← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§159.31-161.18

德性的总体定义与勇敢所对之恐惧

评注者解释了亚里士多德对德性与恶习自愿性的总结、对德性一般定义(作为中道的品质状态)的回顾,以及转向考察具体伦理德性(首先是勇敢,并区分应惧怕之事与如贫困等不应惧怕之事)的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24

" Εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί." Κοινοποιήσας τὸν λόγον τῶν φαντασιῶν ὁμολογούμενον ὑπὸ τῶν πλείστων τὸ τὰς ἀρετὰς ἐφ’ ἡμῖν τε εἶναι καὶ ἑκουσίους,1 ἅμα μὲν λύσιν δείκνυσι τοῦ λόγου, ἅμα δὲ συγκατασκευάζει, ὅτι καὶ αἱ κακίαι ἑκούσιοι, ὃ ἦν ἤδη κείμενον [ἦν] ἐν τῷ λόγῳ τῷ ‘εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως ἑαυτῷ πώς ἐστιν αἴτιος, καὶ τῆς φαντασίας αὐτὸς αἴτιος’. τούτου συγκεχωρημένου ὑπομιμνήσκει ἡμᾶς, ὅτι τῶν ἕξεων τῶν ἡμετέρων, δι’ ἃς τοῖον ἡμῖν ἢ τοῖον φαίνεται τὸ τέλος, καὶ αὐτοί ἐσμεν συναίτιοι. κεῖται γὰρ καὶ δέδεικται, ὅτι διὰ τῶν ἐθῶν τοῖοι ἢ τοῖοι γινόμεθα, τὰ μὲν ἀγαθὰ πράττοντες ἀγαθοί, τὰ δὲ μοχθηρὰ μοχθηροί, καὶ ἀγαθοῖς μὲν ἡμῖν οὖσι τοιάδε φαίνεται, κακοῖς δὲ τοιάδε. ὡς γὰρ εἶπεν, οὐχ ἡ τῶν καθόλου ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας. συναίτιοι δὲ τῶν ἕξεων, ἀλλ’ οὐχ ἁπλῶς αἴτιοι, ὅτι καὶ φῦναι δεῖ πρὸς τοῦτο καὶ τραφῆναι ὡς δεῖ, ἃ οὐδέπω πρὸς τὰς ἕξεις εἰσὶν αὐτάρκη· καὶ γὰρ φύντες τινὲς καλῶς καὶ τραφέντες, ὅμως μοχθηροῖς ἔθεσι χρώμενοι οὔτε τῆς φύσεως οὔτε τῆς τροφῆς ὤναντο πρὸς τὸ σπουδαῖοι γενέσθαι, καὶ πάλιν τινὲς μοχθηρῶς τραφέντες ἐπιστρέψαντες ἑαυτοὺς ἐπὶ τὸ βέλτιον καὶ ἔθεσι χρησάμενοι δεξιοῖς ἐγένοντο ἀγαθοί.

“因此,如果正如人们所说,德性是自愿的。” 在把关于表象的论证普遍化之后,既然大多数人都同意德性既在我们权能之内又是自愿的,他就同时指出了该论证的解决办法,并同时确立了恶习也是自愿的——这一点先前已经确立在“如果每个人在某种程度上都是自己品质状态的原因,那么他自己也是表象的原因”这一论述中。在这一点被承认之后,他提醒我们,对于那些使目的以这样或那样的面貌显现于我们的品质状态,我们自己也是共同原因。因为已经预设并证明了:通过习惯,我们成为这样或那样的人,做善事就成为善人,做恶事就成为恶人;并且当我们是善人时向我们显现出这些事物,是恶人时显现出那些事物。因为正如他所说,对普遍原则的无知并不是非自愿的原因,而是邪恶的原因。我们只是品质状态的共同原因,而非单纯的原因,因为对此还必须具备相应的本赋,并接受得当的教养,而这些对于品质状态而言尚不充分;因为确实有些生来优良且教养良好的人,却由于采取了恶劣的习惯,无论在天性上还是在教养上都未能在成为优秀之人方面受益;反之,有些受到恶劣教养的人,由于使自己转向更好的方面并采取良好的习惯,却成为了善人。

