- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:161.19-163.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯对亚里士多德《尼各马可伦理学》第三卷第六章(1115a22–1115b13)进行注解,阐明真正的勇敢为何特指面对战争中高尚之死的无畏,将其与海难、疾病中的承受以及凭借经验而生的自信区分开来,并分析了恐惧对象的相对性与程度限度。
" Οὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖται." Δείξας ὅτι μὴ ὁ περὶ πάντα ἃ δεῖ φοβεῖσθαι ἄφοβος ἀνδρεῖος, δείκνυσι τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου, τοῦ δειλοῦ. οὐδὲ γὰρ ὁ πάντα ἃ μὴ δεῖ φοβεῖσθαι φοβούμενος, οὗτος δειλός, οἷον ὕβριν παίδων ἢ γυναικὸς ἢ πολιτῶν φοβούμενος ἢ φθόνον παρά τινων. περὶ τὰ μέγιστα δὴ τῶν φοβερῶν τούτων ἃ δεῖ φοβεῖσθαι ἄφοβόν φησι τὸν ἀνδρεῖον εἶναι· ὑπομενετικώτατος γὰρ ὁ τοιοῦτος τῶν δεινῶν. φοβερώτατον δὲ ὁ θάνατος, δι’ ὃ προστίθησι· πέρας γὰρ τοῦ εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ καὶ οὐδενὸς ἔτι τῷ τεθνεῶτι αἴσθησις οὔτε ἀγαθοῦ οὔτε κακοῦ. διὰ γὰρ τοῦτο ὁ θάνατος φοβερόν, διότι τοῦ εἶναι ἡμᾶς ἀποστερεῖ καὶ οὐδὲν οὔτε ἐκκλίνει ὁ τεθνεὼς ὡς κακὸν οὔθ’ αἱρεῖται ὡς ἀγαθόν. λαβὼν δὲ τὸ τὸν ἀνδρεῖον ἄφοβον περὶ θάνατον εἶναι καὶ τὰ θανάτου ἐποιστικά, ἑξῆς δείκνυσιν ὅτι μηδὲ περὶ πάντα θάνατον. οὐ γὰρ ὁ περὶ τὸν ἐν θαλάττῃ θάνατον ἄφοβος ἀνδρεῖος ἢ ὁ περὶ τὸν ἐν νόσοις καὶ ὑπὸ νόσων. οὐ λέγει δὲ ὅτι φοβηθήσεται ταῦτα, ἀλλ’ ὅτι μὴ ὁμόσε αὐτοῖς χωρήσει, καὶ ὅτι οὐχ ᾗ ἀνδρεῖος ἄφοβος ἐν τούτοις. ἀλλ’ ἐν τῇ θαλάττῃ μετά τινος καλοῦ ἡ τοῦ θανάτου ὑπομονή·1 μετὰ καλοῦ δὲ οἱ ἐν πολέμῳ θάνατοί τε καὶ κίνδυνοι, εἴ γε ὑπὲρ σωτηρίας πατρίδος νόμων φίλων οἰκείων ἐλευθερίας· ἐν τούτοις ἄρα καὶ τοῖς οὕτω γινομένοις θανάτοις ἡ ἀφοβία οἰκεία τοῦ ἀνδρείου. τοῖς δὲ προειρημένοις ὁμολογεῖν φησι καὶ τὰς ἐν ταῖς πόλεσι τιμάς, τάς τε ὑπὸ τῶν νόμων ὁριζομένας καὶ τὰς ὑπὸ τῶν μονάρχων διδομένας. τοὺς γὰρ ἐν τοῖς τοιούτοις κινδύνοις ἀφόβους καὶ ζῶντας ἐπαινοῦσιν ὡς ἀριστεῖς καὶ τεθνεῶτας ἐγκωμιάζουσιν. εἰπὼν οὖν ταῦτα ἑξῆς συντίθησι τὰ εἰρημένα καί φησιν ἀνδρεῖον κυρίως λέγεσθαι τὸν περὶ τὸν καλὸν θάνατον ἀδεῆ καὶ ὅσα τὸν ὑπὲρ τῶν καλῶν θάνατον ἐπιφέρει, ὑπόγυα ὄντα. ἡ γὰρ ἐν τοῖς αἰφνιδίως προσπίπτουσιν ὑπομονὴ τῆς κατὰ τὴν ἀνδρείαν ἕξεως σημεῖον, ἐπεὶ καὶ ὁ μὴ ἀνδρεῖος ἐθίσας ποτὲ καὶ παρασκευασάμενος πρός τινα κίνδυνον ὑπομείνοι ἂν αὐτόν. καλοὺς δὲ καὶ διὰ τὸ καλὸν γινομένους θανάτους μάλιστά φησιν εἶναι, ὡς εἴρηται, τοὺς ἐν πολέμῳ. εἰπὼν δὲ μάλιστα τὸν περὶ τοὺς τοιούτους θανάτους ἄφοβον ἀνδρεῖον εἶναι, προστίθησιν ὅτι καὶ ὁ περὶ τοὺς καλοὺς θανάτους τούς τε ἐν τοῖς θαλαττίοις κινδύνοις καὶ τοὺς ἐν ταῖς νόσοις ἀδεὴς ἀνδρεῖος, οὐ μὴν οὕτως ὡς οἱ θαλάττιοι τῶν κατὰ θάλατταν κινδύνων. οἱ μὲν γὰρ ἔμπειροι τῶν θαλαττίων εὐέλπιδές τε καὶ οὐδὲν ἡγούμενοι δεινὸν ἀποβήσεσθαι θαρροῦσι δι’ ἐμπειρίαν, οἱ δὲ ἀνδρεῖοι ἀπεγνωκότες τὴν σωτηρίαν καὶ δυσχεραίνοντες τὸν τοιοῦτον θάνατον δι’ οὐδὲν καλὸν γινόμενον ὑφίστανται αὐτόν, οὐκ ἐνδιδόντες αὐτοὺς τῷ περὶ αὐτοὺς φόβῳ· ὡς εἴγε ἀφέλοιτό τις τῶν θαλασσίων ἐκείνων τὴν ἐλπίδα τοῦ σωθήσεσθαι, οὐδὲ ἐγγὺς αὐτοὺς ὁμοίως φέροντας τὸν κίνδυνον εὑρήσει τοῖς σπουδαίοις. 1115 b 4 〈Ἅμα〉 δὲ καὶ ἀνδρίζονται ἐν οἷς ἡ ἀλκή. Οἱ ἀνδρεῖοι δηλονότι. ἐν οἷς γὰρ καλόν τι περιγινόμενον διὰ τὸν θάνατον, ὑπομένει τοὺς κινδύνους, ἐν οἷς δ’ οὐκ ἔστι, τουτέστιν ἐν τοῖς κατὰ θάλατταν, οὓς καὶ φθοράς φησιν, ἢ τοῖς ἀπὸ νόσων θανάτοις οὔτε καλόν ἐστιν οὔτε τις πρᾶξις καὶ ἐνέργεια ἀπὸ ἀνδρείας γίνεται. τὸ δὲ φοβερὸν οὐ πᾶσι μὲν τὸ αὐτό. διὰ τούτου δείκνυσιν ὅτι ἔστι τινὰ φοβερὰ τοῖς ἀνθρώποις ἄλλοις ἄλλα, φιλοχρημάτῳ μὲν ἡ τῶν χρημάτων ἀποβολή, φιληδόνῳ δὲ ἡ τῶν ἡδονῶν, φιλοζώῳ δὲ 〈ὁ〉 θάνατος καὶ ἄλλῳ ἄλλο τι. τὰ δὲ ὑπὲρ ἄνθρωπον σεισμοὶ σκηπτοὶ χάσματα ἐμπρησμοί, ὥστε εἰ παντὶ ταῦτα φοβερά, καὶ τῷ ἀνδρείῳ, καθό ἐστιν ἄνθρωπος καὶ μὴ ἀναίσθητος. τὰ δὲ κατ’ ἄνθρωπον διαφέρει μεγέθει, φοβερὰ δηλονότι, ἃ οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἐστὶ φοβερὰ ἀλλὰ διάφορα. καὶ γὰρ μεγέθει ἄλλων διαφέρει, ὥσπερ ἐπὶ τοῦ Αἴαντος. “Αἴας δ’ οὐκέτ’ ἔμιμνε βιαζόμενος βελέεσσι· δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες 〈ἀγαυοὶ〉 βάλλοντες”· καὶ “πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο”. τῷ γὰρ μεγέθει τῶν κακῶν ὁ Αἴας εἴκει. καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα φοβεῖσθαι,2 οἷον εἴ τις φοβεῖται μυὸς ψόφον ἢ βόμβον ὑδάτων. κατ’ ἀξίαν γὰρ καὶ ὡς ἂν ὁ λόγος, τουτέστι τῶν φοβερῶν καὶ θαρραλέων, πάσχει καὶ πράττει ὁ ἀνδρεῖος. φοβεῖται δὲ καὶ θαρρεῖ, φησίν, ὡς ἂν ὁ λόγος ὑπαγορεύῃ, καὶ μάλιστα τὸ οὗ ἕνεκα ἐν τοῖς φόβοις καὶ ἐν τῷ θαρρεῖν φυλάξει.
