← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§158.27-159.30

天赋的善之视觉与行为和品质状态的支配

优斯特拉修释读了亚里士多德关于优异天赋(明辨善的目的之视觉)的论述,指出即便确立目的受本性规定,行为本身依然是自愿的。进而他辨析了行为与品质状态的区别:行为自始至终在我们掌控之中,而品质状态仅在其发端时受我们支配。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

" Καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι." Δηλονότι τὸ εὖ· λείποι δ’ ἂν ἡ ‘πρὸς’ πρόθεσις, οἷον ἵνα ᾖ· τὸ καλῶς πρὸς τὸ πεφυκέναι.1 ἢ εἰ οὕτως, λέγοι ἂν τὸ ᾧ κρίνειν ἔστιν, οἷον ὄψιν κριτικὴν τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ φασιν εἶναι, ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυία· οὗτος γάρ ἐστιν ὡς ἀληθῶς εὐφυής, ᾧ ἡ ὄψις ἡ τοιαύτη ἐν τῇ ψυχῇ καλῶς πέφυκεν. εἰ γὰρ μέγιστον μὲν τοῦτο πρὸς τὴν αἵρεσιν τῶν ἀγαθῶν, τοῦτο δ’ οὐχ οἷόν τε παρ’ ἑτέρου λαβεῖν, ἀλλὰ δεῖ φῦναι ἔχοντα αὐτό, εἴη ἂν κυρίως εὐφυὴς ὁ τοῦτο εὖ πεφυκὼς ἔχων, οὗ οὐκ ἐσμὲν κύριοι. ὥστε εἰ διὰ τὴν τοῦ τέλους ἄγνοιαν οἱ κακοὶ κακοί, ἄγνοια ἂν αὐτοῖς τῆς κακίας αἰτία, ἧς αὐτοὶ ἑαυτοῖς αἴτιοι, ὡς εἴπομεν. ἀμφοῖν γὰρ ὁμοίως τῷ ἀγαθῷ καὶ τῷ κακῷ· τοῦτο ὡς πρὸς τὸ συγχωρεῖσθαι ὑπὸ πάντων ἑκουσίους εἶναι τὰς ἀρετάς. εἰ διὰ τοῦτο οὐδὲν μᾶλλον ἡ κακία ἢ ἡ ἀρετὴ ἑκούσιον ἢ ἀκούσιον ἔσται, τὸ τέλος φύσει, 〈τουτέστιν〉 οὐκ ἐπ’ αὐτῷ διὰ τὸ ἢ φῦναι τοιόνδε ἢ μὴ φῦναι. ἕπεσθαι γὰρ τῷ φῦναι τοίῳ ἢ τοίῳ καὶ τὸ ἀγαθὸν καὶ μέτρον τῆς φύσεως ὡς ἑκάτερον τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ ποιεῖσθαι τὴν ἀντίληψιν· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ δι’ αὑτὸν ἐν ταῖς πράξεσι καὶ ἐν τῷ τέλει. διὰ τούτων δείκνυσι τὸ τὰς πράξεις δι’ ὧν γίνονται ἐφ’ ἡμῖν τε καὶ ἑκουσίους εἶναι. εἰ οὖν αὗται, καὶ αἱ ἕξεις ἐν αἷς αἱ πράξεις ἑκούσιοι. εἰ δέ ποτε ἐν τοῖς καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις εὑρίσκεται τὸ ἀκούσιον, ἀλλὰ καὶ τοῦ παύσασθαι, ὡς φθάνομεν εἰπόντες, ἅπαξ τὴν ἀρχὴν ἡμῶν ἐνδεδωκότων οὐκ ἐφ’ ἡμῖν ὄντος. εἰ διὰ ταῦτά τις τῷ ἀκουσίῳ ταύτας προσνέμοι, οὐδὲν πρὸς ἔπος·2 ἀλλ’ αἱ μὲν πράξεις ἐφ’ ἡμῖν καὶ ἑκούσιοι, ἀκούσιοι δὲ τῷ περὶ τόνδε ἢ τόνδε ἢ διὰ τοῦδε ἢ τι ἄλλο, δι’ ὃ ἀγνοούμενον ἀκούσιος ἡ πᾶσα πρᾶξις· ἀλλ’ εἰ καὶ ταῦτα ἀκούσια, ἀλλ’ οὐ καὶ τὸ ἄρξασθαι τῆς πράξεως καὶ τὸ προελθεῖν καὶ τὸ ὅτε θέλομεν παύσασθαι τῆς πράξεως. αὐτοὶ γὰρ τὴν ἐξουσίαν ἔχομεν. ὥστε ἀπ’ ἀρχῆς μέχρι τέλους ἡμεῖς αὐτῶν κύριοι, καὶ τῆς ἀρχῆς καὶ τῆς προσθήκης καὶ τοῦ τέλους. τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς αὐτοὶ κύριοι· τοῦ γὰρ τάδε πράττειν ἢ μή, ἐξ ὧν αἱ ἕξεις τὴν ἀρχὴν λαμβάνουσιν, ἡμεῖς κύριοι· διὸ καὶ τῶν ἕξεων· οὐκέτι μέντοι ἡ πρόσθεσις ἡ γινομένη μετὰ τῆς ἀρχῆς καθ’ ἑκάστην ἡμέραν ἡμῖν γνώριμος, 〈διὸ οὐδ’ ἐφ’ ἡμῖν ἡ ἐπίδοσις, ὥσπερ οὐδ’ ἐπὶ τῶν νόσων αἷς αὐτοὶ μὲν τὴν ἀρχὴν προσέχομεν νοσοῦντες, οὐ μὴν ἡ ἐπίδοσις αὐτῶν ἡ γινομένη γνώριμος〉, ἀλλ’ οὐδὲ τὸ παύσασθαι ἐπ’ αὐτοῖς ὅτε θέλουσιν οὔτε τῶν νόσων οὔτε τῶν ἕξεων. ἀλλ’ ὅτι ἐφ’ ἡμῖν οὕτως ἢ οὕτως χρήσασθαι, τουτέστι μὴ ταῦτα οὕτως ἐνεργεῖν, ἐξ ὧν αἱ τοιαῦται ἕξεις.