§3.25

"Κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται ἡμῖν τό τε γένος τύπῳ, ὅτι μεσότητές εἰσιν." Δύο γένη τῆς ἀρετῆς φησι, μεσότητα καὶ ἕξιν· ἐπὶ πλέον δὲ ἕξις μεσότητος, ἐπεὶ μὴ πᾶσα ἕξις μεσότης, ὡς αἱ θεωρητικαί· ἀλλ’ οὐδὲ αἱ κακίαι ἕξεις οὖσαι μεσότητές εἰσιν. ἢ τὸ ὅλον ὡς ἓν γένος εἶπεν, ἴσον λέγων τὸ μεσότης ὡς ἕξις·2 ἕξις γὰρ ἐν μεσότητι οὖσα ἡ ἀρετὴ καὶ τὸ ταύτης γένος, οὐχ ἁπλῶς ἡ μεσότης. οὐ γὰρ πᾶσα μεσότης ἕξις· οὔτε γὰρ ἡ αἰδὼς οὔτε ἡ νέμεσις, καίτοι μεσότητες. καὶ τοῦτ’ ἂν εἴη μᾶλλον τὸ λεγόμενον. προεῖπε γὰρ τὸ γένος, ἀλλ’ οὐ γένη. τὸ δὲ καθ’ αὑτὰς πρόσκειται, ὅτι πράξει μὲν καὶ τὰ ἀνδρεῖα ὁ σώφρων, ὑφ’ ὧν οὐκ ἐγένετο τοιοῦτος, ἀλλ’ οὐχ ᾗ σώφρων ἀλλὰ κατὰ συμβεβηκός, τῷ ἅμα καὶ ἀνδρεῖος εἶναι καὶ σώφρων. ἀντακολουθοῦσι γὰρ αἱ ἀρεταί.

“那么,关于诸德性,我们已经共同概括地说明了它们的属,即它们是中道。” 他说德性有两个属,中道和品质状态;但品质状态的外延广于中道,因为并非所有品质状态都是中道,例如理论性的品质状态;而且恶习虽然是品质状态,但也绝非中道。或者,他是将整体作为单一的属来表述的,相当于说“作为品质状态的中道”;因为德性及其属乃是处于中道之中的品质状态,而不仅仅是中道。因为并非所有的中道都是品质状态;因为羞耻与义愤虽然是中道,却不是品质状态。这倒更可能是他所表达的意思。因为他先前说的是“属”(单数),而非“诸属”。至于附加上“依其自身”,是因为节制者固然也会从事勇敢的行为(他并不是因这些行为而成为节制者的),但并非就其作为节制者而言,而是偶然地,由于他同时既是勇敢者又是节制者。因为诸德性是互为伴随的。

§3.26

"Ἀναλαβόντες δὴ περὶ ἑκάστης εἴπωμεν τίνες εἰσι." Τὸ μὲν τίνες εἰσὶ τὸ τὴν ἑκάστης οὐσίαν ὑπισχνουμένου εἰπεῖν· περὶ ποῖα δέ, ὑποκείμενα δηλονότι· πράξεις δὲ ταῦτα καὶ πάθη· πῶς δὲ ἐν τῷ τὸ ἓν μέσον αἱρεῖσθαι, οὕτω πως ὡς αἱρεῖσθαι μὲν τοῦτο, φεύγειν δὲ τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις. ἐν δὲ τῷ περὶ ἀρετῆς λόγῳ δῆλόν φησιν ἔσεσθαι καὶ τὸ πόσαι εἰσὶν αἱ ἠθικαὶ ἀρεταί, περὶ ὧν πρόκειται ἡ θεωρία· πρῶτον δὲ περὶ ἀνδρείας· μᾶλλον γὰρ τῶν ἄλλων ἐπαινετή, ὃ ἴδιον ἀρετῆς. διὰ γὰρ τὸ τὰ ἐπίλυπα καὶ ἐπίπονα ὑπομένειν 〈μᾶλλον ἐπαινεῖται. χαλεπώτερον γάρ, ὡς αὐτός φησι, τὸ τὰ ἐπίπονα ὑπομένειν〉 ἢ τῶν ἡδέων ἀπέχεσθαι. περὶ δὲ τὰ φοβερὰ πλείω κατατείνει τὸν λόγον· μάλιστα γὰρ περὶ ταῦτα ἡ ἀνδρία.

“那么,让我们重新对每一种德性分别说明它们是什么。” “它们是什么”是许诺要说明每一种德性的本质;“关于何种事物”,显然是指底层承载之物,即行为与情感;“如何”,即在于选择那唯一的中间,以这种方式去选择此中间,而避免过度与不足。而在关于德性的论述中,他说对于作为考察对象的伦理德性究竟有多少种,也将变得清楚;首先是关于勇敢;因为它比其他德性更值得赞赏,而这正是德性的固有特征。因为由于承受痛苦和辛劳之事[它受到更多赞扬;因为正如他自己所言,承受辛劳之事要比]克制快乐之事[更为困难]。对于令人恐惧之事,他展开了更多的论述;因为勇敢主要就是关于这些事物的。

