- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:156.1-157.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯从劝导与说服的有效性论证了行为的自愿性与责任,并通过立法者对醉酒和应负责的无知施加惩罚,指出并非所有无知都是非自愿的。进而,他借助身体和物理的比喻说明,即使习惯化的恶德品质无法在想要时随心所欲地终止,只要其开端是自愿的,行为者便依然难辞其咎。
" Καίτοι πρὸς ἃ μήτ’ ἐφ’ ἡμῖν ἐστι." Εἰ γὰρ μάταιον καὶ κενὸν τὸ προτρέπειν τινὰ περὶ ταῦτα, ἃ οὐκ ἔστιν ἐπ’ αὐτῷ, δῆλον ὡς τὰ περὶ ὧν τὰς προτροπὰς ποιοῦνται πάντα 〈ἐφ’ ἡμῖν〉 ἐστιν. εἰ γὰρ περὶ τῶν οὐκ ἐφ’ ἡμῖν, ἀδύνατον πεισθῆναί τινα προτρέποντι. περὶ δὲ ὧν πειθόμεθα καὶ οἷόν τε πεισθῆναι, ταῦτ’ ἂν ἐφ’ ἡμῖν εἴη. ὡς οὐδὲν πρὸ ἔργου πεισθῆναι ὄντος1 μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἀντὶ τοῦ προτιμοτέρου συμφέροντος πλείονος· Ἰσοκράτης “ἵνα πρὸ ἔργου τι γένηται” ἀντὶ τοῦ πλεῖον· κἀνταῦθα οὖν κεῖται ἀντὶ τοῦ οὐδὲν πλείονος ὄντος πρὸς τὸ πεισθῆναι. ἢ τὸ οὐδὲν ἀντὶ τοῦ οὐδαμῶς, ὡς ἔχει τὸ ‘οὐδὲν γὰρ εὐδαίμων’, ἢ λειπούσης τῆς ‘κατὰ’ προθέσεως, ἵν’ ᾖ· κατ’ οὐδὲν γὰρ πλέον. ἔστι δὲ τοῦτο Ἀττικῆς συνηθείας οὕτω λέγειν. ὡς καὶ τὸ πρὸ ὁδοῦ Ὅμηρος “σύν τε δύω ἐρχομένῳ πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν” ἀντὶ τοῦ προηγουμένως· καὶ Λουκιανὸς ἐν τῷ Μικύλλῳ “πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς.”
“然而对于那些既不在我们权能之内的。” 因为,如果就某人力量所不及的事情对他进行劝导是徒劳而虚妄的,那么显而易见,他们就之进行劝导的事物全都[在我们权能之内]。因为若是关于不在我们权能之内的事物,任何人都不可能被劝导者说服。但凡是我们被说服并且能够被说服的事物,这些就会是在我们权能之内的。 “既然被说服不发热、不感受痛苦或不饥饿是毫无益处的”,其中的“益处”是代替更受重视的、更有利的、更大的事物而说的;伊索克拉底说“以便产生某种益处”也是代替“更大的事物”而言;因此在这里它也是代替“对于被说服毫无更大的益处”而使用的。或者“毫无”是代替“决不”,正如“因为他决非幸福”中的用法一样;抑或是省略了介词“kata”,以致其意为“因为在任何方面都没有更大的益处”。这样说话乃是阿提卡的习惯。又如荷马关于“在路上”说“二人同行,我们在路上将先商议当说什么”,以此代替“预先”;卢西安在《米库洛斯》中亦言:“在路上你将为了大麦粉而为此劳碌。”
" Οἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμια." Οὕτω Πιττακὸς ὥρισεν, εἷς τῶν ἑπτὰ σοφῶν. καὶ μὴ χαλεπά ἐστι, γνωσθῆναι δηλονότι, οἷον περὶ κλήρων διαδοχὰς καὶ ὅσα τοιαῦτα, ἃ οὐ χαλεπὰ γνωσθῆναι. ἀλλ’ ἴσως τοιοῦτός τίς ἐστιν ὥστε μὴ ἐπιμεληθῆναι. εἰ δέ τις, φησίν, αἰτιᾶται τὸ μηκέτι δύνασθαι ἐπιμελεῖσθαι τοῦ ἀλλοῖος γενέσθαι, οἷον μὴ φιλήδονος εἶναι μηδὲ ὀργίλος διὰ τὸ ὑπὸ τῆς ἡλικίας ἤδη προειλῆφθαι καὶ τὴν ἕξιν δυσαπότριπτον εἶναι, ἀληθῆ μὲν ἐρεῖ, οὐ μὴν διὰ τοῦτο ἄκων ἐστὶν 〈ὁ〉 τοιοῦτος καὶ ἀνεύθυνος ἔσται. τοῦ γὰρ τοιοῦτος εἶναι καὶ γεγονέναι αὐτὸς αἴτιος, τοῦτο μὲν ἀνειμένως ζῶν, τοῦτο δὲ κακουργῶν, τοῦτο δὲ ἐν πότοις καὶ μέθαις διατελῶν τὸν βίον. εἰ γὰρ ἐκ τῶν τοιούτων ἐνεργειῶν τοιοῦτος, τούτων δὲ αὐτὸς ἀρχή (ἐνῆν γὰρ αὐτῷ μὴ ποιεῖν ταῦτα· ἐπ’ αὐτῷ γὰρ ἦν τὸ τοιοῦτος εἶναι), αὐτὸς αἴτιος, ἑκὼν 〈ἄρα πονηρός· εἰ δὲ ἑκὼν〉 πονηρός, ἑκὼν ποιεῖ καὶ διὰ πονηρίαν ποιῶν ἁμαρτάνει. τὸ μὲν οὖν ἀγνοεῖν, ὅτι ἐκ τοῦ ἐνεργεῖν περὶ ἕκαστα. ὅτι μὴ πᾶσα ἄγνοια ἀκούσιον, ἐντεῦθεν ἔστιν ἑλεῖν. εἰ μὲν γὰρ ἐπὶ πᾶσιν ἐκολάζοντο 〈οἱ〉 ἁμαρτάνοντες, ἴσως ἄν τις ὑπελάμβανε τὴν κόλασιν ἐπὶ τῇ τῶν πράξεων γίνεσθαι μοχθηρίᾳ, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἑκουσίως πραχθεῖσιν. ἐπὶ δὲ τῶν ὁμοίως πραξάντων οἱ μὲν κολάζονται, οἱ δὲ ἀφίενται συγγινωσκόμενοι· οὐ διότι ἡ πρᾶξις τοιαύτη κολάζουσιν, ἀλλ’ 〈ὅτι〉 ὁ πράττων αὐτὴν ἑκὼν τοιοῦτος.
“例如对于醉酒者刑罚加倍。” 七贤之一皮塔库斯便是如此规定的。 “并且不是困难的”,显然是指被知晓不是困难的,例如关于遗产的继承以及诸如此类不难知晓的事物。 “然而也许某人就是这种不加留心的人。”他说,如果有人借口说自己不再能够留心使自己成为另一种人,例如由于已经受制于年龄且品质难以去除,因而不再能变得不好乐、不暴躁,那么他虽是说了实话,但这种人并不因此就是非自愿的,也不是无需负责的。因为他是自己成为这样的人以及变成这样的人的原因,一方面是放纵地生活,另一方面是行恶,再一方面是在饮酒作乐与醉生梦死中度过一生。因为如果由于这些现实活动而成为这样的人,而这些活动的始原是他自己(因为他本来可以不做这些事;因为成为这样的人取决于他自己),那么他自己就是原因;[因此他是自愿邪恶的;如果他是自愿]邪恶的,他就是自愿行动,并且因邪恶而行动从而犯错。 “因此,不知道[品质]是由关涉各具体事物的现实活动而来的。”并非一切无知都是非自愿的,这一点可以从这里领会。因为如果犯错者因一切行为而受惩罚,也许有人会设想惩罚是针对行为本身的恶劣性而发生的,而非针对自愿做出的行为。但对于做了类似行为的人,有的受罚,有的则蒙受宽恕而被赦免;人们惩罚他们,不是因为行为本身具有如此性质,而是[因为]做出该行为的人自愿成为这样的人。
