- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:153.4-154.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐释了亚里士多德关于选择的定义(对权能之内事物的思虑性欲望),讨论了将意愿对象视作表象之善对普罗泰戈拉相对主义的引申。随后,他论述了依各品质而定的高尚与快乐之事物、优秀之人作为真实尺度的作用,以及不良快乐如何导致大众产生受骗与过错。
" Ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν." Βουλευτὸν μὲν τὸ ἐκ τῆς βουλῆς ἤδη ὡρισμένον, ἔτι δὲ καὶ ὀρεκτόν. βουλητὸν γὰρ τὸ προαιρετόν. προσέθηκε δὲ καὶ τὸ τῶν ἐφ’ ἡμῖν, καίτοι ἔχων αὐτὸ ἐν τῷ βουλευτῷ περιεχόμενον, ἐπεὶ οὐ πάντως ἐφ’ ἡμῖν τὸ ὀρεκτὸν εἴη ἂν καὶ προαίρεσις καὶ ὄρεξις τῶν ἐφ’ ἡμῖν βουλευτική. τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ὀρεγόμεθα, διότι ἐκρίθη τοιοῦτον. εἰπὼν δὲ ὀρεγόμεθα, προσέθηκε κατὰ τὴν βούλησιν, ἐπεὶ ὄρεξις καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, ἀλλ’ ἐκεῖναι μὲν ἄλλων, ἡ δὲ ὡς ἀγαθοῦ τινος ὄρεξις βούλησις. ἡ μὲν οὖν προαίρεσις τύπῳ. προσέθηκε τὸ τύπῳ οὐχ ὡς ἀποδεδωκὼς τὸν λόγον τῆς προαιρέσεως, ἀλλ’ ἀντὶ τοῦ καθόλου ὡρίσθω. τὸ δὲ περὶ ποῖα, δηλονότι τὰ βουλευτά. δεῖ δὲ εἰδέναι ὅτι προαιρέσεως γένος ἂν εἴη νοῦς ὀρεκτικός, οὐχ ἁπλῶς δὲ νοῦς ἢ ὄρεξις ἀλλὰ τὸ δι’ ἀμφοῖν καὶ μικτόν. τοῖς δ’ αὖ φαινόμενον ἀγαθὸν τὸ βουλητὸν λέγουσι μὴ εἶναι φύσει βουλητὸν καθ’ αὑτό.1 φύσει δὲ δηλονότι τῇ αὑτοῦ, ἀλλὰ πρός τι, καὶ ἔστιν οἷς καὶ τὰ ἐναντία. τοῖς μὲν γὰρ πόνος ἀγαθὸν φαίνεται, ὡς τῷ λέγοντι “ἐκ τῶν πόνων τοι τὰ ἀγαθ’ αὔξεται βροτοῖς” 〈καὶ τῷ “τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ θεοί”〉, τοῖς δ’ ἡδονή, ὡς Καλλικλεῖ τῷ παρὰ Πλάτωνι λέγοντι ‘πᾶν δεῖ πράττειν ὑπὲρ τῆς ἡδονῆς’ καὶ τοῖς περὶ Ἐπίκουρον. οὕτω τε ἔσται τὸ Πρωταγόρειον δόγμα εἰσαγόμενον, τὸ μηδὲν εἶναι αὐτὸ καθ’ αὑτό, τοιοῦτο δ’ ἕκαστον εἶναι, οἷον δοκεῖ καὶ φαίνεταί τινι, ἑκάστῳ δὲ τὸ φαινόμενον. ὡς εἶναι τὴν βούλησιν διὰ τοῦτο ὄρεξιν ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ.
“既然选择的对象是在我们权能之内的事物中经由思虑的欲望对象。” 经由思虑之物,就是已经通过思虑被限定的事物,而且也是欲望的对象。因为选择的对象是意愿的对象。但他又加上了“在我们权能之内的事物中”,尽管他已知这已包含在经由思虑之物中,因为欲望的对象决非完全在我们权能之内,而选择乃是对在我们权能之内的事物的思虑性欲望。因为我们欲求从思虑中被预先选出之物,是因为它被判定为如此这般。而在说了“我们欲求”之后,他加上了“按照意愿”,因为激怒与欲望虽也是欲求,但那些是对其他事物的,而作为某种善的欲求才是意愿。“那么,选择在概略上[已被限定]。”他加上“在概略上”,并非指他已经给出了选择的完全定义,而是意在表示“权且作普遍性的限定”。而“关于何种事物”,显然是关于经由思虑的事物。但应当明了,选择的属乃是欲求性的理智,并非单纯的理智或欲求,而是通过两者的结合体。然而对于那些主张意愿的对象是表象的善的人来说,意愿的对象本身并非在自然本性上就是意愿的对象。所谓自然本性,显然不是依其自身的本性,而是相对于某物而言的,对于某些人来说甚至是完全对立的事物。因为在有些人看来劳苦是善,正如那说“凡人的善物正是由劳苦中增长”〈以及说“诸神以劳苦为代价向我们出售一切善物”〉的人所主张的,但在另一些人看来快乐是善,正如柏拉图著作中说“为了快乐应当做一切事”的卡里克勒斯,以及伊壁鸠鲁派学者。如此一来,普罗泰戈拉的信条便被引入了,即没有任何事物是依其自身的,而是每一事物都是依照某人看来和显现的那样,显现之物对每个人而言就是如此。因此,意愿由此便成为对善或表象的善的欲求。