“而在这方面生来良好且出色。” 显然是“良好地”[生来具备];但介词“朝向”大概被省略了,例如为了构成“朝向生来具备而言是出色地”。或者如果是这样,他指的会是:借以进行判断的能力——正如人们所说的对于目的和善的批判性视觉——乃是完全且真正的天赋才能;因为真正得天独厚的人,乃是其灵魂中出色地生来具备此种视觉的人。因为,如果这一点对于诸善的选择而言至关重要,且不可能从他人那里获得,而是必须生来就具有它,那么生来很好地具有它的人就会是严格意义上的天赋卓越者,而对此我们并不是主人。因此,如果恶人是由于对目的的无知而成为恶人,那么正如我们所说,他们自己作为自身原因的这种无知就会是他们恶行的原因。因为这同样适用于善人和恶人两者;这是针对人人都承认德性是自愿的这一点而言的。如果由于这一点,恶决不比德性更自愿或更非自愿,那么目的就是依本性的,也就是说,由于生来如此或未能生来如此,它并不在他权能之内。因为伴随着生来是这样或那样的人,善以及本性的尺度也随之而来,从而使各自形成对于目的和善的领悟;因为恶人同样也具备在诸行为中和在目的中由于他自身而有的东西。通过这些,他表明那些使它们产生的行为既在我们权能之内又是自愿的。因此,如果这些行为是自愿的,那么行为所处于其中的品质状态也是自愿的。但是,如果在行为所在的个别情况中有时发现有非自愿的成分,并且正如我们先前所说,一旦我们让渡了开端,停止也就不在我们权能之内了——如果某人由于这些原因将这些品质状态归入非自愿之列,那是毫不相干的;相反,行为在我们权能之内且是自愿的,只是在关于某人或由于某手段或某种其他事物上是非自愿的,由于对这些事物的无知,整个行为才成为非自愿的;然而,即便这些是非自愿的,但开启行为、推进行为以及在我们意愿时停止行为,却绝非是非自愿的。因为我们自己拥有支配权。因此从始至终我们都是它们的主人,既是开端的主人,也是进程和终点的主人。但对于品质状态而言,我们自己固然是开端的主人;因为做或不做这些事情——品质状态正是由此获得开端的——乃是在我们权能之内;因此我们也是品质状态的主人;然而,开端之后逐日发生的增添却不再为我们所知晓,[因此其增长也不在我们权能之内,正如在疾病的情形中一样,我们在生病时固然关照其开端,但疾病所发生的增长却不为我们所知晓,]无论对于疾病还是品质状态,在他们意愿时停止都不在他们权能之内。然而,〔品质状态是自愿的,〕因为以这种或那种方式行事,即不以这种方式去从事产生此类品质状态的活动,曾是在我们权能之内的。

语法注2 条
  1. 3.23λείποι δ’ ἂν ἡ ‘πρὸς’ πρόθεσις, οἷον ἵνα ᾖ· τὸ καλῶς πρὸς τὸ πεφυκέναι

    对引文中重叠副词“τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι”的句法解释。注疏者指出此处可能省略了介词πρός,从而将其补全理解为“τὸ καλῶς πρὸς τὸ πεφυκέναι”(就生来具备而言是出色地)。

  2. 3.23εἰ δέ ποτε ἐν τοῖς καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις εὑρίσκεται τὸ ἀκούσιον... εἰ διὰ ταῦτά τις τῷ ἀκουσίῳ ταύτας προσνέμοι, οὐδὲν πρὸς ἔπος

    包含双重条件从句(εἰ δέ ποτε... εἰ διὰ ταῦτά τις...)以及独立属格结构(ἅπαξ τὴν ἀρχὴν ἡμῶν ἐνδεδωκότων οὐκ ἐφ’ ἡμῖν ὄντος)的复杂句。主句为省略动词的短语“οὐδὲν πρὸς ἔπος[ἐστί]”(毫不相干/无关宏旨),随后的“ἀλλ’ αἱ μὲν πράξεις...”与之构成对比并引出正面反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:158.27-159.30