← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§15.24-16.20

作为统括性技艺的政治学与最高善

阐释了最高善必然属于最具有支配力且统括性的技艺之目的,并说明这正符合在城邦中统筹规定各项科学之存废与习得限度的政治学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

" Δόξειε δ’ ἂν τῆς κυριωτάτης εἶναι καὶ μάλιστα ἀρχιτεκτονικῆς· τοιαύτη δ’ ἡ πολιτικὴ φαίνεται." Εἰ γὰρ τοῦτο τῶν πράξεσι τελῶν πάντων ἐστὶ τελικώτατον καὶ τῶν πρακτῶν πάντων ἀγαθῶν ὑπερέχον, εἴη ἂν καὶ ἡ τέχνη ἧς τέλος τοῦτό ἐστι, κυριωτάτη τε τῶν λοιπῶν καὶ ἀρχιτεκτονική, ὡς καὶ ταῖς λοιπαῖς ἐπιτάττουσα πάσαις καὶ τέλος ἔχουσα τῶν λοιπῶν αἱρετώτερον, ὅσα τέλη ταῖς ἄλλαις ἐστίν.1 οὐκ εἶπεν ‘ἐστίν’, ἀλλὰ φαίνεται· ἤδη δὲ ἀποδείκνυσιν ἐξ αὐτῶν τῶν ἐνεργημάτων αὐτῆς. Τοιαύτη δὲ ἡ πολιτική.

“然而,它似乎属于最具有支配力且最为统括性的[科学或能力];而政治学显现出正是如此。” 因为如果这是行动中所有目的里最为终极的目的,且超越了一切可行之善,那么以它为目的的技艺也将是其余技艺中最为支配性且统括性的,因为它向其余的一切发出指令,并拥有比其余目的——即属于其他技艺的全部目的——更值得选择的目的。他没有说“是”,而是说“显现出”;但他现在立即从其自身的活动来证明这一点;而政治学正是如此。

§1.11

"Τίνας γάρ φησιν εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πόλεσι, καὶ ποίας ἑκάστους μανθάνειν, καὶ μέχρι τίνος, αὕτη διατάττει." Εἰ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι ἁπλῶς τάσδε ἢ τάσδε τὰς ἐπιστήμας2 ἐν ταῖς πόλεσι, καὶ ποίας ὑπὸ ποίων μανθάνεσθαι, αὕτη διορίζεται καὶ μέτρον αὐταῖς ἐπιτίθησι, πῶς οὐκ ἂν εἴη πασῶν ἀρχιτεκτονική; αἱ μὲν γὰρ ἄλλαι ἀρχιτεκτονικαὶ ταῖς ὑπ’ αὐτὰς τέχναις οὔσαις ἤδη χρῶνται καὶ ἐπιτάττουσι, μήτε εἰ δεῖ εἶναι ἢ μὴ εἶναι αὐτὰς ἐξετάζουσαι, μήτε μέχρι τίνος δεῖ προβαίνειν ἐν τοῖς ἔργοις αὐτάς, μήτε μὴν ὁποῖον δεῖ εἶναι τῶν τεχνιτῶν ἕκαστον, ἵν’ εἴη τῇ τέχνῃ κατάλληλος. ἡ δέ γε πολιτικὴ πολλὴν ποιεῖται καὶ περὶ τούτων φροντίδα, πῇ μὲν σκοποῦσα μὴ ματαιοτεχνίαι τινὲς ἐπιτηδεύωνται ἐν ταῖς πόλεσι μηδὲν σπουδαῖον δυνάμεναι κατορθοῦν ἐν αὐταῖς κἀντεῦθεν τὰ ἤθη τῶν πολιτῶν διαφθείρουσαι, τῷ εἰς παιδιάς τινας καὶ ἀνονήτους ἐργασίας ἀπασχολεῖν τοὺς αὐτῶν λογισμούς, οἵα ἐστὶν ἥ τε ἱμαντοπαικτικὴ καὶ ὀρχηστικὴ καὶ πολλαὶ ἕτεραι, πῇ δὲ περὶ κακοτεχνιῶν ἐξετάζουσα, μήπου τινὲς φιλομόχθηροι ὄντες εἰς βλάβην τῶν πολιτῶν ἐπιτηδεύωσί τινα, νύκτωρ ταῖς οἰκίαις αὐτῶν ἐπεμβαίνοντες καὶ τοιχωρυχοῦντες τυχὸν ἢ διαιροῦντες στέγας ἢ ἱερὰ συλῶντες ἢ πῦρ ὑφάπτοντες οἰκίαις καὶ ἀνθρώποις ὀλέθριον ἢ ἕτερ’ ἄττα δρῶντες φθορᾶς καὶ ἀπωλείας παραίτια. ἀλλὰ κἄν τινες εἶεν τέχναι ἀνθρώποις ὠφέλιμοι, οὐδὲ ταύτας ἀβασανίστους ἀφίησιν ἡ πολιτική· μετρεῖ δὲ μᾶλλον καὶ ταύτας, μή πῃ πέρα πολὺ τοῦ χρειώδους προβαίνουσαι εἰς περιττά τινα καὶ ἀνόνητα παρεκκλίνωσι, παιδιώδη τινὰ καὶ μηδὲν ἔχοντα σπουδαῖον ἐπιτηδεύουσαι, ὡς ἡ τεκτονικὴ τὰς ἁλλομένας ξυλίνους ἐλάφους3 ἢ μύας τρέχοντας ἢ ὄφεις ἕρποντας ἤ τι τοιοῦτον, οἷσπερ ἂν τέρπωνται ψυχαὶ παιδιαῖς εὐφραινόμεναι καὶ σπουδῆς ἀπεχόμεναι.

