← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§154.17-155.27

德性与恶德的自愿性及在我们权能内的行为

厄斯特拉提奥斯立足于思虑与选择的结构,梳理了德性、恶德及其现实活动皆属于自愿且在我们权能之内的论证。此外,他反驳了基于抑扬重音将“没有人自愿作恶”这句谚语解释为“受苦”的异说,维护了亚里士多德的解释,并阐明了无知、强迫与自愿性之间的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16

" Ὄντος δὲ βουλητοῦ μὲν τοῦ τέλους." Ὅτι ἐφ’ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ κακοῖς,1 δείκνυσι προσχρώμενος τοῖς εἰρημένοις περί τε τοῦ βουλεύεσθαι καὶ περὶ προαιρέσεως. εἰ γὰρ αἱ τῶν ἀρετῶν ἐνέργειαι περὶ τὰς πράξεις τὰς πρὸς τὸ τέλος, αὗται δὲ προαιρεταὶ καὶ ἑκούσιοι καὶ ἐφ’ ἡμῖν (βουλευταὶ γάρ), ἡ δὲ βουλὴ περὶ τῶν ἐφ’ ἡμῖν (καὶ γὰρ ἡ προαίρεσις τῶν βουλευτῶν τινος), καὶ 〈αἱ〉 τῶν ἀρετῶν ἐνέργειαι ἐφ’ ἡμῖν. τὸ γὰρ αἱ περὶ ταῦτα πράξεις εἴρηται ἀντὶ τοῦ αἱ περὶ τὰ βουλευτά. αὗται γὰρ καὶ προαιρεταί, αἱ δὲ προαιρεταὶ ἑκούσιοι, τὸ δὲ ἑκούσιον τὸ προβεβουλευμένον προαιρέσει. εἰ οὖν αἱ περὶ τὰ βουλευτὰ πράξεις κατὰ προαίρεσίν τε καὶ ἐφ’ ἡμῖν, αἱ δὲ πράξεις περὶ τὰ βουλευτὰ καὶ τούτων πράξεις εἰσίν, αἱ κατ’ ἀρετὴν πράξεις εἶεν ἂν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν. ὧν δὲ αἱ ἐνέργειαι ἑκούσιοι καὶ ἐφ’ ἡμῖν, τούτων καὶ αἱ ἕξεις αἱ γινόμεναι διὰ τῶν ἐνεργειῶν ἐφ’ ἡμῖν καὶ ἑκούσιοι, ὡς προϊὼν δείξει καὶ αὐτός, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετὴ καὶ κακία. κατὰ προαίρεσιν γὰρ καὶ αὐτὴ καὶ περὶ ταὐτὰ καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι, καὶ τὸ πρᾶξαι ἐφ’ ἡμῖν τε καὶ μή.

“既然目的是意愿的对象。” 成为善人与恶人是在我们权能之内的,他借由进一步运用关于思虑和关于选择所说过的论点指明了这一点。因为如果诸德性的现实活动是关涉于朝向目的的诸行为,而这些行为是经由选择的、自愿的并且在我们权能之内的(因为它们是思虑的对象),且思虑是关于在我们权能之内的事物(因为选择也是属于某种思虑对象之物),那么诸德性的现实活动也就在我们权能之内。因为“关于这些事物的行为”,是代替“关于思虑对象的行为”而说的。因为这些行为也是经由选择的,而经由选择的事物是自愿的,自愿之物乃是通过选择被预先思虑过的。那么,如果关于思虑对象的行为既符合选择又在我们权能之内,并且关于思虑对象的行为确实是这些事物的行为,那么符合德性的行为就是自愿的且在我们权能之内的。凡是其实际活动是自愿且在我们权能之内的事物,通过这些现实活动而产生的诸品质,也就在我们权能之内且是自愿的,正如他本人在论述推进时所将表明的,即德性与恶德在我们权能之内。因为德性本身也是符合选择并关涉于相同事物的,从它们产生的诸现实活动亦然,并且行动与不行动都在我们权能之内。

§3.17

"Τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρός." Τοῦτό τινες κατὰ τὴν ἄρχουσαν τιθέντες τὴν ὀξεῖαν,2 ἐπὶ τοῦ ἐπιπόνου τάττουσιν. οὕτω γὰρ Ἀττικοὶ λέγουσι τὸν ἐπίμοχθον καὶ δυστυχῆ ὡς καὶ μακάριον τὸν εὐδαίμονα καὶ εὐτυχῆ. καὶ ὅτι, φασί, τὸ πόνηρος ἐπὶ τοῦ ἐπιπόνου τάττεται καὶ δυστυχοῦς ἱκανὸς Ἡσίοδος παραστῆσαι ἐν ταῖς Μεγάλαις Ἠοίαις τὴν Ἀλκμήνην ποιῶν πρὸς τὸν Ἡρακλέα λέγουσαν “ὦ τέκνον ἦ μάλα δή σε πονηρότατον καὶ ἄριστον Ζεὺς ἐτέκνωσε πατήρ” καὶ πάλιν “αἱ Μοῖραί σε πονηρότατον καὶ ἄριστον”. ἀλλά φαμεν ὡς οὐκ ἔχει χώραν τοῦτο οὕτως ἐνταῦθα νοεῖσθαι τὸ πονηρός. ἑκούσιον γὰρ τὸ πονεῖν, ὃ ἀκούσιον ἐνταῦθά φησιν ἡ παροιμία. παροιμία γὰρ τοῦτο, ᾗ καὶ Ἐπίχαρμος ὁ Συρακούσιος χρῆται, ἐν οἷς φησιν “ἀλλὰ μὰν ἐγὼν ἀναγκαῖα πάντα ταῦτα ποιέω. οἴομαι δὲ οὐδεὶς ἑκὼν πόνηρος οὐδ’ ἄταν ἔχων.” ἐν Ἡρακλεῖ δὲ ταῦτα τῷ παρὰ Φόλῳ κεῖται. οὐκ ἔχει οὖν χώραν κατὰ τὴν προειρημένην ἔννοιαν τὴν παροιμίαν ἐκλαμβάνειν, ἀλλ’ ὡς Ἀριστοτέλης βούλεται. καὶ εὔλογον δείκνυσι τοῦτο 〈πρῶτον〉 ἀπὸ τῶν νομοθετῶν, εἶτα καὶ ἀπὸ τῶν ἰδίᾳ ἑκάστῳ, ὃ οὐδὲν ἕτερον ἢ ἔννοιαι κοιναί, αἳ ταῖς ἀποδείξεσι μεγίστην ἐπάγουσι ῥοπήν.