"Καθ’ ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστι καὶ καλὰ καὶ ἡδέα." Τῶν προειρημένων δηλονότι τῶν ὁρατικῶν, τῶν γευστικῶν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ εἴη ἂν τὸ καλὸν ὁμωνύμως λεγόμενον, ἢ καθ’ ἑκάστην ἕξιν τῶν κατὰ τὰς ἀρετάς, οἷον σωφροσύνην ἀνδρίαν δικαιοσύνην (ἄλλα γὰρ καθ’ ἑκάστην τῶν ἀρετῶν τὰ οἰκεῖα καὶ ἄλλα τὰ ἡδέα), ἢ τὰ καλὰ κοινότερον εἶπε. τὸ δὲ καθ’ ἑκάστην ἕξιν εἶπεν, ὅτι καὶ ἐν ταῖς τέχναις, ταύταις οὔσαις ἕξεσιν, οἰκεῖά ἐστί τινα καλὰ καὶ ἡδέα. καὶ τοῖς μὲν εὖ τὰς ὀρέξεις ἔχουσι τὰ τῇ ἑαυτῶν φύσει καλὰ καὶ αὐτοῖς καλά ἐστι καὶ ἡδέα οὐ τὰ τῇ φαύλῃ ἕξει, τοῖς δὲ μή, ἄλλα τινὰ παρὰ τὰ ἀληθῶς καλὰ καλά τε καὶ ἡδέα δοκεῖ, ὧν ὁ σπουδαῖος κριτήριον καὶ κανὼν ὑπάρχων2 οὐ φαύλως ὄψεται ἢ κρινεῖ ἀλλ’ ἐπιτεταγμένως τὸ ἑκάστῳ προσῆκον ἀπονεμεῖ. τοῖς πολλοῖς δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικε γίνεσθαι περὶ τὰ ἁπλῶς 〈καλά〉. διὰ γὰρ τὸ ἡδὺ τὸ φαινόμενον ἀγαθὸν ἀγαθὸν δοκεῖ εἶναι. βούλονται οὖν καὶ αἱροῦνται τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην φεύγουσιν ὡς κακόν. ποία δέ ἐστιν ἡ ἡδονὴ δι’ ἣν ἁμαρτάνουσι καὶ ἀπατῶνται; ἢ δηλονότι ἡ μὴ ἀγαθή. εἰ γὰρ ἦν ἀγαθὴ καὶ αὐτή, οὐκ ἂν ἦν ἁμαρτημάτων αἰτία τοῖς αἱρουμένοις αὐτὴν ὡς ἀγαθήν. αἱ γὰρ ἑπόμεναι ταῖς μοχθηραῖς ἐνεργείαις ἡδοναὶ ψεκταί. συγγενεῖς γάρ εἰσιν αἱ ἡδοναὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται. πέρατα γάρ εἰσιν αὐτῶν ὡς ἐν τῷ περὶ ἡδονῆς δειχθήσεται.
“因为依照每一种品质,都有其特有的高尚之物与快乐之物。” 这显然是指前面提到的视觉性的、味觉性的,对于其他的也同样如此。高尚之物或者是同名异义地被言说,或者是依照符合各德性的各个品质而言的,例如节制、勇敢、正义(因为依照每一种德性,特有之物各不相同,快乐之物也各不相同),抑或他是以更宽泛的涵义来言说高尚之物的。而他说“依照每一种品质”,是因为在诸技术中,既然技术也是品质,便也存在某些特有的高尚之物与快乐之物。而对于那些欲望处于良好状态的人来说,依其自身本性而言高尚之物,对他们而言也是高尚与快乐的,而非对卑劣品质而言如此之物;但对于不处于此状态的人来说,在真正高尚之物之外的另一些事物反倒显得高尚且快乐。优秀之人作为这些事物的准则和尺度,不会轻率地看待或评判,而是会高度严格地将适合于各自者予以分配。但对大众而言,由于快乐导致的欺骗似乎是发生在关于单纯〈高尚〉之事上。因为由于快乐,表象的善显得是善。因此他们将快乐当作善来意愿并选择,而将痛苦当作恶来逃避。那么,他们因之犯错并受骗的快乐究竟是何种快乐呢?显然是不善的快乐。因为如果它本身也是善的,对于那些把它当作善来选择的人而言,就不会成为过错的原因了。因为伴随着卑劣现实活动的诸快乐是应受谴责的。因为诸快乐与它们依之产生的诸现实活动是同类的。因为正如在关于快乐的论述中所将指明的,它们乃是诸活动的完满顶点。
- 3.14τοῖς δ’ αὖ φαινόμενον ἀγαθὸν τὸ βουλητὸν λέγουσι μὴ εἶναι φύσει βουλητὸν καθ’ αὑτό
τοῖς λέγουσι 为表示评判视角的与格,意为“对于主张……的人而言”。不定式 μὴ εἶναι 表达从该立场导出的逻辑推论,其中 τὸ βουλητόν 为宾格主语,φύσει βουλητὸν καθ’ αὑτό 为述语。
- 3.15ὧν ὁ σπουδαῖος κριτήριον καὶ κανὼν ὑπάρχων
关系代词 ὧν 为属格,综合指代前句中依各种品质显现出的高尚与快乐之事物。分词 ὑπάρχων 修饰主语 ὁ σπουδαῖος,带有原因或附带状况色彩,并统摄后文的主动词 οὐκ ὄψεται ἢ κρινεῖ ... ἀπονεμεῖ。