"Οὐ μὴν ἐάν τε βούληται ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιος." Εἰ διὰ τὸ μὴ 〈ὅτε〉 βούλεταί τις παύσασθαι τοῦ εἶναι 〈τοιοῦτος〉 φησὶν ἀκούσιόν τις καὶ τὴν ἀρχὴν διατείνοιτο τῆς τοιαύτης ἐνεργείας, οὐδὲν ὁ τοιοῦτος βούλεται λέγειν. ἐνῆν γὰρ αὐτῷ μὴ τὴν ἀρχὴν ἐνδοῦναι πρὸς τὴν τῶν τοιούτων μελέτην, ἅπαξ δὲ καταστάντι τοιούτῳ ὁποῖον ἡ ἄσκησις τῶν τοιούτων ἀπειργάσατο οὐκέτι τοῦ βούλεσθαι τὴν τοιαύτην ὁρμὴν ἐπισχεῖν.2 οὐδὲ γὰρ ὁ κατὰ κρημνοῦ ἑαυτὸν ἀφεὶς ὅτε βούλεται καθέξει τὴν καταφοράν, οὐδ’ ὁ τὸν ἔρωτα συγχωρήσας ἀναχαιτίσει τὸ ἔργον, οὐδ’ ὁ διαίτης μοχθηρᾶς ἐμφορηθεὶς κωλύσει τὴν ἀπὸ ταύτης ἐγγινομένην τῷ σώματι βλάβην, οὐδὲ συλλήβδην εἰπεῖν, ὅ τι τῶν τοιούτων ἐπισπασάμενος καὶ ἐγγυμνασάμενος τῷ ἑκουσίως περὶ ταῦτα διαγενέσθαι, ἑκούσιον σχοίη καὶ τὴν ἀπαλλαγὴν ὅτε θέλει. οὐχ ὅτι δὲ μὴ ὅτε θέλει ἐξίσταται, ἤδη καὶ ἡ ἀρχὴ ἑκούσιος.3 ἱκανὰ γὰρ τὰ ὑποδείγματα τοῦ μὲν τὸ ἀκούσιον, τοῦ δὲ τὸ ἑκούσιον μαρτυρῆσαι.
“然而,即便他愿意,他也不会停止做不公之人而成为公正的。” 如果有人因为某人在[愿意的时候]不能停止成为[这样的人],就坚称此类现实活动的始原也是非自愿的,那么这样的人所说的话毫无意义。因为他原本可以从一开始就不投身于此类事物的练习,但是一旦他确立为如同此类事物的训练所塑造成的那种人,要抑制这种冲动就不再属于意愿的权能了。因为纵身跳下悬崖的人不能在愿意时制止坠落,屈服于情欲的人不能遏制其发作,饱食不良饮食的人不能阻止由此给身体带来的损害,简而言之,凡是招致任何此类事物并通过自愿生活于其中而训练了自己的人,都绝不能在想要时也能自愿摆脱。并不是因为他不能在想要时退出,始原就不再是自愿的。因为这些范例足以见证前者的非自愿性与后者的自愿性。
- 3.19ὡς οὐδὲν πρὸ ἔργου πεισθῆναι ὄντος
注疏者将亚里士多德原文(1113b28,原文作带有主格/宾格绝对分词的 ὂν τὸ πεισθῆναι)转换为属格绝对结构(ὄντος)来进行解释。否定词 οὐδὲν 作为状语性宾格(或代替 οὐδαμῶς,或省略了介词 κατά)修饰表语性介词短语 πρὸ ἔργου(“有益的”、“有用的”)。
- 3.21οὐκέτι τοῦ βούλεσθαι τὴν τοιαύτην ὁρμὴν ἐπισχεῖν
定指属格不定式 τοῦ βούλεσθαι 作表语性属格,表示所属范围或能力(省略了联系动词 ἐστί):字面意思为“抑制这种冲动已不再属于意愿的权能范围(不是仅凭希望就能做到的)”。
- 3.21οὐχ ὅτι δὲ μὴ ὅτε θέλει ἐξίσταται, ἤδη καὶ ἡ ἀρχὴ ἑκούσιος
在 οὐχ ὅτι... ἤδη(“并非因为……就随之推出……”)句式中,此句否定了“无法随意抽身便意味着始原也是非自愿的”这一推论。尽管传抄文本作 ἑκούσιος,但从上下文来看,其逻辑含义应为否定(即或者应读作 ἀκούσιος,或者受整个句子的否定统辖,意为“并不意味着始原就不是自愿的”)。各语言翻译皆依照前后文的论证逻辑作了一致的理解。
