← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§157.21-158.26

显现之善的决定论异议与德恶的自愿性

亚里士多德提出了决定论者的反驳,即所有人追求显现的善皆因受制于出于本性的表象,并指明这一论证若成立则不仅恶、甚至连德性也将成为非自愿的,以此驳斥了该异议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22

" Εἰ δέ τις λέγει ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθοῦ." Τίθησι τὸν δοκοῦντα μάλιστα ἀναιρεῖν λόγον τὸ ἑκούσιον μὴ εἶναι τὸ ἀπὸ τῶν φαντασιῶν,1 καὶ θεὶς παραλιπὼν τὸ καθόλου λύει αὐτόν. ἐπεὶ προέκειτο αὐτῷ δεικνύειν, ὅτι καὶ αἱ κακίαι ὁμοίως ταῖς ἀρεταῖς ἑκούσιοι ὡς συγχωρουμένου ὑπὸ πάντων τοῦ τὰς ἀρετὰς ἑκουσίους εἶναι, δείκνυσιν ὅτι οὐδὲν ὁ λόγος οὗτος βοηθεῖ τοῖς λέγουσιν, ὅτι ἀκούσια τὰ ἁμαρτήματα, ἐπεὶ τοῦτο πάντα ἀκούσια δείκνυσιν. ὥστε εἰ μὴ ἱκανὸς ἀνελεῖν τὸ τὰς ἀρετὰς ἀκουσίους εἶναι, οὐδ’ ἂν τὰς κακίας ἀκουσίους δεικνύοι. λύει δ’ αὐτὸν οὕτως, ἐπεὶ μάλιστα ἐχρῶντο αὐτῷ οἱ βουλόμενοι δεικνύειν ἀκούσια τὰ ἁμαρτήματα. ὁ δὲ πᾶς λόγος οὕτως ἂν εἴη· εἰ μὴ τῶν φαντασιῶν ἐσμεν αὐτοὶ κύριοι τῶν γινομένων ἡμῖν ἀγαθῶν, αἷς ἑπόμενοι τοιάδε ἢ τοιάδε πράττομεν, οὐδ’ ἂν τὸ τοιάδε ἢ τοιάδε πράσσειν ἐφ’ ἡμῖν εἴη. ἀλλὰ μήν ἐσμεν οὐδαμῶς κύριοι αὐτοὶ τῶν περὶ τῶν ἀγαθῶν ἡμῖν προσπιπτουσῶν φαντασιῶν· ὁποῖοι γάρ ἐσμεν, τοιοῦτον ἡμῖν καὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος φαίνεται, ἐκ φύσεως δὲ καὶ φύσει ἐσμὲν τοῖοι ἢ τοῖοι. ὁ μὲν γάρ τις οὕτω πέφυκεν ὡς διορᾶν δύνασθαι τὰ ὄντως ἀγαθά, ὁ δέ τις οὐχ οὕτως· φύσις ἄρα ἡμῖν αἰτία τῆς τῶν ἀγαθῶν φαντασίας· εἰ δὲ φύσις, οὐχ ἡμεῖς ἐσμεν κύριοι αὐτῶν, οὐδ’ ἄρα ἐφ’ ἡμῖν τὸ ἀγαθοῖς ἢ κακοῖς εἶναι. ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος· αὐτὸς δὲ οὕτως αὐτὸν ἔθηκεν, ὡς ἀναιρεῖν μόνον θέλοντα τὸ μὴ εἶναι ἐφ’ ἡμῖν τὸ ἁμαρτάνειν. καὶ γὰρ ἐχρῶντο αὐτῷ οἱ ἀκούσια τὰ ἁμαρτήματα λέγοντες. διὰ τοῦτο γὰρ ἔλαβε καὶ τὸ εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιεῖν. τοῦτό τοι καὶ τὴν λύσιν αὐτοῦ τοιαύτην ποιεῖται, κοινοποιῶν αὐτὴν καὶ δεικνὺς ὡσαύτως ἔχοντι καὶ ἐπὶ τῶν ἀρετῶν· ὁμοίως γὰρ καὶ αὗται ταῖς κακίαις οὐκ ἐφ’ ἡμῖν ἔσονται. οὐδὲ γὰρ εἰ ἡ τοῦ δεῖνος φαντασία οὐκ ἀληθής, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον· οὐ γὰρ δὴ εἰ τῷ μὲν κακῷ τὸ τέλος φύσει εἴη, ὁπωσδήποτε φαίνεται τοιοῦτον. διὸ πάντα πράττει πρὸς τὸ τούτου τυγχάνειν ἀναφέρων αὐτὰ οὐ καὶ τῷ ἀγαθῷ οὕτως. εἴτ’ οὖν μὴ τὸ τέλος φύσει φαίνεται τοιοῦτον ἀλλά τι καὶ παρ’ ἡμᾶς ἐστι πρὸς τὴν τοῦ τέλους καὶ ἀγαθοῦ φαντασίαν, ἢ εἰ τὸ μὲν τέλος φύσει, τὸ δὲ τὰ πρὸς τὸ τέλος φέροντα πράσσειν ἑκουσίως τὸν ἀγαθὸν τὴν ἀρετὴν ἑκούσιον λέγουσιν, οὐδὲν ἧττον καὶ ἡ κακία δι’ αὐτὰ ἑκούσιον ἔσται. ὁμοίως γὰρ τῷ κακῷ ἡ περὶ τοῦ τέλους 〈φαντασία ὑπάρξει〉 καὶ τὸ ἐν ταῖς τοῦ τέλους χάριν πράξεσι γινομέναις ἑκούσιον· ἀνακόλουθα γὰρ λεγόντων ἐστὶ2 τὸ μὲν ἀγαθοῖς εἶναι ἑκούσιον εἶναι, τὸ δὲ κακοῖς ἀκούσιον διὰ τὸ τῶν φαντασιῶν μὴ ἡμᾶς εἶναι κυρίους.

