεστὸς ὁρῶν τὸν πατέρα.

“因为战争中似乎有许多空虚之物。” 他将那些对于布阵者而言绝无危险的境况称为“战争的空虚之物”,但对于不了解这些情况的人而言,它们虽为空虚之物,那些因经验而留驻于其中的人却显得勇敢。他们并非出于勇敢而如此行事,这一点从以下事实中即可明白:每当危险过度且他们在装备上处于劣势时,他们便最先逃跑。他们似乎亦由于武器装备的完备以及关于使用它们的经验而显得大胆,这恰恰在赫耳迈翁亦曾发生过。赫耳迈翁乃是维奥蒂亚的科罗内亚一处得名如此的地方,在其余地方皆坎坷不平的情形下,此处乃是一片平原;当福基斯的奥诺马尔库斯攻占该城并在卫城被叛变出卖给他而由其控制时,科罗内亚人曾与同维奥蒂亚统领们一道来自梅塔霍伊翁前来援助他们的士兵们在此处布阵,科罗内亚人自己紧闭城门留守原处,以便他们即便想逃离并背弃祖国亦不可能,最终为奥诺马尔库斯麾下的人所杀。然而从梅塔霍伊翁前来援助他们的维奥蒂亚士兵们,在察觉维奥蒂亚统领之一卡隆阵亡后,战斗一开局便即逃散。关于这场战役,刻菲索多罗斯在《论神圣战争》第十二卷、阿那克西美尼在《论腓力》第四卷以及埃福罗斯在第三十卷中皆有记载。 “以及那些出于血气的人”[亦是如此]。亦即富有血气的人,如罗马人和所有西方诸族。因为血气是“最具冲锋能力的”,意指血气乃是最主要导致直接迎面奔赴危险的原因;野兽亦是如此。 “最具冲锋能力”:即最具驱动力的、最猛烈冲刺的。 “且热血沸腾”:他这么说,是因为血气似乎是心脏周围血液的某种沸腾;而“当他望见亲爱的父亲时,一股尖锐的怒气在他心中直涌而出”乃是出自《奥德赛》末卷的诗句,荷马是将血气(θυμός)称作愤怒(μένος)。他的意思大概是说,他见到了父亲,便重新振作,满怀信心且充满血气。

语法注2 条
  1. 3.31ὡς δὲ ἀκολουθοῦντος τῷ τοὺς ἐπιστήμονας καὶ ἐμπείρους θαρραλέους 〈εἶναι καὶ τοὺς θαρραλέους〉 ἐπιστήμονας

    连词 ὡς 引导属格绝对结构(ἀκολουθοῦντος),用以指出苏格拉底(或柏拉图)论证中所预设的主观假定。它支配与格短语 τῷ ... εἶναι,批评性地表达出:仿佛从“知晓者是大胆的”这一前件中,必然能够推导出其逆命题“大胆者亦是知晓者”。

  2. 3.32ἵνα αὐτοῖς μηδὲ βουλομένοις εἴη φυγεῖν

    在 ἵνα 引导的目的从句中,无人称结构 εἴη + 不定词(φυγεῖν)与与格 αὐτοῖς 结合,并由具有让步含义的分词 βουλομένοις 修饰。这化用了古希腊语中的惯用表达(与格 + βουλομένῳ ἐστί),意为“使他们即便想要逃跑亦不可能”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:164.27-166.11