“如果有人惧怕对其子女和妻子的侮辱,也绝非[懦夫]。” 在指出了并非对所有应当惧怕之事都无所畏惧的人就是勇敢者之后,他从其对立面即懦夫出发证明了同样的事情。因为并非凡是惧怕所有不应当惧怕之事的人就是懦夫,例如惧怕对其子女、妻子或公民同胞的侮辱,或者惧怕某些人的嫉妒之人。那么,他说勇敢者对于这些应当惧怕的令人恐惧之事中最大的那些是无所畏惧的;因为这样的人最能承受可怕之事。而最令人恐惧的是死亡,为此他补充道:因为它是存在的终点,为了表明这一点,他引用了“对于死者而言,不再有任何善或恶的感觉”。因为正是由于这一点,死亡是令人恐惧的:因为它剥夺了我们的存在,而死者既不规避任何作为恶的事物,也不选择任何作为善的事物。在设定了勇敢者对于死亡以及招致死亡之事无所畏惧之后,他接着表明,勇敢者也并非对于所有的死亡都是如此。因为对于海上的死亡无所畏惧的人,或者对于疾病中的以及因疾病而致的死亡[无所畏惧的人],并不是勇敢者。但他并不是说勇敢者会惧怕这些,而是说他不会迎头冲向它们,并且在这些情况下无所畏惧并非就其作为勇敢者而言。然而在海中承受死亡何尝伴随着某种高尚?伴随着高尚的乃是战争中的死亡与危险,如果是为了祖国、法律、朋友、亲属以及自由之拯救的话;因此,在这些危险中以及在此种产生的死亡中,无所畏惧乃是勇敢者所特有的。他说各城邦中的荣誉,无论是法律所规定的还是君主所赐予的,也与前述之事相一致。因为对于在诸如此类的危险中无所畏惧之人,人们在他们活着时称赞其为勇士,在他们死后歌颂他们。因此,在说了这些之后,他接着概括了所论述的内容,并说勇敢者严格而言乃是指对于高尚的死亡,以及凡是迫在眉睫而为高尚之事招致死亡的事物无所畏惧的人。因为在猝然降临之事中的承受乃是合乎勇敢之品质状态的标志,既然连非勇敢者如果在某个时候习惯并准备好面对某种危险,也有可能承受它。他说,高尚的且因高尚而产生的死亡,正如已经说过的,主要乃是战争中的死亡。在指出了对于此类死亡无所畏惧的人主要是勇敢者之后,他补充说,对于在海上危险中的死亡以及疾病中的死亡这些高尚之死无所畏惧的人也是勇敢的,然而绝不像海员们面对海上危险时那样。因为那些对海上事务有经验的人,满怀希望并认为不会发生可怕的结局,凭借经验而充满信心;而勇敢者则是在放弃了获救的希望,且对这种并非为了任何高尚之事而发生的死亡感到痛苦的情况下承受它,并不使自己屈服于关于它们的恐惧之中;以至于如果有人剥夺了那些水手获救的希望,他将发现他们完全不能像优秀者那样承受危险。 1115 b 4 “同时,他们也在能够展现勇力之事上表现得英勇。”显然是指勇敢者。因为在通过死亡而达成某种高尚之事的环境中,他承受危险;但在不存在此种情况的环境中,即在海上——他也称之为毁灭——或者因疾病而致的死亡中,既不存在高尚,也没有任何出于勇敢的行为和活动产生。 “然而令人恐惧之事并非对所有人都是相同的。”通过这句话他表明,对不同的人而言存在着不同的令人恐惧之事,对于爱钱者而言是财富的丧失,对于爱乐者而言是快乐的丧失,对于爱命者而言是死亡,而对于其他人而言则是其他事情。至于超越人类能力之事,如地震、雷击、地陷、大火,因此如果这些对所有人都是令人恐惧的,那么对勇敢者而言也是如此,只要他是人且非无知觉之徒。而属于人之限度内的事物在程度大小上有所不同,显然是指那些并非对所有人同样令人恐惧而是各不相同的恐惧之事。因为它们确实在程度上异于其他事物,正如在埃阿斯的例子中那样:“埃阿斯不再停留,受到箭矢的逼迫;因为宙斯的意志与投射的杰出特洛伊人压倒了他”;以及“灾祸在各处支撑着灾祸”。因为埃阿斯屈服于灾祸的巨大程度。此外,将并不令人恐惧之事当作此种事物来惧怕,例如如果有人惧怕老鼠的响动或水流的轰鸣。因为勇敢者是按照应得的价值,并且正如理性所要求的那样——即按照令人恐惧之事和激发信心之事的〔价值〕——来承受与行动的。他说,勇敢者正如理性所指示的那样去惧怕与自信,并且在恐惧与自信中最能保持目的。
- 3.28ἀλλ’ ἐν τῇ θαλάττῃ μετά τινος καλοῦ ἡ τοῦ θανάτου ὑπομονή·
从与后一句“伴随着高尚的乃是战争中的死亡与危险(μετὰ καλοῦ δὲ οἱ ἐν πολέμῳ...)”的鲜明对比来看,此句应当理解为反问句(“在海中承受死亡何尝伴随着某种高尚?[并不]”),或在构文上隐含了否定词。若将其读作单纯的肯定陈述句(“在海中忍受死亡伴随着某种高尚”),则会与接下来的论证产生直接矛盾。
- 3.28καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα φοβεῖσθαι
不定式 φοβεῖσθαι 缺乏限定动词支配,在此作为独立/实质性不定式使用,用来引入对恐惧态样的新一类补充(“此外,将并不令人恐惧之事当作此种事物来惧怕”),其构文上承前文语境,补充表述不当恐惧的具体情形。