“而说没有人是自愿邪恶的。” 有些人通过把锐音符放在第一个音节上,将其归为劳苦之意。因为阿提卡人以此称呼饱受劳苦和不幸的人,正如称幸福而走运的人为有福之人一样。而且他们说,“πόνηρος”被归于劳苦与不幸之人,赫西俄德在《大名媛录》中便足以证明,他在其中描写阿尔克墨涅对赫拉克勒斯说:“啊,孩子,父神宙斯生下你,确实是最受劳苦而又最优秀的”,以及又说“命运三女神使你成为最受劳苦而又最优秀的”。但我们主张,在此处将“πονηρός”如此理解是毫无根据的。因为承受劳苦是自愿的,而谚语在此却说它是非自愿的。因为这是一句谚语,叙拉古的埃庇卡尔摩斯也曾使用过,他在其中说:“但我做这一切确实全出于被迫;我以为没有人是自愿受苦或招致毁灭的。”这些诗句出自《在福罗斯处的赫拉克勒斯》。因此,毫无根据按照前述的意思去理解这句谚语,而应当按照亚里士多德所意愿的去理解。并且他首先从立法者们,接着也从属于每个个体的方面指明这是合乎情理的,这无非就是共同观念,而共同观念会给论证带来最大的分量。

§3.18

"Ἢ τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέον." Τοῖς ἐν τῷ δευτέρῳ εἰρημένοις· ἐκεῖ γὰρ ἔλεγε τὸ ὡς οὔτε φύσιν οὔτε τύχην οὔτ’ ἀνάγκην οὔτε αὐτόματον αἱ ἀρεταὶ αἰτιῶνται ἀλλὰ τὸν ἄνθρωπον καὶ τὸν ἀνθρώπινον νοῦν ταῖς πράξεσι συνδυαζόμενον, καὶ ὅτι βουλὴ προηγεῖται τῶν πράξεων τῶν κατὰ προαίρεσιν. τοῦτο πάλιν τὸ ἑκούσιον τῶν κατ’ ἀρετὴν καὶ κακίαν ἀναντιρρήτως παρίστησιν· οὐδὲ γὰρ μάτην ἐστὶν ἡ βουλή ὧν οὐκ ἐσμεν κύριοι.3 ὅσοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ αἴτιοι. διὰ τούτου δηλοῖ τὴν περὶ τὰ καθ’ ἕκαστα ἄγνοιαν· τῆς καθόλου γὰρ ἀγνοίας τῆς περὶ τῶν ἀγαθῶν καὶ κακῶν αὐτὸς ἕκαστος αὑτῷ αἴτιος.

“否则就至少必须对刚才所说的话提出异议。” 即对在第二卷中所说的话提出异议;因为他在那里说过,诸德性既不把原因归于自然,也不归于运气,不归于必然,也不归于偶然,而是归于与诸行为相结合的人与人类理智,并且思虑在符合选择的行为之先。这再次无可辩驳地确立了符合德性与恶德之事物的自愿性;因为对于我们不能掌控的事物,思虑绝非徒劳而发。“只要不是出于暴力,或不是由于自身并非原因的无知。”通过这句话他指明了关于个别情况的无知;因为至于关于善与恶的普遍无知,每个人自身就是自己的原因。

语法注3 条
  1. 3.16τὸ ἀγαθοῖς εἶναι καὶ κακοῖς

    述语与格结构。不定式 εἶναι 的逻辑主语受 ἐφ’ ἡμῖν 中的与格吸引,导致述语形容词 ἀγαθοῖς 和 κακοῖς 亦呈现与格一致。冠词 τὸ 将整句名词化,作为主句动词 δείκνυσι 的直接宾语。

  2. 3.17κατὰ τὴν ἄρχουσαν τιθέντες τὴν ὀξεῖαν

    意为“在首音节上放置锐音符”。指将原本末音节重音的 πονηρός(邪恶的)改读为首音节重音的 πόνηρος(苦难的、悲惨的)的训诂异解。

  3. 3.18οὐδὲ γὰρ μάτην ἐστὶν ἡ βουλή ὧν οὐκ ἐσμεν κύριοι

    否定词 οὐδὲ 否定全句,意为“对于我们不能掌控的事物,思虑绝非徒劳而发”(即根本不会对之进行思虑)。关系代词 ὧν 省略了先行词(如 περὶ τούτων),其格由形容词 κύριοι 的属格支配决定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:154.17-155.27