§3.27

"Πενίαν δ’ ἴσως οὐ δεῖ φοβεῖσθαι." Εἰπὼν ἃ δεῖ τὸν ἀνδρεῖον φοβεῖσθαι, λέγει ἑξῆς καὶ ἃ μὴ δεῖ φοβεῖσθαι· 〈πενίαν γὰρ καὶ νόσον καὶ ὅλως τῶν κακῶν ἃ μὴ ἔστιν ἐφ’ ἡμῖν μήδ’ αἰσχρὰ τῷ ἔχοντι οὐ δεῖ φοβεῖσθαι〉. τὸ δὲ ἴσως προσέθηκεν ἐνδεικνύμενος ὅτι δεῖ μὲν αὐτὰ ἐκκλίνειν ποτὲ 〈καὶ〉 κατὰ τὸ ἐνδεχόμενον, εἰ μὴ μέλλοι τινὸς ἡμῖν αἰσχροῦ ἡ ἔκκλισις αὐτῶν αἰτία γίνεσθαι, οὐ μὴν καὶ φοβητέον αὐτά. οὐ γὰρ ἡ οὑτινοσοῦν ἔκκλισις καὶ ὁπωσοῦν φόβος ἢ διὰ φόβον.3 ἃ γοῦν ἐν τῷ βουλεύεσθαι ἐκκλίνομεν ἀποδοκιμάζοντες, ἐκκλίνομεν〈μὲν〉 καὶ 〈οὐ〉 πράσσομεν, οὐ μὴν καὶ φοβούμεθα. οὐδὲ γὰρ συστελλόμεθα ἑαυτοῖς, οὐδ’ ὅταν ἐκκλίνωμέν τι φυλασσόμενοι μολυνθῆναι· ἀλλ’ οὐδ’ ὅταν τὸν ἀπατῶντα ἐκκλίνωμεν, πάντως διὰ τὸ φοβεῖσθαι αὐτὸν ἐκκλίνομεν. ἢ ὅτι εἰ καὶ φόβον τις ταῦτα λέγει, οὐ τούτῳ ταῦτα ἔσται φοβερά.

“然而或许不应当惧怕贫困。” 在说明了勇敢者应当惧怕什么之后,他接着也说明了不应当惧怕什么;[因为贫困与疾病,以及总括而言凡是不在我们权能之内、对拥有者而言也不可耻的恶,都不应当惧怕]。而他加上“或许”,表明虽然在可能的情况下有时应当避开它们,只要对它们的规避不会成为我们某种可耻行为的原因,然而绝非应当惧怕它们。因为并不是对任何事物的规避、以任何方式的规避都是恐惧或由于恐惧。至少,我们在斟酌中予以否定而规避的事物,我们固然予以规避且不去实行,然而我们绝非惧怕它们。因为我们既不使自身退缩,在防备受到玷污而规避某物时也不如此;而且当我们规避欺骗者时,也绝非完全由于惧怕他而规避。或者因为,即使有人将这些称为恐惧,这些事物对这个人而言也绝非令人恐惧之物。

语法注3 条
  1. 3.24ὁμολογούμενον ὑπὸ τῶν πλείστων τὸ τὰς ἀρετὰς ἐφ’ ἡμῖν τε εἶναι καὶ ἑκουσίους

    中性被动分词 ὁμολογούμενον 与作为其逻辑主语的带冠词不定式短语 τὸ... εἶναι 构成了绝对宾格结构(accusative absolute)。它为主句的主要动词 δείκνυσι 和 συγκατασκευάζει 提供了作为共识的前提背景(“既然大多数人都同意……”)。

  2. 3.25ἢ τὸ ὅλον ὡς ἓν γένος εἶπεν, ἴσον λέγων τὸ μεσότης ὡς ἕξις

    注意到亚里士多德在原文中使用了单数形式 τὸ γένος(属),连词 ἢ 在此前提出“中道”与“品质状态”为两个属(δύο γένη)的解释之外,引出了另一种解读:即把“中道”视为与“作为品质状态的中道”同等,从而将整个表述视为单一的属。作者明确更倾向于后一种解释。

  3. 3.27οὐ γὰρ ἡ οὑτινοσοῦν ἔκκλισις καὶ ὁπωσοῦν φόβος ἢ διὰ φόβον

    此处省略了系动词 ἐστί。主语为 ἡ... ἔκκλισις,由不定代词属格 οὑτινοσοῦν 和副词 ὁπωσοῦν 修饰,构成全称否定的主语结构(“对任何事物的、以任何方式的规避”),后接表语名词 φόβος 以及介词短语 διὰ φόβον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:159.31-161.18