“因为他说,诸科学中哪些应当存在于城邦之中,以及每个人应当学习哪一类、学到什么程度,正是由它来规定的。” 因为,如果由它自身来断定这些或那些科学是单纯地存在还是不存在于城邦之中,以及哪类人应当学习哪一类科学,并为它们规定限度,它又怎能不是对一切最具统括性的呢?因为其他统括性的技艺仅仅是使用并统领业已存在于其下的诸技艺,既不考察它们是否应当存在,也不考察它们在各自的工作中应当推进到何种程度,更不考察每个工匠应当具备何种品质才能适合于该技艺。然而政治学也对这些事情倾注了极大的关切:一方面留心以防城邦中实行某些无法在其中成就任何严肃之事、并由此通过使市民的心思沉湎于某些玩乐和无益的活动而腐蚀市民品性的虚浮技艺(如皮带游戏、舞蹈以及其他许多技艺);另一方面考察有害的技艺,唯恐有心术不正之徒从事危害市民之事,如夜间侵入市民的宅第,也许是凿壁潜入,或是拆毁屋顶,或是洗劫神庙,或是放火焚毁房屋并残害人命,或是做出其他导致败坏与毁灭的事情。然而,即使有一些对人类有益的技艺,政治学也绝不放任它们未经审视;相反,它更为这些技艺设定尺度,唯恐它们远远超出必需的限度而偏离到多余且无益的事情中,从事幼稚且毫无严肃意义的事情——正如木工技艺[制造出]跳跃的木鹿、奔跑的耗子、爬行的蛇或任何诸如此类的东西,那些乐于游戏而远离严肃事务的灵魂便借此取乐。

语法注3 条
  1. 1.10ὅσα τέλη ταῖς ἄλλαις ἐστίν

    关系代词 ὅσα 将先行词 τέλη 吸收并入关系从句内部(先行词的同化/并入)。在语境中,它同位解释或限定了前面的 τῶν λοιπῶν(“其余的[诸目的]”),意为“属于其他诸技艺的所有目的”。

  2. 1.11τὸ εἶναι ἢ μὴ εἶναι ἁπλῶς τάσδε ἢ τάσδε τὰς ἐπιστήμας

    中性单数定冠词 τὸ 将后续的整个不定式短语系列(τὸ εἶναι ἢ μὴ εἶναι ... καὶ ποίας ... μανθάνεσθαι)名词化,整体构成主动词 διορίζεται(“规定/判定”)的直接宾语。

  3. 1.11ὡς ἡ τεκτονικὴ τὰς ἁλλομένας ξυλίνους ἐλάφους

    在 ὡς 从句中省略了谓语动词(如 ποιεῖ 或 κατασκευάζει,“制造/制作”)。它承接前文的分词 ἐπιτηδεύουσαι(“从事/经营”),以木工制造木鹿等为例具体说明技艺偏离必需限度的情形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:15.24-16.20