- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:163.15-164.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明勇敢活动的目的在于崇高,并进而分析鲁莽者的虚夸假饰,以及基于荣誉、羞耻与法律惩罚的“城邦式勇敢”的特征及其与真正勇敢的区别。
" Τέλος δὲ πάσης ἐνεργείας ἐστὶ τὸ κατὰ τὴν ἕξιν." Τέλος δέ ἐστι, φησί, καὶ τὸ οὗ ἕνεκα τῷ μὲν ἀνδρείῳ τὸ κατὰ τὴν ἀνδρείαν, ἑκάστῳ δὲ τῶν τὰς ἀρετὰς ἐχόντων τὸ κατὰ τὴν ἕξιν καθ’ ἣν ἐνεργοῦσιν. ἔστι δὲ ἡ κατὰ τὰς ἕξεις τὰς κατ’ ἀρετὴν ἐνέργεια τοῦ καλοῦ χάριν γινομένη. καὶ ὁ ἀνδρεῖος πάντα τε ὑπομένει καὶ ἃ πράσσει ὡς ἀνδρεῖος πράξει καὶ τοῦ καλοῦ [καὶ] τοῦ ἐν αὐτοῖς χάριν. ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει. τὸ γὰρ τινὸς χάριν γινόμενον ἐκεῖνο ὅρον ἔχει. καλὸν δὲ ἡ ἀνδρεία· ἕκαστον δὲ τοιοῦτον εἶναι λέγεται καὶ ὁρίζεται τῷ τέλει· δεῖ οὖν τῆς ἀνδρείας τὸ τέλος τὸ οὗ ἕνεκα καλὸν εἶναι.
“一切活动的目的皆是合乎品质的。” 他说,目的,亦即“所为了之物”,对于勇敢者而言乃是合乎勇敢之事,对于每一位具有德性的人而言则是合乎他们据以活动的品质之事。而合乎德性品质的活动,乃是为了崇高而发生。勇敢者既忍受一切,亦将作为勇敢者去行其所行,且为了那些行为中具有的崇高而行。因为每一事物皆由其目的所界定。那为了某事物而产生者,以此为其界限。勇敢是崇高的;每一事物被称为具有某种性质且由目的所界定;因此勇敢的目的,即“所为了之物”,必须是崇高的。
"Δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς ἀνδρείας." Ἐλέγχεται δὲ τῶν τοιούτων ἐν τοῖς ἀληθῶς κινδύνοις ἡ προσποίησις, ὁποῖοί 〈εἰσιν οἱ〉 Τρῶες παρ’ Ὁμήρῳ “Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὥς”, οἱ δ’ Ἕλληνες ἐξ ἐναντίας “μένεα πνείοντες” καὶ “σιγῇ δειδιότες σημάντορας”. τοιοῦτοι οἱ ἀνδρεῖοι, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ. μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα· ὁμοίως ἐστὶ καὶ ἡ πενία, ἣ ἀπὸ τοῦ πένειν εἴρηται, ἀφ’ οὗ καὶ πόνος ὠνόμασται. πρῶτον μὲν ἡ πολιτική. πολιτικὴ ἀνδρεία ἐστί, καθ’ ἣν ὑπομένουσιν οἱ πολῖται τοὺς κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ τὰς διδομένας τιμάς. καὶ δοκοῦσιν οὗτοι ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ δὲ ἀνδρεῖοι ἔντιμοι ἐκ τῶν νόμων ἢ διὰ τὰ ἤθη. ἐοικέναι δέ φησι τὴν πολιτικὴν τῇ ὡς ἀληθῶς ἀνδρείᾳ, διὸ καὶ λέγει δι’ αἰδῶ· γὰρ ἡ ἀρετή ἐστι καὶ καλόν, ὡς καὶ Διομήδης καὶ Ἕκτωρ φάσκουσιν, ὁ μὲν “Πολυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει”, 〈Διομήδης δὲ〉 “‘Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων ‘Τυδείδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.’ ὥς ποτε τ’ ἀπειλήσει, τότε μοι χάνοι εὐρεῖα χθών.” σημειωτέον δέ, ὅτι τὴν αἰδῶ ἐνταῦθα ἀρετὴν εἶπεν, οὐ δοκοῦν αὐτῷ τοῦτο1 οὔτε ἐν τῷ δευτέρῳ οὔτε ἐν τῷ τετάρτῳ, ἤτοι κοινότερον ἐνταῦθα λέγων, ἢ καὶ τῷ ὄντι εἴη ἂν ἀρετή, καλῶν πράξεων οὖσα αἰτία. ὁμοίως δὲ καὶ τὴν τιμὴν καλὸν νῦν φησιν, ἢ καὶ τοῦτο κοινότερον λέγων, ἢ τὸ τίμιον τῇ αὑτοῦ φύσει ἀγαθὸν ἄν εἴη, λέγων τὸ καλὸν ἀντὶ τοῦ ἀγαθοῦ, ἢ εἰ ἔστι τις τιμὴ καλή, ὥσπερ ἣν μετέρχεται ὅ τε μεγαλόψυχος καὶ ὁ μεταξὺ τοῦ τε φιλοτίμου καὶ ἀφιλοτίμου, οὗ ἐμνημόνευσε καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τετάρτῳ. ὁ μὲν οὖν ἀνδρεῖος διὰ καλοῦ ὄρεξιν ποιεῖ ἃ ποιεῖ καὶ κατὰ τὴν ἀνδρείαν, ὁ δὲ πολιτικὸς τιμῆς χάριν, ἀλλὰ καὶ δι’ αἰσχροῦ φυγὴν τοῦ ἔξωθεν ὑπὸ τῶν πολιτῶν ὀνείδους. εἰ δὲ καὶ ὁ ἀνδρεῖος δι’ αἰσχροῦ φυγήν,2 ἀλλ’ οὐ καὶ ὀνείδους, ἀλλ’ ὅτι τῇ αὑτῶν φύσει αἰσχρὰ ἡγεῖται αὐτὰ φυλάσσεσθαι. καὶ φεύγοντες οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρόν, τὸ ἐκ τοῦ ἐπιτιμίου καὶ τῆς τιμωρίας δηλονότι, ἢ ζημία ἐστὶ χρημάτων ἢ μάστιγες.
“鲁莽者似乎亦是虚夸者,且是假充勇敢之人。” 此类之人的伪装在真正的危难中被揭穿,正如荷马诗篇中的特洛伊人那样:“特洛伊人如群鸟般叫嚣喧嚷而进”,希腊人则相反,“呼吸着怒气”并“敬畏号令官而静默[前行]”。勇敢者正是这样的人,正如他自己在下文中所将言。因为逃避艰辛乃是软弱;贫困亦同样如此,它源于 πένειν,πόνος 亦由此得名。首先是城邦式的[勇敢]。城邦式勇敢即是公民藉以因法令规定的惩罚与羞辱以及所赐予的荣誉而忍受危难的勇敢。那些在他们当中依照法律或风俗懦夫蒙受耻辱而勇敢者享有尊荣的人们,似乎最为勇敢。他说城邦式勇敢类似于真正的勇敢,因而亦说它是“出于羞耻”:因为这关涉德性与崇高,正如狄俄墨得斯与赫克托耳所言,其一说“波吕达玛斯将首先向我施加责难”,狄俄墨得斯说:“‘赫克托耳有朝一日在特洛伊人中发表言论时必说:“提丢斯之子因畏惧我而奔逃至船旁。”他有朝一日若作此夸口,愿辽阔的大地当即裂开将我吞没!’”然而应当指出的是,他在此将羞耻称为德性,尽管他在第二卷或第四卷中皆不以为如此,这要么是因为他在此处作了更宽泛的称呼,要么是因为它确实可以算作德性,乃是崇高行为的原因。同样地,他现在亦将荣誉称为崇高,这要么是因为他在宽泛意义上谈论此点,要么是因为受尊崇者按其本性而言当是善,他是用“崇高”代替了“善”,要么是因为存在某种崇高的荣誉,如同大度者以及爱荣誉者与不爱荣誉者之间的中道者所追求的那种荣誉,他在第二卷和第四卷中皆提及过此人。勇敢者是出于对崇高的渴求而依照勇敢行其所行,而城邦型勇敢者则是为了荣誉,并且亦是出于逃避可耻,即逃避来自外部的同邦公民之责难。即使勇敢者亦是出于逃避可耻[而行事],但并非为了逃避责难,而是因为他认为它们按其本性而言乃是应当警惕的可耻之物。而[受到强迫的人]逃避的不是可耻之事,而是痛苦之事,显然即是由刑罚和惩罚所带来的痛苦,要么是金钱的罚没,要么是鞭笞。
- 3.30οὐ δοκοῦν αὐτῷ τοῦτο
宾格绝对句(accusative absolute)。中性分词 δοκοῦν 与 οὐ 及 τοῦτο 连用,构成非人称的环境分词短语,表示对主节动作的让步(“尽管在他看来……并非如此”)。
- 3.30εἰ δὲ καὶ ὁ ἀνδρεῖος δι’ αἰσχροῦ φυγήν
条件从句中谓语动词的省略(ellipsis)。承接上文的“行其所行”(ποιεῖ ἃ ποιεῖ)或“忍受”(ὑπομένει),补全理解为“即便勇敢者亦因躲避可耻之事[而行事]……”。