“然而,如果有人说所有人都追求显现的善。” 他提出了那个最显得取消自愿性的论证,该论证主张出于表象的事物并非自愿;在提出之后,他略过普遍问题而解决了它。因为,既然摆在他面前的任务是要表明恶同德性一样也是自愿的——因为人人皆承认德性是自愿的——他就指明,这一论证对于那些说犯错是非自愿的人毫无助益,因为这表明一切事物都是非自愿的。因此,如果它不足以确立德性是非自愿的,它也就不能表明诸恶是非自愿的。他之所以这样解决它,是因为那些想要表明犯错是非自愿的人最常利用这一论证。整个论证大概如下:如果我们自己不是降临于我们的关于善的表象的主人,而我们遵循这些表象做出这样或那样的行为,那么做出这样或那样的行为也就不会在我们权能之内了。然而,我们自己决不是降临于我们的关于善的表象的主人;因为我们是怎样的人,善和目的对我们显现出的也就是怎样的,而且从本性上以及依本性而言,我们就是这样或那样的人。因为某人本性如此,以致能够明察真正的善,而另一个人则不是这样;因此本性是我们关于善的表象的原因;如果是本性,我们便不是表象的主人,因此成为善人或恶人也就不在我们权能之内了。整个论证便是如此;但他自己之所以这样提出它,是因为它仅仅试图取消“犯错在我们权能之内”。因为那些主张犯错是非自愿的人确实利用了它。正因如此,他也采纳了“如果没有任何人是自己作恶的原因”这一说法。正因如此,他给出的解决也是这一性质的:将它普遍化,并表明在德性上情况亦同样如此;因为德性同样也将像恶一样不在我们权能之内。因为即便某人的表象并非真实,德性也决不比恶更为非自愿;因为决不能说,如果对于恶人而言目的是依本性的,无论它以何种方式显现为如此——为此他做一切事都归结于达到它——而对于善人而言却不是这样。因此,无论目的是否并非依本性显现为如此,而是我们自己对于目的和善的表象也有某种作用;抑或即便目的是依本性的,但由于善人自愿做出导向目的之事,人们便称德性为自愿的,那么恶通过这些行为也同样将是自愿的。因为对于恶人而言,关于目的的[表象将同样存在],且为了目的而发生的行为中的自愿性亦同样存在;因为基于我们不是表象的主人而主张成为善人是自愿的、成为恶人是非自愿的,乃是说话自相矛盾者的主张。

语法注2 条
  1. 3.22τὸ ἑκούσιον μὴ εἶναι τὸ ἀπὸ τῶν φαντασιῶν

    作为同位语或说明性成分修饰名词 τὸν ... λόγον 的不定词短语。其中 τὸ ἀπὸ τῶν φαντασιῶν 作为主语(“出于表象的事物”),τὸ ἑκούσιον 作补足语/谓词(“不是自愿的”)。

  2. 3.22ἀνακόλουθα γὰρ λεγόντων ἐστὶ

    属格分词 λεγόντων 是表特征的述语属格(“属于说……之人的特征”)。中性复数形容词 ἀνακόλουθα 作 λεγόντων 的宾语(“前后不一贯的话”),而全句的主语是后续的带冠词不定词短语(τὸ μὲν ... τὸ δὲ ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:157.21-158.26